Humanitext Reader

亚里士多德 · 论灵魂 §1.2#1

早期思想家关于运动与感觉的灵魂定义

第 3 段,共 43 段 · 希腊语

内容简介

本章通过回顾前人的观点,着重探讨灵魂的两个主要特征——“运动”与“感觉”,以此开始对灵魂的研究。文章概述了德谟克利特、毕达哥拉斯派、阿那克萨哥拉、恩培多克勒以及柏拉图等早期思想家如何将灵魂定义为运动的原因,或是认知事物的原理。

§1.2#1Ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖον ἅμα, διαποροῦντας περὶ ὧν εὐπορεῖν δεῖ προελθόντας, τὰς τῶν προτέρων δόξας συμπαραλαμβάνειν ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν καλῶς εἰρημένα λάβωμεν, εἰ δέ τι μὴ καλῶς, τοῦτʼ εὐλαβηθῶμεν.
在考察灵魂时,我们有必要在推进之后必须解决的那些问题上,一边进行探讨,一边将前人中对灵魂发表过见解的人的意见结合起来,以便我们能够采纳那些正确的说法,而如果有不正确的地方,我们则予以警惕。
ἀρχὴ δὲ τῆς ζητήσεως προθέσθαι τὰ μάλιστα δοκοῦνθʼ ὑπάρχειν αὐτῇ κατὰ φύσιν.
研究的起点,是把最被认为按本性属于它的属性提出来。
τὸ ἔμψυχον δὴ τοῦ ἀφύχου δυοῖν μάλιστα διαφέρειν δοκεῖ, κινήσει τε καὶ τῷ αἰσθάνεσθαι.
有灵魂的显然与无灵魂的在两点上最不相同:运动和感觉。
παρειλήφαμεν δὲ καὶ παρὰ τῶν προγενεστέρων σχεδὸν δύο ταῦτα περὶ ψυχῆς· φασὶ γὰρ ἔνιοι καὶ μάλιστα καὶ πρώτως ψυχὴν εἶναι τὸ κινοῦν.
而我们也从前人那里继承了关于灵魂的这几乎两点:因为有些人说,最主要和第一位的是,灵魂是那起运动作用的东西。
οἰηθέντες δὲ τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν ἕτερον, τῶν κινουμένων τι τὴν ψυχὴν ὑπέλαβον εἶναι.
他们认为,自身不运动的东西不可能运动其他东西,因而把灵魂设想为运动着的事物之一。
ὅθεν Δημόκριτος μὲν πῦρ τι καὶ θερμόν φησιν αὐτὴν εἶναι· ἀπείρων γὰρ ὄντων σχημάτων καὶ ἀτόμων τὰ σφαιροειδῆ πῦρ καὶ ψυχὴν λέγει (οἶον ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα, ἃ φαίνεται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτίσιν), ὧν τὴν μὲν πανσπερμίαν στοιχεῖα λέγει τῆς ὅλης φύσεως (ὁμοίως δὲ καὶ Λεύκιππος), τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν, διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμοὺς καὶ κινεῖν τὰ λοιπά, κινούμενα καὶ αὐτά, ὑπολαμβάνοντες τὴν ψυχὴν εἶναι τὸ παρέχον τοῖς ζῴοις τὴν κίνησιν.
因此,德谟克利特说,灵魂是某种火和热;因为在无限的形状和原子中,他把球形的东西称为火和灵魂(就像空气中所谓的微尘,它们显现在通过窗户射入的光线中),他把这些原子的全体称为整个自然的元素(留基波也是如此),而在这些当中,球形的则是灵魂,因为这样的形状最能穿透一切,并且在自身运动的同时运动其余的东西,因为他们设想灵魂是为动物提供运动的东西。
διὸ καὶ τοῦ ζῆν ὄρον εἶναι τὴν ἀναπνοήν· συνάγοντος γὰρ τοῦ περιέχοντος τά σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς ζῴοις τὴν κίνησιν διὰ τὸ μηδʼ αὐτὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν· κωλύειν γὰρ αὐτὰ καὶ τὰ ἐνυπάρχοντα ἐν τοῖς ζῴοις ἐκκρίνεσθαι, συνανείργοντα τὸ συνάγον καὶ πηγνύον· καὶ ζῆν δὲ ἕως ἂν δύνωνται τοῦτο ποιεῖν.
因此,他们也把呼吸作为生命的界限;因为当包围着的空气压缩身体,并由于这些形状自身绝不静止而排挤出那些为动物提供运动的形状时,在呼吸中,由于其他此类形状从外部进入,从而产生援助;因为它们阻止存在于动物内部的形状被排出,通过共同制约那压缩和凝聚的力量;只要它们还能做到这一点,动物就活着。
ἔοικε δὲ καὶ τὸ παρὰ τῶν Πυθαγορείων λεγόμενον τὴν αὐτὴν ἔχειν διάνοιαν· ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα, οἱ δὲ τὸ ταῦτα κινοῦν.
毕达哥拉斯派所说的话似乎也具有相同的含义;因为他们中的有些人说,灵魂是空气中的微尘,而另一些人则说是运动这些微尘的东西。
περὶ δὲ τούτων εἴρηται ὅτι συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία παντελής.
关于这些微尘,据说它们显现为不断地运动,即使在完全无风的时候也是如此。
ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὐτὸ κινοῦν· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι τὴν κίντησιν οἰκειότατον εἶναι τῇ ψυχῇ, καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψνχήν, ταύτην δʼ ὑφʼ ἑαυτῆς, διὰ τὸ μηθὲν ὁρᾶν κινοῦν ὃ μὴ καὶ αὐτὸ κινεῖται.
而那些说灵魂是自我运动之物的人也趋向于同一个方向;因为这些人似乎都设想运动是灵魂最固有的属性,其他一切事物都因灵魂而运动,而灵魂则由自身运动,因为他们没有看到任何能运动他物的东西自身却是不运动的。
ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς· οὐ μὴν παντελῶς γʼ ὥσπερ Δημόκριτος.
同样,阿那克萨哥拉也说灵魂是起运动作用的东西,如果有其他人说过知性运动了万物,也是如此;然而并不完全像德谟克利特那样。
ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν καὶ νοῦν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον, διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον ὡς “Ἕκτωρ κεῖτ’ ἀλλοφρονέων”.
因为德谟克利特简单地将灵魂和知性等同起来;因为他认为,显现出来的就是真实的,因此荷马写得好,“赫克托尔躺着,异其心志(不省人事)”。
οὐ δὴ χρῆται τῷ νῷ ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν, ἀλλὰ ταὐτὸ λέγει ψυχὴν καὶ νοῦν.
他显然没有把知性当作关于真理的某种能力,而是说灵魂和知性是同一的。
Ἀναξαγόρας δʼ ἧττον διασαφεῖ περὶ αὐτῶν· πολλαχοῦ μὲν γὰρ τὸ αἴτιον τοῦ καλῶς καὶ ὀρθῶς τὸν νοῦν λέγει, ἑτέρωθι δὲ τοῦτον εἶναι τὴν ψυχήν· ἐν ἅπασι γὰρ ὑπάρχειν αὐτὸν τοῖς ζώοις, καὶ μεγάλοις καὶ μικροῖς, καὶ τιμίοις καὶ ἀτιμοτέροις.
但阿那克萨哥拉对它们的说明则不那么清楚;因为在许多地方,他说知性是“美好和正确”的原因,但在另一处他说这就是灵魂;因为他说知性存在于所有的动物中,无论大的小的,高贵的还是低贱的。
οὐ φαίνεται δʼ ὅ γε κατὰ φρόνησιν λεγόμενος νοῦς πᾶσιν ὁμοίως ὑπάρχειν τοῖς ζῴοις, ἀλλʼ οὐδὲ τοῖς ἀνθρώποις πᾶσιν.
但按明智而说的知性显然并不同样地存在于所有的动物中,甚至也不存在于所有的人类中。
ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὸ ἔμψυχον ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον ὑπέλαβον τὴν ψυχήν· ὅσοι δʼ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δὲ λεγουσι τὴν ψυχὴν τὰς ἀρχάς, οἱ μὲν πλείους ποιοῦντες, ταύτας, οἱ δὲ μίαν, ταύτην, ὥσπερ Ἐμπεδοκλῆς μὲν ἐκ τῶν στοιχείων πάντων, εἶναι δὲ καὶ ἕκαστον ψυχὴν τούτων, λέγων· οὕτως γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δʼ ὅδωρ, αἰθέρι δʼ αἰθέρα δῖαν, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, στοργῇ δὲ στοργήν, νεῖκος δέ τε νείκεῖ λυγρῷ.
因此,凡是着眼于有灵魂者运动这一特点的人,都把最具有运动能力的东西设想为灵魂;而那些着眼于认识和感觉存在者的人,则说灵魂是原理,那些主张有多种原理的人把这些作为灵魂,而主张单一原理的人则把这作为灵魂,正如恩培多克勒是由所有的元素构成灵魂,并说这些元素中的每一个也都是灵魂一样,他说: “因为我们用土看到土,用水看到水,用以太看到神圣的以太,用火看到毁灭性的火,用爱看到爱,用争斗看到惨痛的争斗。
τὸν αὐτὸν δὲ τρόπον καὶ Πλάτων ἐν τῷ Τιμαίῳ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ· γινώσκεσθαι γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν·
” 以同样的方式,柏拉图在《蒂迈欧篇》中也用元素构成灵魂;因为他说同类被同类所认识,而事物是由原理构成的。
εἶναι. ὁμοίως δὲ καὶ ἐν τοῖς Περὶ φιλοσοφίας λεγομένοις διωρίσθη, αὐτὸ μὲν τὸ ζῷον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους, τὰ δʼ ἄλλα ὁμοιοτρόπως· ἔτι δὲ καὶ ἄλλως, νοῦν μὲν τὸ ἕν, ἐπιστήμην δὲ τὰ δύο (μοναχῶς γὰρ ἐφʼ ἕν), τὸν δὲ τοῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν δὲ τὸν τοῦ στερεοῦ.
同样,在被称为《论哲学》的著作中也做了规定,动物自身是由“一”的理念本身以及最初的长度、宽度和深度构成的,其他事物也以类似的方式构成;而且还有另一种方式,即“一”是知性,二是对知识(因为知识单向地指向“一”),平面数是意见,立体数是感觉。
οἱ μὲν γάρ ἀριθμοὶ τὰ εἴδη αὐτὰ καὶ αἱ ἀρχαὶ ἐλέγοντο, εἰσὶ δʼ ἐκ τῶν στοιχείων, κρίνεται δὲ τὰ πράγματα τὰ μὲν νῷ, τὰ δʼ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δʼ αἰσθήσει· εἴδη δʼ οἱ ἀριθμοὶ οὗτοι τῶν πραγμάτων.
因为这些数被称为形式本身和原理,并且是由元素构成的,而事物中,有的由知性判定,有的由知识判定,有的由意见判定,有的由感觉判定;而这些数就是事物的形式。

词汇与语法注释

  1. ¦20¦Ἐπισκοποῦντας δὲ περὶ φυχῆς ἀναγκαῖον — 宾格分词 Ἐπισκοποῦντας 用作不定词 συμπαραλαμβάνειν 的逻辑主语,该不定词跟在非人称形容词 ἀναγκαῖον 之后。它泛指一般的考察者(“考察者们”)。
  2. ¦30¦οἰηθέντες δὲ τὸ μὴ κινούμενον αὐτὸ μὴ ἐνδέχεσθαι κινεῖν ἕτερον — 与主语一致的分词 οἰηθέντες 支配一个宾格加不定式结构,其中 τὸ μὴ κινούμενον αὐτὸ 是 ἐνδέχεσθαι 的主语,而 κινεῖν 是补充不定式。整个结构表示原因:“因为他们认为自身不运动的东西不可能运动其他东西”。
  3. ¦5¦ὧν τὴν μὲν πανσπερμίαν στοιχεῖα λέγει ... τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν — 动词 λέγει 支配的双宾格结构。关系代词属格 ὧν 指代前文的 ἀτόμων。τὴν μὲν πανσπερμίαν 是直接宾语,στοιχεῖα 是宾语补足语。在后半句 τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν 中省略了 λέγει,其中 τὰ σφαιροειδῆ 是宾语,ψυχήν 是补足语。
  4. ¦20¦νοῦν μὲν τὸ ἕν, ἐπιστήμην δὲ τὰ δύο — 由于动词(如 ἔλεγον“他们说”或 διωρίσθη“被规定”)的省略而产生的宾格。νοῦν 和 ἐπιστήμην 作为宾语或补足语,表明柏拉图讲义中数与心灵能力的对应关系,可理解为“(称)一为知性,二为知识”。

引用这一段

亚里士多德, 论灵魂 §1.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:1.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。