Humanitext Reader

亚里士多德 · 论灵魂 §1.1#2

灵魂的状态与肉体的不可分性及自然学研究

第 2 段,共 43 段 · 希腊语

内容简介

亚里士多德探讨了灵魂的受动状态是否与身体不可分离,得出这些状态是“质料中的界说(形相)”的结论,并指出对灵魂的研究属于自然学家的范畴。他对比了自然学家、辩证家、数学家以及第一哲学家在定义对象方法上的不同。

§1.1#2ἀπορίαν δʼ ἔχει καὶ τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστι πάντα κοινὰ καὶ τοῦ ἔχοντος ἢ ἔστι τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς· τοῦτο γὰρ λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ.
灵魂的受动状态也同样存在困难:它们是全部由拥有灵魂者所共有,还是有某种属灵魂自身所特有;因为把握这一点是必要的,但并不容易。
φαίνεται δὲ τῶν μὲν πλείστων οὐθὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι, θαρρεῖν, ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι, μάλιστα δʼ ἔοικεν ἰδίῳ τὸ νοεῖν·
在大多数情况下,灵魂似乎在没有身体的情况下既不受动也不作用,例如发怒、自信、欲望以及普遍的感觉;而思考似乎最像是它所特有的。
εἰ δʼ ἐστὶ καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτʼ ἄν οὐδὲ τοῦτʼ ἄνευ σώματος εἶναι.
但如果思考也是一种表象,或者离不开表象,那么即使是思考也不能在没有身体的情况下存在。
εἰ μὲν οὖν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχοιτʼ ἄν αὐτὴν χωρίζεσθαι· εἰ δὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἄν εἴη χωριστή, ἀλλὰ καθάπερ τῷ εὐθεῖ, ᾖ εὐθύ, πολλὰ συμβαίνει, οἶον ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατὰ στιγμήν, οὐ μέντοι γʼ ἅψέται οὕτω χωρισθὲν τὸ εὐθύ· ἀχώριστον γάρ, εἴπερ ἀεὶ μετὰ σώματός τινός ἐστιν.
因此,如果灵魂的活动或受动中有任何是它所特有的,那么它就有可能被分离;但如果没有什么是它特有的,它就不能被分离,而是正像直线作为直线具有许多属性——例如在一点上接触铜球,但分离出来的直线绝不会以这种方式接触,因为只要它总是与某种身体在一起,它就是不可分离的。
ἔοικε δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα εἶναι μετὰ σώματος, θυμός, πραότης, φόβος, ἔλεος, θάρσος, ἔτι χαρὰ καὶ τὸ φιλεῖν τε καὶ μισεῖν· ἅμα γὰρ τούτοις πάσχει τι τὸ σῶμα.
灵魂的所有受动状态似乎也与身体同在——愤怒、温和、恐惧、怜悯、勇敢,以及快乐、爱和恨;因为在这些状态发生的同时,身体也会受到某种影响。
μηνύει δὲ τὸ ποτὲ μὲν ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων συμβαινόντων μηδὲν παροξύνεσθαι ἢ φοβεῖσθαι, ἐνίοτε δʼ ὑπὸ μικρῶν καὶ ἀμαυρῶν κινεῖσθαι, ὅταν ὀργᾷ τὸ σῶμα καὶ οὕτως ἔχη ὥσπερ ὅταν ὀργίζηται.
这一点可以通过以下事实表明:有时,尽管发生了强烈而明显的变故,我们却不被激怒也不感到恐惧,而有时我们却被微弱而模糊的变故所打动,这时身体正处于亢奋状态,并且处于像它发怒时那样的状态。
ἔτι δὲ μᾶλλον τοῦτο φανερόν· μηθενὸς γὰρ φοβεροῦ συμβαίνοντος ἐν τοῖς πάθεσι γίνονται τοῖς τοῦ φοβουμένου.
这一点还更加明显:因为在没有发生任何可怕事情的情况下,人们也会陷入恐惧者的受动状态中。
εἰ δʼ οὕτως ἔχει, δῆλον ὅτι τὰ πάθη λόγοι ἔνυλοί εἰσιν.
如果真是这样,显而易见,这些受动状态就是质料中的界说。
ὥστε οἱ ὅροι τοιοῦτοι οἶον “τὸ ὀργίζεσθαι κίντησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε ἕνεκα τοῦδεʼʼ.
因此,它们的定义就是这样的,例如:“发怒是如此这般的身体、部分或能力的某种运动,由某物引起并为了某目的。
καὶ διὰ ταῦτα ἤδη φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς, ἢ πάσης ἢ τῆς τοιαύτης.
”由于这些原因,研究灵魂——无论是全部灵魂还是这一类灵魂——已经是自然学家的任务。
διαφερόντως δʼ ἄν ὁρίσαιντο ὁ φυσικός τε καὶ ὁ διαλεκτικός ἕκαστον αὐτῶν, οἶον ὀργὴ τί ἐστιν· ὁ μὲν γὰρ ὄρεξιν· ἀντιλυπήσεως τι τοιοῦτον, ὁ δὲ ζέσιν τοῦ περὶ καρδίαν αἵματος καὶ θερμοῦ.
但是,自然学家和辩证家会对它们中的每一个做出不同的定义,例如愤怒是什么;因为后者会将其定义为对报复性痛苦的欲望或诸如此类的东西,而前者则会将其定义为心脏周围血液和热气的沸腾。
τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον.
在这些人中,一个给出了质料,另一个给出了形相和界说。
ὁ μὲν γὰρ λόγος ὅδε τοῦ πράγματος, ἀνάγκη δʼ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται· ὥσπερ οἰκίας ὁ μὲν λόγος τοιοῦτος, ὅτι σκέπασμα κωλυτικόν φθορᾶς ὑπʼ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ὁ δὲ φήσει λίθους καὶ πλίνθους καὶ ξύλα, ἕτερος δʼ ἐν τούτοις τὸ εἶδος ἕνεκκα τωνδί, τίς οὖν ὁ φυσικός τούτων;
因为这就是事物的界说,但如果它要存在,这个界说就必须在如此这般的质料中;正如对于房屋,一种界说是“防范风、雨和烈日破坏的遮蔽物”,而另一个会说是石块、砖块和木材,还有人会说是这些材料中为了这些目的而存在的形相。
πότερον ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, ἢ ὁ περὶ τὸν λόγον μόνον;
那么,在这些人中,谁是自然学家呢? 是那个关注质料却不知道界说的人,还是那个只关注界说的人?
ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν;
或者更确切地说是关注两者的那个人?
ἐκείνων δὲ δὴ τίς ἑκάτερος;
那么那两个各自又是谁呢?
ἢ οὐκ ἔστι τις ὁ περὶ τὰ πάθη τῆς ἄλης τὰ μὴ χωριστὰ μηδʼ ᾗ χωριστά, ἀλλʼ ὁ φυσικός περὶ ἅπανθ’ ὅσα τοῦ τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργα καὶ πάθη·
或者说,并没有一个专门关注质料中不可分离且不作为分离之物来对待的受动状态的人,而是自然学家关注如此这般的身体和如此这般的质料的一切活动和受动?
ὅσα δὲ μὴ τοιαῦτα, ἄλλος, καὶ περὶ τινῶν μὲν τεχνίτης, ἐὰν τύχη, οἶον τέκτων ἢ ἰατρός, τῶν δὲ μὴ χωριστῶν μέν, ᾗ δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός, δὲ κεχωρι· σμένα, ὁ πρῶτος φιλόσοφος;
而对于那些不属于此类的事物,则由其他人负责——对于某些事物,如果有的话,是由匠人(如木匠或医生)负责;而对于那些确实不可分离、但不作为如此这般身体的受动且通过抽象来对待的事物,是由数学家负责;而对于作为分离存在的事物,是由第一哲学家负责吗?
ἀλλʼ ἐπανιτέον ὅθεν ὁ λόγος.
但我们必须回到讨论开始的地方。
ἐλέγομεν δὴ ὅτι τὰ πάθη τῆς ψυχῆς οὕτως ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζῴων, γε τοιαῦθʼ ὑπάρχειοἷα θυμὸς καὶ φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ καὶ ἐπίπεδον.
我们刚才说,灵魂的受动状态与动物的自然质料是以这种方式不可分离的,至少在它们是诸如愤怒和恐惧之类的事情时是如此,而不像线和平面的情况。

词汇与语法注释

  1. 403a3τοῦ ἔχοντος — “拥有它者”指承载灵魂的主体,即“身体(σῶμα)”或“灵魂与身体的结合体(σύνολον)”。这在探讨灵魂的受动状态(πάθη)是仅属于灵魂自身还是与承载者共有时具有关键意义。
  2. 403a16μηνύει δὲ — 单数第三人称动词 μηνύει 的实际主语是其后整个名词化的不定式从句 τὸ ποτὲ μὲν ... κινεῖσθαι。其构成倒装结构,意为“……这一事实表明了[这一点]”。
  3. 403a25λόγοι ἔνυλοί — 意为“质料中的界说/理路”。这是亚里士多德独特的表达,表明受动状态(πάθη)并不作为纯粹的形相或定义独立存在,而总是具体化于特定的肉体(质料)之中。
  4. 403b2ὁ μὲν γὰρ λόγος ὅδε τοῦ πράγματος — 在自然学家与辩证家的对比中,一方呈现事物的界说(形相),另一方呈现质料。紧接着的 ἀνάγκη δʼ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται 表达了事物的存在条件:“如果要存在(εἰ ἔσται),这个界说(τοῦτον)就必须在如此这般的质料中。”
  5. 403b14ἐξ ἀφαιρέσεως — 意为“通过抽象”。指数学对象通过从自然物体中“剥离”(抽象出)其质料和个别属性来进行处理的方法。

引用这一段

亚里士多德, 论灵魂 §1.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg002.humanitext-grc2:1.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。