§1.1#1Τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες, μᾶλλον δʼ ἑτέραν ἑτέρας ἢ κατʼ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι, διʼ ἀμφότερα ταῦτα τὴν περὶ τῆς ψυχῆς ἱστορίαν εὐλόγως ἄν ἐν πρώτοις τιθείημεν.
我们认为,对美丽和高贵之物的认识是极其重要的,但一种知识因其精确性,或因其研究对象更美好、更奇妙而优于另一种知识,由于这两方面的原因,我们理所当然应该将关于灵魂的探究置于首要地位。
δοκεῖ δὲ καὶ πρός ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν· ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζῴων.
而且,对灵魂的认识似乎对整个真理,尤其是对自然研究有极大的贡献;因为灵魂可以说是个体生命的原理。
ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν· ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζῴοις ὑπάρχειν.
我们寻求观察并认识灵魂的本性与本质,进而认识它的一切偶性;在这些偶性中,有些似乎是灵魂特有的属性,而另一些则是因为灵魂才存在于动物身上的。
πάντη δὲ πάντως ἐστὶ τῶν χαλεπωτάτων λαβεῖν τινὰ πίστιν περὶ αὐτῆς.
然而,在各个方面,获得关于灵魂的某种确证都是最困难的事情之一。
καὶ γὰρ ὄντος κοινοῦ τοῦ ζητήματος καὶ πολλοῖς ἑτέροις, λέγω δὲ τοῦ περὶ τὴν οὐσίαν καὶ τὸ τί ἐστι, τάχʼ ἄν τῳ δόξειε μία τις εἶναι μέθοδος κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ὥστε ζητητέον ἂν εἴη τὴν μέθοδον ταύτην.
因为这一探究是许多其他研究所共有的——我是指关于本质和“它是什么”的探究——或许有人会认为,对于所有我们希望认识其本质的事物,都存在着某种单一的方法,就像对于它们偶性的证明一样;因此,必须去寻找这种方法。
εἰ δὲ μὴ ἔστι μία τις καὶ κοινὴ μέθοδος περὶ τὸ τί ἐστιν, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος.
但如果对于“它是什么”并没有一种单一且共同的方法,那么这项工作就会变得更加困难;因为我们必须针对每一个具体事物来确定其研究方法。
ἐὰν δὲ φανερὸν ᾖ πότερον ἀπόδειξίς ἐστιν ἢ διαίρεσις ἢ καί τις ἄλλη μέθοδος, ἔτι πολλὰς ἀπορίας ἔχει καὶ πλάνας, ἐκ τίνων δεῖ ζητεῖν· ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμῶν καὶ ἐπιπέδων.
即使弄清了这方法是证明、划分还是其他什么方法,仍然在从哪些原理开始探究的问题上面临着许多困难和迷茫;因为不同的事物有不同的原理,正如数与平面的情况一样。
πρῶτον δʼ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι, λέγω δὲ πότερον τόδε τι καὶ οὐσία ἢ ποιὸν ἢ ποσόν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν, ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις· διαφέρει γὰρ οὔ τι μικρόν.
首先,或许有必要区分灵魂属于哪一个范畴,它是什么;我是指,它是一个具体的事物和实体,还是质、量,或者其他已划分出来的范畴之一;此外,它是属于潜能存在的事物,还是更像是一种实现;因为这有着非同小可的区别。
σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής, καὶ πότερον ὁμοειδὴς ἅποσα ψυχὴ ἢ οὔ εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει.
我们还必须考察灵魂是可分的还是无部分的,以及是否所有的灵魂都是同种的;如果不是同种的,它们是在种上不同,还是在属上不同。
νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρωπίνης μόνης ἐοίκασιν ἐπισκοπεῖν· εὐλαβητέον δʼ ὅπως μὴ λανθάνῃ πότερον εἶς ὁ λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθʼ ἑκάστην ἕτερος, οἶον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ, τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐθέν ἐστιν ἢ ὕστερον· ὁμοίως δὲ κἄν εἴ τι κοινόν ἄλλο κατηγοροῖτο·
因为现在谈论和研究灵魂的人,似乎仅在考察人类的灵魂;但必须注意,不要忽视了它是拥有像动物那样的单一界说,还是每种灵魂各不相同,例如马、狗、人、神的灵魂各不相同——因为普遍的动物要么不存在,要么是后起之物;同样,如果有任何其他共同的项被陈述也是如此。
ἔτι δέ, εἰ μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια, πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια.
此外,如果灵魂不是多样的而是有部分的,我们应当先研究整体的灵魂还是先研究它的部分。
χαλεπὸν δὲ καὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων, καὶ πότερον τά μόρια χρὴ ζητείν πρότερον ἢ τὰ ἔργα αὐτῶν, οἶον τὸ νοεῖν ἢ τὸν νοῦν, καὶ τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν·
而且,要确定这些部分中哪些在自然本性上彼此不同,以及是否应当先探究部分,还是先探究它们的功能(例如,先探究思考还是先探究理智,先探究感觉还是先探究感觉能力),也是很困难的。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
对于其他情况也是如此。
εἰ δὲ τὰ ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν· εἰ τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον, οἶον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ, καὶ τό νοητὸν τοῦ νοῦ.
如果功能在先,人们可能又会产生疑问:是否应当在这些功能之前先研究它们的关联对象(例如,在感觉能力之前先研究感觉对象,在理智之前先研究理智对象)。
ἔοικε δʼ οὐ μόνον τὸ τί ἐστι γνῶναι χρήσιμον εἶναι πρός τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις (ὥσπερ ἐν τοῖς μαθήμασι τί τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἢ τί γραμμὴ καὶ ἐπίπέδον, πρός τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου γωνίαι ἴσαι), ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τὸ εἰδέναι τὸ τί ἐστιν·
而且,认识“它是什么”不仅对于观察属于实体的偶性的原因是有用的(正如在数学中,认识什么是直线和曲线,或什么是线和平面,对于看清三角形的内角等于几个直角是有用的一样),而且相反地,偶性也对认识“它是什么”有极大的贡献。
ἐπειδὰν γὰρ ἔχωμεν ἀποδιδόναι κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων, ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα· πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστιν, ὥστε καθʼ ὅσους τῶν ὁρισμῶν μὴ συμβαίνει τὰ συμβεβηκότα γνωρίζειν, ἀλλὰ μηδʼ εἰκάσαι περὶ αὐτῶν εὐμαρές, δῆλον ὅτι διαλεκτικῶς εἴρηνται καὶ κενῶς ἅπαντες.
因为当我们能够根据表象来说明一切或大部分偶性时,那时我们也将最完美地谈论其本质;因为一切证明的起点都是“它是什么”,所以,凡是不能帮助我们认识偶性,甚至不能让我们容易地对它们进行推测的定义,显然都是流于辩证且空洞的陈述。