§2.2.5Ἀλλὰ μὴν οὐδʼ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται.
然而,通过划分的方法并不能进行推论,正如在关于图形的分析中所说的。
οὐδαμοῦ γὰρ ἀναάγκη γίνεται τὸ πρᾶγμα ἐκεῖνο εἶναι τωνδὶ ὄντων, ἀλλʼ ὥσπερ οὐδʼ ὁ ἐπάγων ἀποδείκνυσιν.
因为在任何地方,并不能由于这些前提存在,就必然得出那个事物存在,而只是像归纳者不作证明一样。
οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐρωτᾶν, οὐδὲ τῷ δοῦναι εἶναι, ἀλλʼ ἀνάγκη εἶναι ἐκείνων ὄντων, κἄν μὴ φῇ ὁ ἀποκρινόμενος.
因为不应当询问结论,也不因回答者的给予而存在,而是当那些前提存在时,即使回答者否定,结论也必然存在。
ἆρʼ ὁ ἄνθρωπος ζῷον ἢ ἄψυχον;
“人是动物还是无生物?
εἶτʼ ἔλαβε ζῷον, οὐ συλλελόγισται.
”随后划分者设定了“动物”,这并没有进行推论。
πάλιν ἅπαν ζῷον ἢ πεζὸν ἢ ἔνυδρον· ἔλαβε πεζόν.
再如,“所有动物要么是陆生的,要么是水生的”;他设定了“陆生的”。
καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο.
而人作为整体是“陆生动物”,这并不必然从已说的话中得出,而是他也仅仅在设定这一点。
διαφέρει δʼ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν· τὸ αὐτὸ γάρ ἐστιν.
这样处理多步骤或少步骤并无任何区别;因为它们是相同的。
(ἀσυλλόγιστος μὲν οὖν καὶ ἡ χρῆσις γίνεται τοῖς οὕτω μετιοῦσι καὶ τῶν ἐνδεχομένων συλλογισθῆναι.
(因此,对于以这种方式追究的人来说,即使面对可以被推论的事物,其划分法的使用也是缺乏推论的。
) τί γὰρ κωλύει τοῦτο ἀληθὲς μὲν τὸ πᾶν εἶναι κατὰ τοῦ ἀνθρώπου, μή μέντοι τὸ τί ἐστι μηδὲ τὸ τί ἦν εἶναι δηλοῦν;
)因为有什么能阻止这整个属性虽然对人来说是真实的,但却并不表明“它是什么”也不表明“怎是”呢?
ἔτι τί κωλύει ἢ προσθεῖναί τι ἢ ἀφελεῖν ἢ ὑπερβεβηκέναι τῆς οὐσίας;
此外,有什么能阻止我们在实体中添加、删减或跳过某些东西呢?
Ταῦτα μὲν οὖν παρίεται μέν, ἐνδέχεται δὲ λῦσοι τῷ λαμβάνειν ἐν τῷ τί ἐστι πάντα, καὶ τὸ ἐφεξῆς τῇ διαιρέσει ποιεῖν, αἰτούμενον τό πρῶτον, καὶ μηδὲν παραλείπειν.
因此,这些难点虽然被放过,但如果把所有的东西都放在“它是什么”中,并顺次进行划分,要求最初的前提,且不遗漏任何东西,那么解决它们是可能的。
τοῦτο δʼ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτει καὶ μηδὲν ἐλλείπει· ἄτομον γὰρ ἤδη δεῖ εἶναι.
而这在所有东西都落入划分且无一缺失的情况下是必然的;因为最终的阶段必然已经是不可分割的个体。
ἀλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστι, ἀλλʼ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ.
但尽管如此,这依然不是推论;如果说它有什么作用,它只是让我们以另一种方式去认识。
καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον· οὐδὲ γὰρ ὁ ἐπάγων ἴσως ἀποδείκνυσιν, ἀλλʼ ὅμως δηλοῖ τι.
这并没有什么反常;因为即使是归纳者或许也不作证明,但依然表明了某些东西。
συλλογισμὸν δʼ οὐ λέγει ὁ ἐκ τῆς διαιρέσεως λέγων τὸν ὁρισμόν.
但是,通过划分来陈述定义的人并没有陈述一个推论。
ὥσπερ γὰρ ἐν τοῖς συμπεράσμασι τοῖς ἄνευ τῶν μέσων, ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων ἀνάγκη τοδὶ εἶναι, ἐνδέχεται ἐρωτῆσαι διὰ τί, οὕτως καὶ ἐν τοῖς διαιρετικοῖς ὅροις.
因为正如在没有媒介项的结论中,如果有人说“既然这些存在,这个就必然存在”,我们可以问“为什么? ”一样,在划分的定义中也是如此。
τί ἐστιν ἄνθρωπος;
“人是什么?
ζῷον θνητόν, ὑπόπουν, δίπουν, ἄπτερον.
”“有死的动物、有足的、双足的、无翼的。
διὰ τί, παρʼ ἑκάστην πρόσθεσιν;
”“为什么? ” 在每一次添加时?
ἐρεῖ γάρ, καὶ δείξει τῇ διαιρέσει, ὡς οἴεται, ὅτι πᾶν ἢ θνηπὸν ἢ ἀθάνατον.
因为他会说,并且正如他所认为的那样,通过划分来表明一切事物要么是有死的,要么是不死的。
ὁ δὲ τοιοῦτος λόγος ἅπας οὐκ ἔστιν ὁρισμός, ὥστʼ εἰ καὶ ἀπεδείκνυτο τῇ διαιρέσει, ἀλλʼ ὅ γʼ ὁρισμὸς οὐ συλλογισμός γίνεται.
但这类论证的整体并不是定义,所以即使它通过划分得到了证明,定义本身也无法成为推论。
§2.2.6Ἀλλʼ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατʼ οὐσίαν, ἐξ ὑποθέσεως δέ, λαβόντα τὸ μὲν τί ἦν εἶναι τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἴδιον, ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν;
但是,是否有可能基于假设来证明实体意义上的“它是什么”,通过将“怎是”设定为“它是什么”中诸属性的特有整体,且设定这些属性仅属于“它是什么”,且该整体是特有的呢?
τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ.
因为这就是该事物的存在(本质)。
ἢ πάλιν εἴληφε τὸ τί ἦν εἶναι καὶ ἐν τούτῳ;
或者,他是否在这种情况中也再次预设了“怎是”?
ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι.
因为必然要通过中间项来证明。
ἔτι ὥσπερ οὐδʼ ἐν συλλογισμῷ λαμβάνεται τί ἐστι τὸ συλλελογίσθαι (ἀεὶ γὰρ ὅλη ἢ μέρος ἡ πρότασις, ἐξ ὧν ὁ συλἀογισμός), οὕτως οὐδὲ τὸ τί ἦν εἶναι δεῖ ἐνεῖναι ἐν τῷ συλλογισμῷ, ἀλλὰ χωρὶς τοῦτο τῶν κειμένων εἶναι, καὶ πρός τὸν ἀμφισβητοῦντα εἰ συλλελόγισται ἢ μή, τοῦτο ἀπαντᾶν ὅτι τοῦτο γὰρ ἦν συλλογισμόςʼ', καὶ πρὸς τὸν ὅτι οὐ τὸ τί ἦν εἶναι συλλελόγισται, ὅτι ναί· τοῦτο γὰρ ἔκειτο ἡμῖν τὸ τί ἦν εἶναιʼʼ.
此外,正如在推论中并不把“推论出什么”本身作为前提(因为作为推论起点的命题总是整体或部分),同样,“怎是”也不应当包含在推论之中,而应该与已设定的前提分开存在;并且面对质疑推论是否成立的人,应该回答“因为这就是推论”;而面对质疑“怎是”没有被推论出来的人,应该回答“是的,因为这正是我们所设定的怎是”。
ὥστε ἀνάγκη καὶ ἄνευ τοῦ τί συλλογισμὸς ἢ τὸ τί ἦν εἶναι συλλελογίσθαι τι.
因此,即使没有“推论是什么”或“怎是”,也必然推论出了某物。
Κἄν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τὸ κακῷ ἐστὶ τὸ διαιρετῷ εἷναι, τὸ δʼ ἐναντίῳ τὸ τῷ ἐναντίῳ 〈ἐναντίῳ〉 εἶναι, ὅσοις ἔστι τι ἐναντίον· τὸ δʼ ἀγαθὸν τῷ κακῷ ἐναντίον καὶ τὸ ἀδιαίρετον τῷ διαιρετῷ· ἔστιν ἄθρα τὸ ἀγαθῷ εἶναι τὸ ἀδιαιρέτῳ εἶναι.
即使是通过假设来表明,例如:如果恶的存在是可分割的存在,而相反者的存在是对相反者而言作为相反者的存在(对于那些有相反者存在的事物来说);且善是恶的相反者,不可分割是可分割的相反者;因此,善的存在就是不可分割的存在。
καὶ γὰρ ἐνταῦθα λαβὼν τὸ τί ἦν εἶναι δείκνυσι· λαμβάνει δʼ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι.
因为在这里,他也是在假定了“怎是”之后进行证明的;但他假定它是为了证明“怎是”。
ἕτερον μέντοιʼʼ.
“然而,它们是不同的。
ἔστω· καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν, ὅτι ἐστὶ τόδε κατὰ τοῦδε· ἀλλὰ μὴ αὐτό, μηδὲ οὗ ὁ αὐτὸς λόγος, καὶ ἀντιστρέφει.
”就算是这样吧;因为在证明中确实表明了“这属于那”;但这不是它自身,也不是与其定义相同且可换位的东西。
πρός ἀμφοτέρους δέ, τόν τε κατὰ διαίρεσιν δεικνύντα καὶ πρὸς τὸν οὕτω συλλογισμόν, τὸ αὐτὸ ἀπόρημα· διὰ τί ἔσται ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, ἀλλʼ οὐ ζῷον καὶ πεζόν καὶ δίπουν;
但是,对于通过划分来表明的人和以这种方式进行推论的人,都存在着同一个疑难:为什么人是 “双足的陆生动物”,而不是“动物”且“陆生的”且“双足的”?
ἐκ γὰρ τῶν λαμβανομένων οὐδεμία ἀνάγκη ἐστὶν ἕν γίνεσθαι τὸ κατηγορούμενον, ἀλλʼ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτὸς εἴη μουσικός καὶ γραμματικός.
因为从所设定的前提中,并没有任何必然性使得被述定的属性结合为一体,这就像同一个既懂音乐又懂文法的人一样。