Humanitext Reader

亚里士多德 · 前分析篇 §2.2.7

定义无法显明本质与证明存在的困境

第 112 段,共 123 段 · 希腊语

内容简介

亚里士多德论证了定义者表明本质(“它是什么”)既不同于证明也不同于归纳,并指出虽然认识“它是什么”需要预设其存在,但定义本身无法证明其存在,由此指出了定义可能退化为仅解释词义的困境。

§2.2.7Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί ἐστιν;
那么,定义者究竟将如何表明实体或“它是什么”呢?
οὔτε γὰρ ὡς ἀποδεικνὺς ἐξ ὁμολογουμένων εἶναι δῆλον ποιήσει ὅτι ἀνάγκη ἐκείνων ὄντων ἕτερόν τι εἶναι (ἀπόδειξις γὰρ τοῦτο), οὄθʼ ὡς ὁ ἐπάγων διὰ τῶν· καθʼ ἕκαστα δήλων ὄντων, ὅτι πᾶν οὕτοὡς τῷ μηδὲν ἄλλως· οὐ γὰρ τί ἐστι δείκνυσιν, ἀλλʼ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν.
因为他既不能像从已知公认的前提进行证明的人那样,揭示出由于那些前提存在,就必然有另一事物存在(因为这就是证明),也不能像通过具体的明显实例进行归纳的人那样,表明由于没有其他情况,所以一切都是如此;因为归纳并不表明“它是什么”,而只是表明某物存在或不存在。
τίς οὖν ἄλλος τρόπος λοιπός;
那么,还剩下什么其他方法呢?
οὐ γὰρ δὴ δείξει γε τῇ αἰσθήσει ἢ τῷ δακτύλῳ.
因为他当然不能通过感觉或用手指来指明它。
Ἔτι πῶς δείξει τὸ τί ἐστιν;
此外,他将如何表明“它是什么”?
ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν, εἰδέναι καὶ ὅτι ἔστιν (τὸ γὰρ μὴ ὂν οὐδεὶς οἶδεν ὅ τι ἐστίν, ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ὅταν εἴπω τραγέλαφος, τί δʼ ἐστὶ τραγέλαφος ἀδύνατον εἰδέναι).
因为知道“人是什么”或任何其他东西是什么的人,也必然知道它存在(因为对于不存在的事物,没有人知道它是什么,而只是知道该论证或名称意味着什么,比如当我开启“鹿角山羊(Tragelaphos)”时,但要知道鹿角山羊是什么是不可能的)。
ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἕστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει;
然而,如果他既要表明它是什么,又要表明它存在,他将如何用同一种论证来表明呢?
ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις· τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον ἄλλο.
因为定义和证明都只阐明一个单一的事物;而人是什么,与人的存在是不同的。
Εἶτα καὶ διʼ ἀποδείξεώς φαμεν ἀναγκαῖον εἶναι δείκνυσθαι ἅπαν ὅ τι ἐστίν, εἰ μὴ οὐσία εἴη.
再者,我们还认为,除非是实体,否则任何事物是什么都必须通过证明来表明其存在。
τὸ δʼ εἶναι οὐκ οὐσία οὐδενί οὐ γὰρ γένος τὸ ὄν.
但存在对于任何事物而言都不是实体;因为存在并不是一个类。
ἀπόδειξις ἄρʼ ἔσται ὅτι ἔστιν.
因此,将会有一个关于它存在的证明。
ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι. τί μὲν γὰρ σημαί· νει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δʼ ἔστι, δείκνυσιν.
这正是各门科学目前所做的;因为三角形意味着什么,几何学者已经预设,而对于它是否存在,他则进行证明。
τί οὖν δείξει ὁ ὁριζόμενος ἢ τί ἐστι τὸ τρίγωνον;
那么定义者除了三角形“是什么”之外,还能表明什么呢?
εἰδὼς ἄρα τις ὁρισμῷ τί ἐστιν, εἰ ἔστιν οὐκ εἴσεται.
因此,某人通过定义知道了它是什么,却不知道它是否存在。
ἀλλʼ ἀδύνατον.
但这显然是不可能的。
Φανερὸν δὲ καὶ κατὰ τούς νῦν τρόπους τῶν ὅρων ὡς οὐ δεικνύουσιν οἱ ὁριζόμενοι ὅτι ἔστιν.
根据目前定义的各种方式,定义者并没有表明事物存在,这也是显而易见的。
εἰ γὰρ καὶ ἕστιν ἐκ τοῦ μέσου τι ἴσον, ἀλλὰ διὰ τί ἔστι τὸ ὁρισθέν;
因为即使存在某种从中心出发等距的东西,但为什么被定义的东西会存在呢?
καὶ διὰ τί τοῦτʼ ἔστι κύκλος;
又为什么这就是圆呢?
εἴη γὰρ ἄν καὶ ὀρειχάλκου φάναι εἶναι αὐτόν.
因为人们也可以说它是青铜的定义。
οὔτε γὰρ ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον προσδηλοῦσιν οἱ ὅροι, οὔτε ὅτι ἐκεῖνο οὗ φασὶν εἶναι ὁρισμοί, ἀλλʼ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τί.
因为定义既没有顺便表明所言之物是可能的,也没有表明它就是他们所宣称的那些东西的定义,而是总可以追问“为什么”。
Εἰ ἄρα ὁ ὁριόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τούνομα, εἰ μὴ ἔστι μηδαμῶς τοῦ τί ἐστιν, εἴη ἄν ὁ ὁρισμός λόγος ὀνόματι τὸ αὐτὸ σημαίνων.
因此,如果定义者表明的要么是它是什么,要么是名称意味着什么,而如果完全没有对“它是什么”的表明,那么定义就只能是与名称意味着同一事物的论说。
ἀλλʼ ἄτοπον.
但这很荒谬。
πρῶτον μὲν γὰρ καὶ μὴ οὐσιῶν ἄν εἴη καὶ τῶν μὴ ὄντων· σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα.
因为首先,对于非实体和不存在的事物也会有定义;因为不存在的事物也是可以被赋予以特定意义的。
ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ὄαν εἶεν· εἴη γὰρ ἄν ὄνομμα θέσθαι ὁποιῳοῦν λόγῳ, ὥστε ὅρους ἄν διαλεγομεθα πάντες καὶ ἡ Ἰλιὰς ὁρισμὸς ἄν εἴη.
此外,一切论说就都会成为定义;因为可以给任何论说都冠以一个名称,结果我们大家就都在用定义进行交谈,而《伊利亚特》也会成为一个定义。
ὅτι οὐδεμία ἀπόδειξις ἀποδείξειεν ἄν ὅτι τοῦτο τοὔνομα τουτὶ δηλοῖ· οὐδʼ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσιν.
再者,没有任何证明能证明这个名称表明了这个事物;因此,定义也不会附加地表明这一点。
Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμός καὶ συλλογισμός φαίνεται ταὐτὸν ὄν, οὔτε ταὐτοῦ συλλογισμός καὶ ὁρισμός· τπρός δὲ τούτοις, ὅτι οὔτε ὁ ὁρισμός οὐδὲν οὔτε ἀποδείκνυσιν οὔτε δείκνυσιν, οὔτε τὸτίέστιν οὐθʼ ὁρισμῷ οὔτʼ ἀποδείξει ἔστι γνῶναι.
因此,从这些情况来看,定义和推论显然不是同一回事,对于同一事物也既没有推论又没有定义;除此之外,定义既不证明也不表明任何东西,而且无论通过定义还是证明,都无法认识“它是什么”。

词汇与语法注释

  1. 92bτραγέλαφος — “鹿角山羊(Tragelaphos)”是古代哲学中常用的代表不存在事物的虚构动物。在此处用于阐释语义学与本体论的重要区别:对于不存在的事物,人们虽然可以知道“该词所指(τί σημαίνει)”,但却无法知道其“本质/怎是(τί ἐστι)”。
  2. 92bτὸ δʼ εἶναι οὐκ οὐσία οὐδενί — 与格 `οὐδενί`(对于任何事物)起领属性或关涉性作用。它表达了亚里士多德的核心本体论命题,即“存在(τὸ εἶναι)”对于任何事物而言都不是其自身实体(本质),因为正如接下来的分句 `οὐ γὰρ γένος τὸ ὄν`(存在不是一个类)所言,存在是一个跨范畴的超越概念,不能充当定义中的特定“类(γένος)”。
  3. 92bτοῦ τί ἐστιν — 此属格依赖于表示可能性的非人称动词 `ἔστι`(即“如果绝无可能[得出/表明]‘它是什么’”),在实质上起到宾格性属格的作用。它指出了如果定义无法作为把握怎是(本质)的途径时所导致的后果(即定义退化为仅是对名称的同义阐释)。

引用这一段

亚里士多德, 前分析篇 §2.2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。