§2.2.16Περὶ δʼ αἰτίου καὶ οὗ σἴτιον ἀπορήσειε μὲν ἄν τις, ἄρα ὅτε ὑπάρχει τὸ αἰτιατόν, καὶ τὸ αἴτιον ὑπάρχει (ὥσπερ εἰ φυλλορροεῖ ἢ ἐκλείπει, καὶ τὸ αἴτιον τοῦ ἐκλείπειν ἢ φυλλορροεῖν ἔσται· οἶον εἰ τοῦτʼ ἔστι τὸ πλατέα ἔχειν τὰ φύλλα, τοῦ δʼ ἐκλείπειν τὸ τὴν γῆν ἐν μέσῳ εἶναι· εἰ γὰρ 98 b μἡ ὑπάρχει, ἄλλο τι ἔσται τὸ αἴτιον αὐτῶν), εἴ τε τὸ αἴτιον ὑπάρχει, ἄμα καὶ τὸ αἰτιατόν (οἷον εἰ ἐν μέσῳ ἡ γῆ, ἐκλείπει, ἢ εἰ πλατύφυλλον, φυλλορροεῖ).
关于原因和被原因者(结果),人们可能会产生一个疑问:是否当结果存在时,原因也必然存在(就像如果树叶脱落或发生月食,那么月食或叶落的原因也将存在——例如,如果叶落的原因是“叶片宽大”,而月食的原因是“地球在中间”;因为如果这些原因不存在,就会有其他某种东西成为它们的原因);以及,如果原因存在,结果是否也同时存在(例如,如果地球在中间,就会发生月食,或者如果是宽叶的,就会落叶)。
εἰ δʼ οὕτως, ἅμʼ ἄν εἴη καὶ δεικνύοιτο διʼ ἀλλήλων.
如果是这样的话,它们就会同时存在,并且可以互相证明。
ἔστω γὰρ τὸ φυλλορροεῖν ἐφʼ οὔ Α, τὸ δὲ πλατύφυλλον ἐφʼ οὗ Β, ἄμπελος δὲ ἐφʼ οὗ Γ. εἰ δὴ τῷ Β ὑπάρχει τὸ (πᾶν γὰρ πλατύφυλλον φυλλορροεῖ), τῷ δὲ Γ ὑπάρχει τὸ Β (πᾶσα γὰρ ἄμπελος πλατύφυλλος), τῷ Γ ὑπάρχει τὸ Α καὶ πᾶσα ἄμτελος φυλλορροεῖ.
因为设落叶为 A,宽叶为 B,葡萄树为 Γ。 如果 A 属于 B(because 凡宽叶的都落叶),而 B 属于 Γ(因为凡葡萄树都是宽叶的),那么 A 就属于 Γ,且每一棵葡萄树都落叶。
αἴτιον δὲ τὸ Β τὸ μέσον.
而原因就是中间项 B。
ἀλλὰ καὶ ὅτι πλατύφυλλον ἡ ἄμπελος, ἔστι διὰ τοῦ φυλλορροεῖν ἀποδεῖξαι.
但是,葡萄树是宽叶的这一事实,也可以通过落叶来证明。
ἔστω γὰρ τὸ μὲν Δ πλατύφυλλον, τὸ δὲ Ε τὸ φυλλορροεῖν, ἄμπελος δὲ ἐφʼ οὗ Ζ. τῷ δὴ Ζ ὑπάρχει τὸ Ε (φυλλορροεῖ γὰρ πᾶσα ἄμπελος), τῷ δὲ E τὸ Δ (ἅπαν γὰρ τὸ φυλλορροοῦν πλατύφυλλον)·
因为设 Δ 为宽叶,Ε 为落叶,葡萄树为 Ζ。 既然 Ε 属于 Ζ(因为凡葡萄树都落叶),而 Δ 属于 Ε(因为凡落叶的都是宽叶的),那么每一棵葡萄树都是宽叶的。
πᾶσα ἄρα ἄμπελος πλατύφυλλον. αἴτιον δὲ τὸ φυλλορροεῖν.
而原因就是落叶。
εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων (τὸ γὰρ αἴτιον πρότερον οὗ αἴτιον, καὶ τοῦ μὲν ἐκλείπειν αἴτιον τὸ ἐν μέσῳ τὴν γῆν εἶναι, τοῦ δʼ ἐν μέσῳ τὴν γῆν εἶναι οὐκ αἴτιον τὸ ἐκλείπειν)—εἰ οὖν ἡ μὲν διὰ τοῦ αὐτίου ἀπόδειξις τοῦ διὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αὐτίου τοῦ ὅτι, ὅτι μὲν ἐν μέσῳ, οἶδε, διότι δʼ οὔ.
但是,如果它们不能互为原因(因为原因在先于被原因者,且地球在中间是月食的原因,而月食不是地球在中间的原因)——那么,如果通过原因的证明是关于“为什么”的证明,而不通过原因的证明是关于“事实”的证明,那么,人虽然知道地球在中间,却不知道为什么。
ὅτι δʼ οὐ τὸ ἐκλείπειν αἴτιον τοῦ ἐν μέσῳ, ἀλλὰ τοῦτο τοῦ ἐκλείπειν, φανερόν·
而月食不是地球在中间的原因,后者才是月食的原因,这是显而易见的。
ἐν γὰρ τῷ λόγῳ τῷ τοῦ ἐκλείπειν ἐνυπάρχει τὸ ἐν μέσῳ, ὥστε δῆλον ὅτι διὰ τούτουω ἐκεῖνο γνωρίεται, ἀλλʼ οὐ τοῦτο διʼ ἐκείνου.
因为在月食的定义中包含了“地球在中间”,所以显而易见,前者是通过后者来被认识的,而不是后者通过前者。
Ἤ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι;
或者,一个事物是否可能存在多个原因?
καὶ γὰρ εἰ ἔστι τὸ αὐτὸ πλειόνων τπρώτων κατηγορεῖσθαι, ἔστω τὸ Α τῷ Β πρώτω ὑπάρχον, καὶ τῷ Γ ἄλλῳ πρώτω, καὶ ταῦτα τοῖς Δ Ε. ὑπάρξει ἄθρα τὸ Α τοῖς Δ Ε. αἴτιον δὲ τῷ μὲν Δ τὸ Β, τῷ δὲ Ε τὸ Γ·
因为,如果同一个事物可以被陈述于多个第一项,那么设 A 第一性地属于 B,又第一性地属于另一个 Γ,而这些又属于 Δ 和 E。 那么 A 就会属于 Δ 和 E。 而对于 Δ 的原因是 B,对于 E 的原因是 Γ。
ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος ἀνάγκη τὸ πρᾶγμα ὑπάρχειν, τοῦ δὲ πράγματος ὑπάρχοντος οὐκ ἀνάγκη πᾶν ὅ ἄν αἴτιον, ἀλλʼ αἴτιον μέν, οὐ μέντοι πᾶν.
因此,在原因存在时,事物必然存在;但在事物存在时,不一定每一种可能的原因都存在,而是会有某种原因存在,但并非所有原因都存在。
ἢ εἰ ἀεὶ καθόλου τὸ πρόβλημά ἐστι, καὶ τὸ αἴτιον ὅλον τι, καὶ οὗ σἴτιον, καθόλου;
或者,如果问题总是普遍的,且原因是一个整体,而被原因者也是普遍的呢?
οἵον τὸ φυλλορροεῖν ὅλῳ τινὶ ἀφωρισμένον, κἄν εἶδη αὐτοῦ ᾖ, καὶ τοισδὶ καθόλου, ἢ φυτοῖς ἢ τοιοισδὶ φυτοῖς·
例如,落叶是限定在某个整体之上的,即使它有不同的种,它对于这些种也是普遍的,或者是对所有植物,或者是对这类植物。
ὥστε καὶ τὸ μέσον ἴσον δεῖ εἶναι ἐπὶ τούτων καὶ οὗ αἴτιον, καὶ ἀντιστρέφειν.
因此,在这些情况下,中间项与被原因者的范围必须相等,并且可以互换。
οἷον διὰ τί τὰ δένδρα φυλλορροεῖ;
例如,为什么树木会落叶?
εἰ δὴ διὰ πῆξιν τοῦ ὑγροῦ, εἴτε φυλλορροεῖ δένδρον, δεῖ ὑπάρχειν πῆξιν,ῇ εἴτε πῆξις ὑπάρχει, μὴ ὁτῳοῦν ἀλλὰ δένδρῳ, φυλλορροεῖν.
如果是因为水分的凝固,那么如果一棵树落叶,就必须存在水分凝固;而如果存在水分凝固——不是在任意事物中,而是在树木中——它就必须落叶。