Humanitext Reader

亚里士多德 · 前分析篇 §2.2.13#1

通过属性选择与划分法确立事物本质的定义

第 118 段,共 123 段 · 希腊语

内容简介

本文讨论了如何通过选择并结合定义属性来确立事物的本质,并提出了一种根据差异进行系统划分的方法,以确保定义的完整性,同时指出这并不需要预先知晓所有存在的事物。

§2.2.13#1Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, καὶ τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἕστιν, εἴρηται τπρότερον· πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, νῦν λέγωμεν.
因此,关于“它是什么”如何归属于定义,以及在何种方式下存在或不存在对其的证明或定义,前面已经谈过;但如何应当探求在“它是什么”中所陈述的属性,我们现在来讨论。
Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει ἐπὶ τπλέον, οὐ μέντοι ἔξω τοῦ γένους.
在每个事物始终具有的属性中,有些属性范围更广,但并不超出该事物的类。
λέγω δὲ ἐπὶ πλέον ὑπάρχειν ὅσα ὑπάρχει μὲν ἑκάστῳ καθόλου, οὐ μὴν ἀλλὰ καὶ ἄλλῳ.
我说范围更广地具有,是指那些普遍地属于每个事物,但同时也属于其他事物的属性。
οἷον ἔστι τι ὅ πάσῃ τριάδι ὑπάρχει, ἀλλὰ καὶ μὴ τριάδι, ὥσπερ τὸ ὂν ὑπάρχει τῇ τριάδι, ἀλλὰ καὶ μὴ ἀριθμῷ, ἀλλὰ καὶ τὸ περιττὸν ὑπάρχει τε πάσῃ τριάδι καὶ ἐπὶ πλέον ὑπάρχει (καὶ γὰρ τῇ πεντάδι ὑπάρχει), ἀλλʼ οὐκ ἕξω τοῦ γένους· ἡ μὲν γὰρ πεντὰς ἀριθμός, οὐδὲν δὲ ἔξω ἀριθμοῦ περιττόν.
例如,有某种属性属于每一个三,但也属于非三的事物,正如“存在”属于三,但也属于非数的事物;但“奇数”也属于每一个三,且范围更广(因为他也属于五),但并不超出数的类;因为五是数,而数之外没有奇数。
τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἔως τοσαῦτα ληφθῇ πρῶτον ὧν ἕκαστον μὲν ἐπὶ πλέον ὑπάρξει, ἅπόντα δὲ μὴ ἐπὶ πλέον· ταύτην γὰρ ἀνάγκη οὐσίαν εἶναι τοῦ πράγματος.
因此,应当一直取得这类属性,直到首先取得这样一些属性,其中每一个属性虽然范围更广,但所有属性结合起来却不再范围更广;因为这必定是该事物的本质。
οἷον τριάδι ὑπάρχει πάσῃ ἀριθμός, τὸ περιττόν, τὸ πρῶτον ἀμφοτέρως, καὶ ὡς μὴ μετρεῖσθαι ἀριθμῷ καὶ ὡς μὴ συγκεῖσθαι ἐξ ἀριθμῶν.
例如,每一个三都具有:数、奇数、在两种意义上的第一(即既不能被数整除,也不是由数合成的)。
τοῦτο τοίνυν ἤδη ἐστὶν ή τριάς, ἀριθμὸς περιττὸς πρῶτος καὶ ὡδὶ πρῶτος.
因此,这已经就是“三”:一个奇数的、第一的、且在上述意义上是第一的数。
τούτῶν γὰρ ἕκαστον, τὰ μὲν καὶ τοῖς περιττοῖς πᾶσιν ὑπάρχει, τὸ δὲ τελευταῖον καὶ τῇ δυάδι, πάντα δὲ οὐδενί.
因为在这些属性中,有些也属于所有奇数,而最后一个也属于二,但它们全部结合起来则不属于任何其他事物。
ἐπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω ὅτι καθόλου μέν ἐστι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα (τὰ καθόλου δὲ ἀναγκαῖα), τῇ δὲ τριάδι, καὶ ἐφʼ οὗ ἄλλου οὕτω λαμβάνεται, ἐν τῷ τί ἐστι τὰ λαμβανόμενα, οὕτως ἐξ ἀνάγκης μὲν ἄν εἴη τριὰς ταῦτα.
既然我们在前面已经表明,在“它是什么”中陈述的属性是普遍的(而普遍者是必然的),并且对于三以及其他以同样方式取得的事物来说,所取得的属性是在“它是什么”之中的,因此,三必然就是这些属性的结合。
ὅτι δʼ οὐσία, ἐκ τῶνδε δῆλον.
至于这是本质,从以下几点可以明显看出。
ἀναάγκη γάρ, εἰ μὴ τοῦτο ἦν τριάδι εἶναι, οἶον γένος τι εἶναι τοῦτο, ἢ ὐνομασμένον ἢ ἀνώνυμον.
因为,如果这不是“作为三的存在”,这必定是某种作为类的东西,无论是已命名的还是未命名的。
ἔσται τοίνυν ἐπὶ πλέον ἢ τῇ τριάδι ὑπάρχον.
那么它就将比三范围更广。
ὑποκείσθω γὰρ τοιοῦτον εἶναι τὸ γένος ὥστε ὑπάρχειν κατὰ δύναμιν ἐπὶ πλέον.
因为类被假设为具有可能范围更广的本性。
εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλᾳῳ ἢ ταῖς ἀτόμοις τριάσι, τοῦτʼ ἄν εἴη τὸ τριάδι εἶναι (ὑποκείσθω γὰρ καὶ τοῦτο, ἡ οὐσία ἡ ἑκάστου εἶναι ἡ ἐπὶ τοῖς ἀτόμοις ἔσχατος τοιαύτη κατηγορία)· ὥστε ὁμοίως καὶ ἄλλῳ ὁτῳοῦν τῶν οὕτω δειχθέντων τὸ αὐτῷ εἶναι ἔσται.
因此,如果它不属于除了个别的三之外的任何其他事物,这也就是“作为三的存在”(因为这也被假设:每个事物的本质是对个别事物的最后一类此类陈述);因此,对于以同样方式证明的任何其他事物,其自身的本质也将是如此。
Χρὴ δέ, ὅταν ὅλον τι πραγματεύηταί τις, διελεῖν τὸγένος εἰς τὰ ἄτομα τῷ εἶδει τὰ πρῶτα, οἷον ἀριθμὸν εἰς τριάδα καὶ δυάδα, εἴθ’ οὕτως ἐκείνων ὁρισμοὺς πειρᾶσθαι λαμβάνειν, οἷον εὐθείας γραμμῆς καὶ κύκλου, καὶ ὀρθῆς γωνίας, μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος, οἷον πότερον τῶν ποσῶν ἢ τῶν ποιῶν, τὰ ἴδιαα πάθη θεωρεῖν διὰ τῶν κοινῶν πρώτων.
此外,当有人研究某个整体课题时,必须首先将类分割为在种上不可再分的最初事物,例如将数分割为三和二,然后以这种方式尝试取得这些事物的定义,例如直线的定义、圆的定义以及直角的定义。 在此之后,在把握了该类是什么(例如是属于数量还是属于质量)之后,通过最初的共同项来考察其特有的属性。
τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα, διὰ τὸ ἀρχὴν εἶναι πάντων τὸν ὁρισμόν καὶ τὸ ἁπλοῦν καὶ τοῖς ἁπλοῖς καθʼ αὑτὰ ὑπάρχειν τὰ συμβαίνοντα μόνοις, τοῖς δʼ ἄλλοις κατʼ ἐκεῖνα.
因为对于由那些不可再分的事物所合成的事物,所发生的属性将通过定义变得明显,因为定义是一切事物的起点且是简单的,并且所发生的属性仅因其自身而属于简单的事物,而属于其他事物则是通过那些简单的事物。
αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφορὰς χρήσιμοί εἰσιν εἰς τὸ οὕτω μετιέναι· ὡς μέντοι δεικνύουσιν, εἶρηται ἐν τοῖς πρότερον.
而根据差异进行的分割对于如此进行追求是有用的;然而它们如何进行证明,已在前面说过。
χρήσιμοι δʼ ἄν εἶεν ὧδε μόνον πρὸς τό συλλογίζεσθαι τὸ τί ἐστιν.
为了推论出“它是什么”,它们仅在以下方式中是有用的。
καίτοι δόξειέν γʼ ἄν οὐδέν, ἀλλʼ εὐθὺς λαμβάνειν ἅπαντα, ὥσπερ ἄν εἰ ἐξ ἀρχῆς ἐλάμβανέ τις ἄνευ τῆς διαιρέσεως.
然而,有人可能会认为它们毫无用处,而只需直接取得所有项,就像从一开始就不经过分割而取得它们一样。
διαφέρει δέ τι τὸ πρῶτον καὶ ὕστερον τῶν κατηγορουμένων κατηγορεῖσθαι, οἷον εἰπεῖν ζῷον ἥμερον δίπουν ἢ δίπουν ἴον ἥμερον.
但作为陈述的项,其陈述的先后顺序是有所不同的,例如说“温顺的两足动物”还是“两足的温顺动物”。
εἰ γὰρ ἅπαν ἐκ δύο ἐστί, καὶ ἕν τι τὸ ζῷον ἥμερον, καὶ πάλιν ἐκ τούτου καὶ τῆς διαφορᾶς ὁ ἄνθρωπος ἢ ὅ τι δήποτʼ ἐστὶ τὸ ἓν νόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι.
因为如果一切都是由两部分组成的,“温顺动物”是一个整体,而这又与差异结合产生人,或者无论产生了什么合而为一的东西,那么在分割之后提出要求就是必然的。
Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν ἐν τῷ τί ἐστιν οὕτω μόνως ἐνδέχεται.
此外,为了在“它是什么”中毫无遗漏,只有通过这种方式才有可能。
ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος, ἄν μὲν τῶν κάτωθέν τινα διαιρέσεων λαμβάνῃ, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο, οἷον οὐ πᾶν ζῷον ἢ ὁλόπτερον ἢ σχιζόπτερον, ἀλλὰ πτήνον ζῷον ἅπαν· τούτου γὰρ διαφορὰ αὕτη.
因为当第一个类被取得时,如果有人取得其下层的某种分割,并非所有事物都会落入其中——例如,并非所有动物都是全翅的或裂翅的,但所有有翅的动物都是如此;因为这是有翅动物的差异。
πρώτη δὲ διαφορά ἐστι ζῴ εἰς ἣν ἅπαν ζῷον ἐμπίπτει.
但动物的第一个差异是所有动物都落入其中的差异。
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπʼ αὐτό, οἷον ὄρνιθος, εἰς ἣν ἅπας ὄρνις, καὶ ἰχθύος, εἰς ἣν ἅπας ἰχθύς.
同样,对于其他每一个事物也是如此,无论是外部的类还是其下的类,例如鸟类中所有鸟都落入其中的差异,鱼类中所有鱼都落入其中的差异。
οὕτω μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι ὅτι οὐδὲν παραλέλειπται· ἄλλως δὲ καὶ παραλιπεῖν ἀναγκαῖον·
对于以这种方式进行的人来说,能够知道没有遗漏任何东西;但在任何其他方式下,遗漏就是必然的,并且也无法知道。
καὶ μὴ εἰδέναι, οὐδὲν δὲ δὲ τὸν ὁριζόμενον καὶ διαιρούμενον ἅπόντα εὐδέναι τὰ ὄντα.
而且,定义和分割的人完全不需要知道所有存在的事物。
καίτοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εὐδέναι τὰς τπρὸς ἕκαστον μὴ εὐδότα ἕκαστον· ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι·
然而有人说,在不知道每一个具体事物的情况下,不可能知道每个事物的差异;而没有差异,就不可能知道每一个具体事物。
οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτῳ, οὗ δὲ διαφέρει, ἕτερον τούτου.
因为,凡与某物无差异的,即与该物相同,而与某物有差异的,即是该物之外的其他事物。

词汇与语法注释

  1. 35ὧν ἕκαστον μὲν ἐπὶ πλέον ὑπάρξει, ἅπαντα δὲ μὴ ἐπὶ πλέον — 关系代名词 `ὧν` 以其前的 `τοσαῦτα` 为先行词,并在句中作为部分属格修饰 `ἕκαστον` 和 `ἅπαντα`。`ἕκαστον μὲν`(每一个单独)与 `ἅπαντα δὲ`(所有结合)的对比在句法上表达了亚里士多德的定义原理:尽管单个定义属性的适用范围比定义对象更广,但它们的结合体却与定义对象完全等值。
  2. 5τῇ δὲ τριάδι, καὶ ἐφʼ οὗ ἄλλου οὕτω λαμβάνεται, ἐν τῷ τί ἐστι τὰ λαμβανόμενα — 此处是 `ἐπεὶ δὲ δεδήλωται...`(因为……已被表明)引导的从属句的后半部分,与前方的 `ὅτι καθόλου μέν ἐστι...` 相呼应。与格的 `τῇ δὲ τριάδι` 以及关系从句 `ἐφʼ οὗ ἄλλου οὕτω λαμβάνεται`(以及对于其他以此方式取得的事物)作为关系与格,表明主语 `τὰ λαμβανόμενα`(所取得的属性)“在‘它是什么’之中”属于它们。在语境中,需要补足省略的存在动词或表示属于的动词。
  3. 10ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον μὴ εἰδότα ἕκαστον — 在“对格+不定式”结构 `ἀδύνατόν ... εἶναι`(……是不可能的)中,否定分词的阳性单数对格形式 `μὴ εἰδότα`(不了解的人、在不了解的情况下)充当不定式 `εἰδέναι`(去认识)的主语。其中,`τὰς διαφορὰς τὰς πρὸς ἕκαστον`(针对每个事物的差异)是 `εἰδέναι` 的直接宾语,而其后的 `ἕκαστον` 则是分词 `μὴ εἰδότα` 的宾语。必须准确区分两个 `ἕκαστον`(前者指各个事物,后者指具体每一个事物本身)的语法角色。

引用这一段

亚里士多德, 前分析篇 §2.2.13#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.2.13%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。