§2.1.4Ἐπεὶ δʼ ἀδύνατον ἄλλως ἔχειν οὗ ἔστιν ἐπιστήμη ἀπλῶς, ἀναγκαῖον ἂν εἴη τὸ ἐπιστητὸν τὸ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην·
既然对于绝对知识的对象而言,它不可能处于其他状态,那么遵循证明性知识的可知之物就必然是必然的。
ἀποδεικτικὴ δʼ ἐστὶν ἣν ἔχομεν τῷ ἔχειν ἀπόδειξιν.
而证明性知识,即是我们因拥有证明而拥有的知识。
ἐξ ἀναγκαίων ἄρα συλλογισμός ἐστιν ἡ ἀπόδειξις.
因此,证明是从必然前提做出的推论。
ληπτέον ἄρα ἐκ τίνων καὶ ποίων αἱ ἀποδείξεις εἰσίν.
我们因此必须掌握,证明是由什么事物、以及何种事物所构成的。
πρῶτον δὲ διορίσωμεν τί λέγομεν τὸ κατὰ παντὸς καὶ τί τὸ καθʼ αὑτὸ καὶ τί τὸ καθόλου.
但首先,让我们界定我们所说的‘对于所有’、‘依其自身’和‘普遍’是指什么。
Κατὰ παντὸς μὲν οὖν τοῦτο λέγω ὃ ἂν ᾖ μὴ ἐπὶ τινὸς μὲν τινὸς δὲ μή, μηδὲ ποτὲ μὲν ποτὲ δὲ μή, οἷον εἰ κατὰ παντὸς ἀνθρώπου ζῷον, εἰ ἀληθὲς τόνδʼ εἰπεῖν ἄνθρωπον, ἀληθὲς καὶ ζῷον, καὶ εἰ νῦν θάτερον, καὶ θάτερον, καὶ εἰ ἐν πάσῃ γραμμῇ στιγμή, ὡσαύτως.
因此,我所谓的‘对于所有’,是指某种既不会对某些存在而对另一些不存在,也不会在某些时候存在而在另一些时候不存在的属性;例如,如果‘动物’对于所有人成立,那么如果称这人为‘人’是真的,称他为‘动物’也是真的,并且如果现在前者成立,后者也现在成立;如果每个线段中都存在点,也是同样的道理。
σημεῖον δέ· καὶ γὰρ τὰς ἐνστάσεις οὕτω φέρομεν ὡς κατὰ παντὸς ἐρωτώμενοι, ἢ εἰ ἐπί τινι μή, ἢ εἴ ποτε μή.
证据就在于:当我们在面临关于‘对于所有’的询问时,如果我们认为在某些情况下不成立,或者在某些时候不成立,我们就会以此提出反驳。
Καθʼ αὐτὰ δʼ ὅσα ὑπάρχει τε ἐν τῷ τί ἐστιν, οἷον τριγώνῳ γραμμὴ καὶ γραμμῇ στιγμή (ἡ γὰρ οὐσία αὐτῶν ἐκ τούτων ἐστί, καὶ ἐν τῷ λόγῳ τῷ λέγοντι τί ἐστιν ἐνυπάρχει), καὶ ὅσοις τῶν ὑπαρχόντων αὐτοῖς αὐτὰ ἐν τῷ λόγῳ ἐνυπάρχουσι τῷ τί ἐστι δηλοῦντι, οἷον τὸ εὐθὺ ὑπάρχει γραμμῇ καὶ τὸ περιφερές, καὶ τὸ περιττὸν καὶ ἄρτιον ἀριθμῷ, καὶ τὸ πρῶτον καὶ σύνθετον, καὶ ἰσόπλευρον καὶ ἑτερόμηκες· καὶ πᾶσι τούτοις ἐνυπάρχουσιν ἐν τῷ λόγῳ τῷ τί ἐστι λέγοντι ἔνθα μὲν γραμμὴ ἔνθα δʼ ἀριθμός.
而‘依其自身’存在的,第一是指那些存在于‘它是什么’之中的属性,例如线之于三角形,点之于线(因为它们的实质是由这些组成的,并且这些也包含在说明它们是什么的定义之中);第二是指在那些属于它们的属性中,它们自身包含在阐明其是什么的定义之中;例如直和弯属于线,奇和偶属于数,以及素和合,正方数和长方数也一样;在所有这些属性中,在阐明其是什么的定义里,一则包含了线,一则包含了数。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τὰ τοιαῦθʼ ἑκάστοις καθʼ αὑτὰ λέγω, ὅσα δὲ μηδετέρως ὑπάρχει, συμβεβηκότα, οἷον τὸ μουσικὸν ἢ λευκὸν τῷ ζῴῳ.
同样地,在其他事物的情况下,我也将此类事物称为各主体的‘依其自身’,而在这两种方式之外所具有的属性,我则称为‘偶性’,例如动物的教养或白色。
ἔτι ὅ μὴ καθʼ ὑποκειμένου λέγεται ἄλλου τινός, οἷον τὸ βαδίζον ἕτερόν τι ὂν βαδίζον ἐστὶ καὶ τὸ λευκὸν 〈λευκόν〉, ἡ δʼ οὐσία, καὶ ὅσα τόδε τι σημαίνει, οὐχ ἕτερόν τι ὄντα ἐστὶν ὅπερ ἐστίν.
此外,第三是指那些不作为其他底层主体的述语而说的东西;例如,“步行者”是因为作为其他某种事物才是步行者,“白色物”也是因为是其他某种事物才是白色物,但实质以及任何表示“这个”的事物,并非因为是其他某种事物才成为其所是。
τὰ μὲν δὴ μὴ καθʼ ὑποκειμένου καθʼ αὐτὰ λέγω, τὰ δὲ καθʼ ὑποκειμένου συμβεβηκότα.
因此,我不作为底层主体的述语而说的东西称为‘依其自身’,而作为底层主体的述语而说的东西则称为‘偶性’。
ἔτι δʼ ἄλλον τρόπον τὸ μὲν διʼ αὑτὸ ὑπάρχον ἑκάστῳ καθʼ αὑτό, τὸ δὲ μὴ διʼ αὐτὸ συμβεβηκός, οἷον εἰ βαδίζοντος ἤστραψε, συμβεβηκός· οὐ γὰρ διὰ τὸ βαδίζειν ἤστραψεν, ἀλλὰ συνέβη, φαμέν, τοῦτο.
此外,以另一种方式(第四种),因自身而属于各主体的属性是‘依其自身’,而不因自身而属于的是‘偶性’;例如,如果某人在走路时打雷闪电,这就是偶性;因为并不是因为他走路而闪电,我们说,这只是偶然发生的。
εἰ δὲ διʼ αὑτό, καθʼ αὐτό, οἷον εἴ τι σφαττόμενον ἀπέθανε, καὶ κατὰ τὴν σφαγήν, ὅτι διὰ τὸ σφάττεσθαι, ἀλλʼ οὐ συνέβη σφαττόμενον ἀποθανεῖν.
但如果是因自身而属于,那就是‘依其自身’;例如,如果某个东西在被宰杀时死去了,并且是由于被宰杀而死,因为它是由于被宰杀而死,而不是偶然在被宰杀时死去的。
τὰ ἄρα λεγόμενα ἐπὶ τῶν ἁπλῶς ἐπιστητῶν καθʼ αὑτὰ οὕτως ὡς ἐνυπάρχειν τοῖς κατηγορουμένοις ἢ ἐνυπάρχεσθαι διʼ αὐτά τέ ἐστι καὶ ἐξ ἀνάγκης.
因此,在绝对可知的事物中,凡是由于包含在述语中、或包含述语而被称为‘依其自身’的事物,都既是因为其自身而存在,也是必然存在的。
οὐ γὰρ ἐνδέχεται μὴ ὑπάρχειν ἢ ἀπλῶς ἢ τὰ ἀντικείμενα, οἷον γραμμῇ τὸ εὐθύ ἢ τὸ καμπύλον καὶ ἀριθμῷ τὸ περιττὸν ἢ τὸ ἄρτιον.
因为它们不可能不属于,无论是在绝对意义上,还是作为相反者之一;例如,直或弯之于线,以及奇或偶之于数。
ἔστι γὰρ τὸ ἐναντίον ἢ στέρησις ἢ ἀντίφασις ἐν τῷ αὐτῷ γένει, οἷον ἄρτιον τὸ μὴ περιττὸν ἐν ἀριθμοῖς ᾗ ἕπεται.
因为相反者是同一属之中的某种缺乏,或是矛盾;例如,在数之中,偶数就是那非奇数者,只要这随之而来。
ὥστʼ εἰ ἀνάγκη φάναι ἢ ἀποφάναι, ἀνάγκη καὶ τὰ καθʼ αὐτὰ ὑπάρχειν.
因此,如果肯定或否定是必然的,那么依其自身而属于的属性也是必然存在的。
Τὸ μὲν οὖν κατὰ παντὸς καὶ καθʼ αὑτὸ διωρίσθω τὸν τρόπον τοῦτον·
那么,“对于所有”和“依其自身”就以此种方式界定。
καθόλου δὲ λέγω ὃ ἂν κατὰ παντός τε ὑπάρχῃ καὶ καθʼ αὑτὸ καὶ ᾗ αὐτό.
现在,我所谓的‘普遍’,是指那些既属于所有,又依其自身存在,且因其自身而属于的属性。
φανερόν ἄρα ὅτι ὅσα καθόλου, ἐξ ἀνάγκης ὑπάρχει τοῖς πράγμασιν.
所以,显而易见,凡是普遍属于的,都必然地属于事物。
τὸ καθʼ αὑτὸ δὲ καὶ ᾗ αὐτὸ ταὐτόν, οἷον καθʼ αὐτὴν τῇ γραμμῇ ὑπάρχει στιγμὴ καὶ τὸ εὐθύ (καὶ γὰρ ᾗ γραμμή), καὶ τῷ τριγώνῳ ᾗ τρίγωνον δύο ὀρθαί (καὶ γὰρ καθʼ αὑτὸ τὸ τρίγωνον δύο ὀρθαῖς ἴσον).
而‘依其自身’和‘因其自身而属于’是相同的;例如,点和直依其自身而属于线(因为它们是在其为线的限度内属于线的),并且二直角在其为三角形的限度内属于三角形(因为三角形依其自身就等于二直角)。
τὸ καθόλου δὲ ὑπάρχει τότε, ὅταν ἐπὶ τοῦ τυχόντος καὶ πρώτου δεικνύηται.
而普遍的属于则是发生在:当属性被证明属于任意一个主体、并且是首要的主体之时。
οἷον τὸ δύο ὀρθὰς ἔχειν οὔτε τῷ σχήματί ἐστι καθόλου (καίτοι ἔστι δεῖξαι κατὰ σχήματος ὅτι δύο ὀρθὰς ἔχει, ἀλλʼ οὐ τοῦ τυχόντος σχήματος, οὐδὲ χρῆται τῷ τυχόντι σχήματι δεικνύς· τὸ γὰρ τετράγωνον σχῆμα μέν, οὐκ ἔχει δὲ δύο ὀρθαῖς ἴσας)— τὸ δʼ ἰσοσκελὲς ἔχει μὲν τὸ τυχὸν δύο ὀρθαῖς ἴσας, ἀλλʼ οὐ πρῶτον, ἀλλὰ τὸ τρίγωνον πρότερον.
例如,具有二直角之和对于图形而言并不是普遍的(虽然可以对某个图形证明它具有二直角之和,但不能对任意一个图形证明,证明时也不能使用任意一个图形;因为正方形虽然是图形,但其内角和并不等于二直角)——而等腰三角形在任意情况下确实具有二直角之和,但它并不是首要的,而是三角形更为在先。
ὃ τοίνυν τὸ τυχὸν πρῶτον δείκνυται δύο ὀρθὰς ἔχον ἢ ὁτιοῦν ἄλλο, τούτῳ πρώτῳ ὑπάρχει καθόλου, καὶ ἡ ἀπόδειξις καθʼ αὑτὸ τούτου καθόλου ἐστί, τῶν δʼ ἄλλων τρόπον τινὰ οὐ καθʼ αὑτό, οὐδὲ τοῦ ἰσοσκελοῦς οὐκ ἔστι καθόλου ἀλλʼ ἐπὶ πλέον.
因此,作为首要的任意主体被证明具有二直角之和(或任何其他属性)的东西,该属性便首要地普遍属于它,而对于它自身的证明也是普遍的,但对于其他事物而言,在某种意义上它并不是依其自身的,它对于等腰三角形也不是普遍的,而是超出了它。