Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.3

第一原理的非证明性认识与循环证明的不可能性

第 81 段,共 123 段 · 希腊语

内容简介

本章批判了关于知识可能性的两种错误观点(一因第一原理不可证明而全盘否定知识,二主张通过循环证明使一切皆可证明),并论证了对无中介基本原理进行非证明性认识的必要性,同时揭示了循环证明在结构上的不可能性与局限性。

§2.1.3Ἐνίοις μὲν οὖν διὰ τὸ δεῖν τὰ πρῶτα ἐπίστασθαι οὐ δοκεῖ ἐπιστήμτη εἶναι, τοῖς δʼ εἶναι μέν, πάντων μέντοι ἀπόδειξις εἶναι·
因此,对某些人来说,由于必须知道第一原理,他们认为知识并不存在;而对另一些人来说,知识确实存在,但他们认为一切事物都是有证明的。
ὧν οὐδέτερον οὔτʼ ἀληθὲς οὔτʼ ἀναγκαῖον.
这两种观点既不真实,也非必然。
οἱ μὲν γὰρ ὑποθέμενοι μὴ εἶναι ὅλως ἐπίστασθαι, οὗτοι εἰς ἄπειρον ἀξιοῦσιν ἀνάγεσθαι ὡς οὐκ ἂν ἐπισταμένους τὰ ὕστερα διὰ τὰ πρότερα, ὧν μὴ ἔστι πρῶτα, ὀρθῶς λέγοντες· ἀδύνατον γὰρ τὰ ἄπειρα διελθεῖν.
因为那些假设根本不存在知识的人,主张必须进行无限还原,其理由是,如果没有第一原理,我们就无法通过在先的事物来获知在后的事物——这种说法是正确的;因为穿越无限个事物是不可能的。
εἴ τε ἵσταται καὶ εἰσὶν ἀρχαί, ταύτας ἀγνώστους εἶναι ἀποδείξεώς γε μὴ οὔσης αὐτῶν, ὅπερ φασὶν εἶναι τὸ ἐπίστασθαι μόνον·
而如果还原终止并且存在起点,他们则说这些原理是不可知的,因为它们没有证明,而他们声称只有通过证明才是唯一的获知方式。
εἰ δὲ μὴ ἔστι τὰ πρῶτα εὐδέναι, οὐδὲ τὰ ἐκ τούτων εἶναι ἐπίστασθαι ἁπλῶς οὐδὲ κυρίως, ἀλλʼ ἐξ ὑποθέσεως, εἰ ἐκεῖνα ἔστιν.
但是,如果不可能知道第一原理,那么源于这些原理的事物也就不能被绝对地或真正地知道,而只能基于“那些原理存在”的假设。
οἱ δὲ περὶ μὲν τοῦ ἐπίστασθαι ὁμολογοῦσι· διʼ ἀποδείξεως γὰρ εἶναι μόνον· ἀλλὰ πάντων εἶναι ἀπόδειξιν οὐδὲν κωλύειν· ἐνδέχεσθαι γὰρ κύκλῳ γίνεσθαι τὴν ἀπόδειξιν καὶ ἐξ ἀλλήλων.
另一组人在关于“获知”这一点上表示赞同,因为他们说这只能通过证明来达到;但他们认为,没有什么能阻止一切事物都具有证明,因为证明可以循环进行并互为因果。
Ἡμεῖς δέ φαμεν οὔτε πᾶσαν ἐπιστήμτην ἀποδεικτικὴν εἶναι, ἀλλὰ τὴν τῶν ἀμέσων ἀναπόδεικτον (καὶ τοῦθʼ ὅτι ἀναγκαῖον, φανερόν· εἰ γὰρ ἀνάγκη μὲν ἐπίστασθαι τὰ πρότερα καὶ ἐξ ὧν ἡ ἀπόδειξις, ἶσταται δέ ποτε τὰ ἄμεσα, ταῦτʼ ἀναπόδεικτα ἀνάγκη εἶναι)ταῦτά τʼ οὖν οὕτω λεγομεν, καὶ οὐ μόνον ἐπιστήμτην ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης εἶναί τινά φαμεν, τοὺς ὅρους γνωρίζομεν.
但我们说,并非所有的知识都是证明性的,相反,无中介的事物的知识是不可证明的(这一点是必然的,这是显而易见着;因为如果必须知道在先的事物以及作为证明出发点的事物,并且无中介的事物最终必须终止,那么这些无中介的事物就必然是不可证明的)。 因此,我们这样主张,并且我们说不仅存在着知识,还存在着知识的起点,凭借它我们认识定义。
κύκλῳ τε ὅτι ἀδύνατον ἀποδείκνυσθαι ἀπλῶς, δῇλον, εἴπερ ἐκ προτέρων δεῖ τὴν ἀπόδειξιν εἶναι καὶ γνωριμωτέρων·
同时,显然在绝对意义上进行循环证明是不可能的,因为证明必须源于在先且更易知的事物。
ἀδύνατον γάρ ἐστι τὰ αὐτὰ τῶν αὐτῶν ἅμα πρότερα καὶ ὕστερα εἶναι, εἰ μὴ τὸν ἕτερον τρόπον, οἷον τὰ μὲν πρὸς ἡμᾶς τὰ δʼ ἁπλῶς, ὅνπερ τρόπον ἡ ἐπαγωγὴ ποιεῖ γνώριμον.
因为相同的事物不可能同时对于相同的事物既是在先的又是在后的,除非是以另一种方式,例如一些对我们而言在先,另一些则在绝对意义上在先,这也正是归纳使其易知的方式。
εἰ δʼ οὕτως, οὐκ ἂν εἴη τὸ ἁπλῶς εἰδέναι καλῶς ὡρισμένον, ἀλλὰ διττόν· ἢ οὐχ ἀπλῶς ἡ ἑτέρα ἀπόδειξις, γινομένη γʼ ἐκ τῶν ἡμῖν· γνωριμωτέρων.
但如果这样,绝对地知道这一概念就不能算是得到了很好的定义,而是双重的;或者,那源于对我们而言更易知之物的另一种证明,在绝对意义上就不是证明。
συμβαίνει δὲ τοῖς λέγουσι κύκλῳ τὴν ἀπόδειξιν εἶναι οὐ μόνον τὸ νῦν εἰρημένον, ἀλλ᾿ οὐδὲν ἄλλο λέγειν ἢ ὅτι τοῦτʼ ἔστιν εἰ τοῦτʼ ἔστιν· οὕτω δὲ πάντα ῥάδιον δεῖξαι.
此外,对于那些主张证明是循环的人来说,不仅会发生刚才所说的情况,而且他们实际上等于什么也没说,只是说“如果这存在,这便存在”;而通过这种方式,要证明一切都是容易的。
δῆλον δʼ ὅτι τοῦτο συμβαίνει τριῶν ὅρων τεθέντων.
显然,当设定三个名辞时,这种情况就会发生。
τὸ μὲν γὰρ διὰ πολλῶν ἢ διʼ ὀλίγων ἀνακάμπτειν φάναι οὐδὲν διαφέρει, διʼ ὀλίγων δʼ ἢ δυοῖν.
因为说通过许多项还是通过少数项折返并没有区别,通过少数项还是通过两项也是一样。
ὅταν γὰρ τοῦ Α ὄντος ἐξ ἀνάγκης ᾖ τὸ Β, τούτου δὲ τὸ Γ, τοῦ Α ὄντος ἔσται τὸ Γ. εἰ δὴ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, τούτου δʼ ὄντος τὸ (τοῦτο γὰρ ἦν τὸ κύκλῳ), κείσθω τὸ ἐφʼ οὗ τὸ Γ. τὸ οὖν τοῦ Β ὄντος τὸ Α εἶναι λέγειν ἐστὶ τὸ Γ εἶναι λέγειν, τοῦτο δʼ ὅτι τοῦ Α ὄντος τὸ Γ ἔστι· τὸ δὲ Γ τῷ Α τὸ αὐτό.
因为当A存在时,B必然存在,而B存在时,C必然存在,那么A存在时,C就会存在。 如果A存在时,B必然存在,而这存在时,那存在(因为这就是循环),那么就让C放在C的位置上。 因此,说B存在时A存在,就是说C存在,而这就是说A存在时C存在;但C与A是同一的。
ὥστε συμβαίνει λέγειν τοὺς κύκλῳ φάσκοντας εἶναι τὴν ἀπόδειξιν οὐδὲν ἕτερον πλὴν ὅτι τοῦ Α ὄντος τὸ Α ἔστιν.
所以,主张证明是循环的人,实际上等于什么也没说,只是说A存在时A存在。
οὕτω δὲ πάντα δεῖξαι ῥᾴδιον.
而通过这种方式,证明一切都是容易的。
Οὐ μὴν ἀλλʼ οὐδὲ τοῦτο δυνατόν, πλὴν ἐπὶ τούτων ὅσα ἀλλήλοις ἕπεται, ὥσπερ τὰ ἴδια.
然而,甚至这也同样是不可能的,除非是在那些相互伴随的事物(例如固有属性)的情况下。
ἑνὸς μὲν οὖν κειμένου δέδεικται ὅτι οὐδέποτʼ ἀνάγκη τι εἶναι ἕτερον (λέγω δʼ ἑνός, ὅτι οὔτε ὅρου ἑνὸς οὔτε θέσεως μιᾶς τεθείσης), ἐκ δύο δὲ θέσεων πρώτων καὶ ἐλαχίστων ἐνδέχεται, εἴπερ καὶ συλλογίσασθαι.
现在,当只有一个条件被置下时,已经证明了绝不会有其他什么事物必然存在(我所说的“一个”,是指仅有一个名辞或一个设定被置下时都无法如此),但如果确实能够进行推论,那么从两个最初且最小的设定出发则是可能的。
ἐὰν μὲν οὖν τό τε Α τῷ Β καὶ τῷ Γ ἕπηται, καὶ ταῦτʼ ἀλλήλοις καὶ τῷ Α, οὕτω μὲν ἐνδέχεται ἐξ ἀλλήλων δεικνύναι πάντα τὰ αἰτηθέντα ἐν τῷ πρώτῳ σχήματι, ὡς δέδεικται ἐν τοῖς περὶ συλλογισμοῦ, δέδεικται δὲ καὶ ὅτι ἐν τοῖς ἄλλοις σχήμασιν ἢ οὐ γίνεται συλλογισμὸς ἢ οὐ περὶ τῶν ληφθέντων.
因此,如果A伴随着B和C,而它们又相互伴随且伴随着A,那么通过这种方式,就可以在第一格中互为证明所有要求的结论,正如在《关于推论》中所证明的那样。 并且也已经证明,在其他格中,要么推论不能成立,要么与所取的前提无关。
τὰ δὲ μὴ ἀντικατηγορούμενα οὐδαμῶς ἔστι δεῖξαι κύκλῳ, ὥστʼ ἐπειδὴ ὀλίγα τοιαῦτα ἐν ταῖς ἀποδείξεσι, φανερὸν ὅτι κενόν τε καὶ ἀδύνατὸν τὸ λέγειν ἐξ ἀλλήλων εἶναι τὴν ἀπόδειξιν καὶ διὰ τοῦτο πάντων ἐνδέχεσθαι εἶναι ἀπόδειξιν.
而不能相互作为述语的事物,则绝不可能进行循环证明;因此,既然在证明中这样(相互伴随)的事物很少,显而易见,认为证明是互为因果的、并因此一切事物都可以有证明的说法,是空洞且不可能的。

词汇与语法注释

  1. 5τοῖς δʼ εἶναι μέν — 本句解释了作为动词 `δοκεῖ` 的另一个主语所代表的群体(`τοῖς δʼ`)的观点。与前述不可知论观点相对立,他们主张知识确实存在(`εἶναι μέν`),但认为一切事物都是有证明的(`πάντων μέντοι ἀπόδειξις εἶναι`)。
  2. 8ὡς οὐκ ἂν ἐπισταμένους — 该结构由连词 `ὡς` + `ἄν` + 分词(宾格 `ἐπισταμένους`)构成。分词在语义上的主语为主句的主语 `οὗτοι`(这些研究者)。它表示一种潜在的或假设性的原因(“在没有第一原理的情况下,他们将无法知道后续的事物”)。
  3. 18ἀλλὰ τὴν τῶν ἀμέσων ἀναπόδεικτον — 这是一个省略结构,完整表达为 `ἀλλὰ τὴν [ἐπιστήμην] τῶν ἀμέσων [εἶναι] ἀναπόδεικτον`。其中名词 `ἐπιστήμη` 和不定式 `εἶναι` 被省略。其含义为“对于无中介之物的知识是不可证明的”。
  4. 73aτούτου δʼ ¦73a¦ ὄντος τὸ — 在手稿传承中,通常认为在 `τὸ` 之后脱漏了 `Α`(或 `Α εἶναι`)。由于此处上下文正在定义循环论证(`κύκλῳ`),因此最自然的解释是将其补足为“而当这[B]存在时,那[A]存在”。

引用这一段

亚里士多德, 前分析篇 §2.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。