§2.1.5Δεῖ δὲ μὴ λανθάνειν ὅτι πολλάκις συμβαίνει διαμαρτάνειν καὶ μὴ ὑπάρχειν τὸ δεικνύμενον πρῶτον καθόλου, ᾗ δοκεῖ δείκνυσθαι καθόλου πρῶτον.
但我们不应忽视:常常会发生犯错的情况,以至于被证明的东西,在它似乎被作为普遍且在先地被证明的那个意义上,实际上并不作为普遍且在先地属于(该主体)。
ἀπατώμεθα δὲ ταύτην τὴν ἀπάτην, ὅταν ἢ μηδὲν ᾖ λαβεῖν ἀνώτερον παρὰ τὸ καθʼ ἕκαστον, ἢ ᾖ μέν, ἀλλʼ ἀνώνυμον ᾖ ἐπὶ διαφόροις εἴδει πράγμασιν, ἢ τυγχάνῃ ὂν ὡς ἐν μέρει ὅλον ἐφʼ ᾧ δείκνυται·
我们落入这种欺骗,是在下述时候:要么除了各个具体事物之外无法把握更高层的事物,要么虽然能把握,但在种上不同的事物里它是无名的,要么它所被证明的那个事物恰好是作为一个部分而存在的整体。
τοῖς γὰρ ἐν μέρει ὑπάρξει μὲν ἡ ἀπόδειξις, καὶ ἔσται κατὰ παντός, ἀλλʼ ὅμως οὐκ ἔσται τούτου πρώτου καθόλου ἡ ἀπόδειξις.
因为证明确实会属于这些部分,并且是对一切都成立的,但尽管如此,这一证明并不是对这一个作为在先且普遍的事物而作出的。
λέγω δὲ τούτου πρώτου, ᾗ τοῦτο, ἀπόδειξιν, ὅταν ᾖ πρώτου καθόλου.
而我所说的“对这个作为在先的事物、因其是这个事物的证明”,是指当它是对在先的普遍事物的证明时。
εἰ οὖν τις δείξειεν ὅτι αἱ ὀρθαὶ οὐ συμπίπτουσι, δόξειεν ἂν τούτου εἶναι ἡ ἀπόδειξις διὰ τὸ ἐπὶ πασῶν εἶναι τῶν ὀρθῶν.
因此,如果有人证明垂线不会相交,由于这适用于所有垂线,这似乎就是关于垂线的证明。
οὐκ ἔστι δέ, εἴπερ μὴ ὅτι ὡδὶ ἴσαι γίνεται τοῦτο, ἀλλʼ ᾗ ὁπωσοῦν ἴσαι.
但实际并非如此,如果这并不是因为它们以这种特定方式相等,而是因为它们以任何方式相等。
καὶ εἰ τρίγωνον μὴ ἦν ἄλλο ἢ ἰσοσκελές, ᾗ ἰσοσκελὲς ἂν ἐδόκει ὑπάρχειν.
而且,如果除了等腰三角形之外没有其他三角形,那么这一属性就会被认为是在等腰三角形的意义上属于它的。
καὶ τὸ ἀνάλογον ὅτι καὶ ἐναλλάξ, ᾗ ἀριθμοὶ καὶ ᾗ γραμμαὶ καὶ ᾗ στερεὰ καὶ ᾗ χρόνοι, ὥσπερ ἐδείκνυτό ποτε χωρίς, ἐνδεχόμενόν γε κατὰ πάντων μιᾷ ἀποδείξει δειχθῆναι· ἀλλὰ διὰ τὸ μὴ εἶναι ὠνομασμένον τι ταῦτα πάντα ἓν, ἀριθμοί μήκη χρόνοι στερεά, καὶ εἴδει διαφέρειν ἀλλήλων, χωρὶς ἐλαμβάνετο.
又如比例可交换这一性质,在它是数、是线、是立体、是时间的意义上,正如过去曾分别被证明的那样,尽管这本可以通过一个单一的证明对所有这些进行证明;但由于没有一个单一的名词来统称所有这些事物——数、长度、时间、立体——且它们在种上彼此不同,因此它们被分开对待。
νῦν δὲ καθόλου δείκνυται· οὐ γὰρ ᾗ γραμμαὶ ἢ ᾗ ἀριθμοὶ ὑπῆρχεν, ἀλλʼ ᾗ τοδί, ὃ καθόλου ὑποτίθενται ὑπάρχειν.
但现在,这是被普遍证明的;因为这一属性并不是在它们是线或数的意义上属于它们,而是在它是这个东西的意义上属于它们,人们假定该属性普遍地属于它。
διὰ τοῦτο οὐδʼ ἄν τις δείξῃ καθʼ ἕκαστον τὸ τρίγωνον ἀποδείξει ἢ μιᾷ ἢ ἑτέρᾳ ὅτι δύο ὀρθὰς ἔχει ἕκαστον, τὸ ἰσόπλευρον χωρὶς καὶ τὸ σκαληνὲς καὶ τὸ ἰσοσκελές, οὔπω οἶδε τὸ τρίγωνον ὅτι δύο ὀρθαῖς, εἰ μὴ τὸν σοφιστικὸν τρόπον, οὐδὲ καθʼ ὅλου τριγώνου, οὐδʼ εἰ μηδὲν ἔστι παρὰ ταῦτα τρίγωνον ἕτερον.
因此,即使有人通过一个或不同的证明对每一个三角形—— 即分别对等边三角形、不等边三角形和等腰三角形——证明了每一个都拥有两直角,他也还没有知道三角形拥有两直角(除非是以诡辩的方式),也没有对普遍的三角形知道这一点,即使除了这些三角形之外没有其他三角形存在。
οὐ γὰρ ᾗ τρίγωνον οἶδεν, οὐδὲ πᾶν τρίγωνον, ἀλλʼ ἢ κατʼ ἀριθμόν· κατʼ εἶδος δʼ οὐ πᾶν, καὶ εἰ μηδὲν ἔστιν ὅ οὐκ οἶδεν.
因为他并不是在它是三角形的意义上知道的,也不是对所有三角形知道的(除非在数量上);但在种的意义上,他并没有对所有三角形知道这一点,即使并没有任何一个三角形是他所不知道的。
Πότ᾿ οὖν οὐκ οἶδε καθόλου, καὶ πότʼ οἶδεν ἀπλῶς;
那么,什么时候他不是普遍地知道,而什么时候他是无条件地知道呢?
δῆλον δὴ ὅτι εἰ ταὐτὸν ἦν τριγώνῳ εἶναι καὶ ἰσοπλεύρῳ ἢ ἑκάστῳ ἢ πᾶσιν.
显然,如果“是三角形”与“是等边三角形”(无论是其中任何一个还是全部)是同一回事的话(他就是无条件知道的)。
εἰ δὲ μὴ ταὐτὸν ἀλλʼ ἕτερον, ὑπάρχει δʼ ᾗ τρίγωνον, οὐκ οἶδεν.
但如果它们不是同一的而是不同的,并且该属性是在它是三角形的意义上属于它的,他就不知道。
πότερον δʼ ᾗ τρίγωνον ἢ ᾗ ἰσοσκελὲς ὑπάρχει;
那么,它是作为三角形还是作为等腰三角形而属于它的呢?
καὶ πότε κατὰ τοῦθʼ ὑπάρχει πρῶτον;
又在何时它是在先地属于这个主体的?
καὶ καθόλου τίνος ἡ ἀπόδειξις;
以及这证明普遍地是关于什么的?
δῆλον ὅτι ὅταν ἀφαιρουμένων ὑπάρχῃ πρώτῳ.
显然是,当我们在不断剥离属性时,它属于第一个留下来的主体时。
οἷον τῷ ἰσοσκελεῖ χαλκῷ τριγώνῳ ὑπάρξουσι δύο ὀρθαί, ἀλλὰ καὶ τοῦ χαλκοῦν εἶναι ἀφαιρεθέντος καὶ τοῦ ἰσοσκελές.
例如,青铜的等腰三角形会拥有两直角,但即使剥离了它是青铜的,以及它是等腰的这一属性(它仍然拥有两直角)。
ἀλλʼ οὐ τοῦ σχήματος ἢ πέρατος.
但如果剥离了图形或边界,(这一属性就不再成立了)。
ἀλλʼ οὐ πρώτων.
但这些并不是最先的。
τίνος οὖν πρώτου;
那么究竟是以什么是第一个呢?
εἰ δὴ τριγώνου, κατὰ τοῦτο ὑπάρχει καὶ τοῖς ἄλλοις, καὶ τούτου καθόλου ἐστὶν ἡ ἀπόδειξις.
如果显然是三角形,那么它就是在此意义上属于其他事物的,并且这一证明也就是关于三角形的普遍证明。