Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.14-2.1.15

第一格的科学优越性与直接否定

第 92 段,共 123 段 · 希腊语

内容简介

阐明第一格在揭示原因(“为什么”)上最具科学性,且是唯一能证明事物本质(“是什么”)的格;随后讨论两个项在何种条件下无中介地(原子地)不相属,以及这如何由它们与全体的包容关系所决定。

§2.1.14Τῶν δὲ σχημάτων ἐπιστημονικὸν μάλιστα τὸ πρῶτόν ἐστιν.
在各种格中,第一格是最具科学性的。
αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου φέρουσι τὰς ἀποδείξεις, οἷον ἀριθμητικὴ καὶ γεωμετρία καὶ ὀπτική, καί σχεδὸν ὡς εἰπεῖν ὅσαι τοῦ διότι ποιοῦνται τὴν σκέψιν·
因为数学诸科学(例如算术、几何学和光学)都是通过这一格来进行证明的,并且可以说,几乎所有对原因进行探究的科学也是如此。
ἢ γὰρ ὅλως ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις διὰ τούτου τοῦ σχήματος ὁ τοῦ διότι συλλογισμός.
因为无论是在完全意义上,还是在大多数情况和绝大多数事例中,关于原因的推论都是通过这一格进行的。
ὥστε κἂν διὰ τοῦτʼ εἴη μάλιστα ἐπιστημονικόν· κυριώτατον γὰρ τοῦ εἰδέναι τὸ διότι θεωρεῖν.
因此,即使仅凭这一点,它也是最具科学性的;因为考察原因乃是认识的最核心部分。
εἶτα τὴν τοῦ τί ἐστιν ἐπιστήμην διὰ μόνου τούτου θηρεῦσαι δυνατόν.
此外,只有通过这一格,才可能探求关于“是什么”的知识。
ἐν μὲν γὰρ τῷ μέσῳ σχήματι οὐ γίνεται κατηγορικὸς συλλογισμός, ἡ δὲ τοῦ τί ἐστιν ἐπιστήμη καταφάσεως· ἐν δὲ τῷ ἐσχάτῳ γίνεται μὲν ἀλλʼ οὐ καθόλου, τὸ δὲ τί ἐστι τῶν καθόλου ἐστίν· οὐ γὰρ πῇ ἐστι ζῷον δίπουν ὁ ἄνθρωπος.
因为在第二格中,无法产生肯定推论,而关于“是什么”的知识是属于肯定命题的;在最后一格中,虽然能产生肯定推论,但不是普遍的,而“是什么”是属于普遍事物的;因为人并非在某种局部意义上是双足动物。
ἔτι τοῦτο μὲν ἐκείνων οὐδὲν προσδεῖται, ἐκεῖνα δὲ διὰ τούτου καταπυκνοῦται καὶ αὔξεται, ἕως ἂν εἰς τὰ ἄμεσα ἔλθῃ.
再者,第一格完全不需要那两格,而那两格却要通过第一格来加密和扩展,直到它们达到无中介的前提。
φανερὸν οὖν ὅτι κυριώτατον τοῦ ἐπίστασθαι τὸ πρῶτον· σχῆμα.
因此,显而易见,第一格在认识中是最核心的。
§2.1.15Ὥσπερ δὲ ὑπάρχειν τὸ Α τῷ Β ἐνεδέχετο ἀτόμως, οὕτω καὶ μὴ ὑπάρχειν ἐγχωρεῖ.
正如A可以无中介地属于B一样,它也可能不属于B。
λέγω δὲ τὸ ἀτόμως ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ μὴ εἶναι αὐτῶν μέσον· οὕτω γὰρ οὐκέτι ἔσται κατʼ ἄλλο τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
我所说的“无中介地属于或不属于”,是指在它们之间没有中项;因为只有这样,属于或不属于才不再依赖于其他事物。
ὅταν μὲν οὖν ἢ τὸ ἢ τὸ Β ἐν ὅλῳ τινὶ ᾖ, ἢ καὶ ἄμφω, οὐκ ἐνδέχεται τὸ Α τῷ Β πρώτως μὴ ὑπάρχειν.
因此,当A或者 B中的任意一个存在于某一全体中,或者两者都存在时,A是不可能首要地不属于B的。
ἔστω γὰρ τὸ Α ἐν ὅλῳ τῷ Γ. οὐκοῦν εἰ τὸ Β μὴ ἔστιν ἐν ὅλῳ τῷ (ἐγχωρεῖ γὰρ τὸ μέν Α εἶναι ἕν τινι ὅλῳ, τὸ δὲ Β μὴ εἶναι ἐν τούτῳ), συλλογισμὸς ἔσται τοῦ μὴ ὑπάρχειν τὸ Α τῷ Β· εἰ γὰρ τῷ μὲν Α παντὶ τὸ Γ, τῷ δὲ Β μηδενί, οὐδενὶ τῷ Β τὸ Α. ὁμοίως δὲ καὶ εἰ τὸ Β ἐν ὅλῳ τινί ἐστιν, οἷον ἐν τῷ Δ· τὸ μὲν γὰρ Δ παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ οὐδενὶ τῷ Δ, ὥστε τὸ Α οὐδενὶ τῷ Β ὑπάρξει διὰ συλλογισμοῦ.
设A在全体Γ中。 那么,如果B不在全体Γ中(因为 A存在于某一全体中,而B不存在于其中,这是可能的),就会有一个关于A不属于B的推论;因为如果Γ属于所有 A,而不属于任何B,那么A就不属于任何B。 同样,如果B在某一全体中,例如在Δ中;因为Δ属于所有B,而A不属于任何Δ,所以通过推论,A将不属于任何B。
τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται καὶ εἰ ἄμφω ἐν ὅλῳ τινί ἐστιν.
如果两者都在某一全体中,也将以同样的方式得到证明。
ὅτι δʼ ἐνδέχεται τὸ Β μὴ εἶναι ἐν ᾧ ὅλῳ ἐστὶ τὸ Α, ἢ πάλιν τὸ Α ἐν ᾧ τὸ Β, φανερὸν ἐκ τῶν συστοιχιῶν, ὅσαι μὴ ἐπαλλάττουσιν ἀλλήλαις.
但是,B有可能不存在于A所在的全体中,或者反过来,A有可能不存在于B所在的全体中,这从互不交错的同类系列中可以看得很清楚。
εἰ γὰρ μηδὲν τῶν ἐν τῇ Γ Δ συστοιχίᾳ κατὰ μηδενὸς κατηγορεῖται τῶν ἐν τῇ Β Ζ, δʼ Α ἐν ὅλῳ ἐστὶ τῷ Θ συστοίχῳ ὄντι, φανερὸν ὅτι τὸ οὐκ ἔσται ἐν τῷ Θ· ἐπαλλάξουσι γὰρ αἱ συστοιχίαι.
因为如果“Γ-Δ系列”中的任何一项都不作为“B-Z系列”中任何一项的谓词,且A在与其同类的全体Θ中,那么很明显,B将不在Θ中;否则这些系列就会交错。
ὁμοίως δὲ καὶ εἰ τὸ ἐν ὅλῳ τινί ἐστιν.
同样,如果B在某一全体中也是如此。
ἐὰν δὲ μηδέτερον ᾖ ἐν ὅλῳ μηδενί, μὴ ὑπάρχῃ δὲ τὸ Α τῷ Β, ἀνάγκη ἀτόμως μὴ ὑπάρχειν.
但是,如果两者都不在任何全体中,且A不属于B,那么必然是无中介地不属于。
εἰ γὰρ ἔσται τι μέσον, ἀνάγκη θάτερον αὐτῶν ἐν ὅλῳ τινὶ εἶναι.
因为如果存在某一中项,它们中的一个就必须存在于某一全体中。
ἢ γὰρ ἐν τῷ πρώτῳ σχήματι ἢ ἐν τῷ μέσῳ ἔσται ὁ συλλογισμός.
因为推论要么在第一格,要么在第二格中进行。
εἰ μὲν οὖν ἐν τῷ πρώτῳ, τὸ Β ἔσται ἐν ὅλῳ τινί (καταφατικὴν γὰρ δεῖ τὴν πρός τοῦτο γενέσθαι πρότασιν), εἰ δʼ ἐν τῷ μέσῳ, ὁπότερον ἔτυχεν (πρὸς ἀμφοτέροις γὰρ ληφθέντος τοῦ στερητικοῦ γίνεται συλλογισμός· ἀμφοτέρων δʼ ἀποφατικῶν οὐσῶν οὐκ ἔσται).
如果是在第一格中,B就将存在于某一全体中(因为与此相关的命题必须是肯定的);如果是在第二格中,则是其中任意一个(因为否定命题与其中任何一个相结合都能产生推论,但如果两个都是否定命题,则不能产生推论)。
Φανερὸν οὖν ὅτι ἐνδέχεταί τε ἄλλο ἄλλῳ μὴ ὑπάρχειν ἀτόμως, καὶ πότʼ ἐνδέχεται καὶ πῶς, εἰρήκαμεν.
因此,很明显,一个事物有可能无中介地不属于另一个事物,我们已经说明了这在何时以及如何可能。

词汇与语法注释

  1. 25οὐ γὰρ πῇ ἐστι ζῷον δίπουν ὁ ἄνθρωπος — 副词 `πῇ`(在某种程度上/在某一方面)表明,事物的本质(“是什么”)是普遍地(καθόλου)属于主体的,而不是像偶有属性那样只是部分地或在特定条件下成立。
  2. 36ὅταν μὲν οὖν ἢ τὸ ¦p.134¦ ἢ τὸ Β — 文本脱漏。在 `ἢ τὸ` 之后原本应当有 `Α`。其脱漏很可能是由于抄本流传或印刷过程中里程碑标记 `¦p.134¦` 的插入所致。翻译时理解为“A或B中的任意一个”。
  3. 39τῷ μὲν ¦79b¦ Α παντὶ τὸ Γ — 与格 `τῷ μὲν Α παντὶ` 与主格 `τὸ Γ` 的关系表示“Γ属于所有A”。此前描述的包容关系“设A在全体Γ中”(`ἔστω γὰρ τὸ Α ἐν ὅλῳ τῷ Γ`)在此被公式化为使用与格和主格的“属于(ὑπάρχειν)”的谓述关系。
  4. 13ἀτόμως μὴ ὑπάρχειν — “无中介地不属于”(ἀτόμως μὴ ὑπάρχειν)是指A与B之间没有起中介作用的中项(μέσον)。如果存在中项,根据三段论格的规则(第一格的小前提必须是肯定的;第二格中必须有一个前提是肯定的,即至少有一个项被包含在某个全体中),A或B之一就必须存在于某一全体中。因此,如果两者都不在任何全体中,它们的不属于关系必然是无中介的。

引用这一段

亚里士多德, 前分析篇 §2.1.14-2.1.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.14-2.1.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。