Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.13#2

虚假原因与学科之间的从属关系

第 91 段,共 123 段 · 希腊语

内容简介

通过墙不呼吸的例子,将不当给出原因的推论解释为第二格推论,随后论述了不同科学之间的隶属关系,即下级经验科学考察事实(hoti),而上级数学科学则证明其原因(dioti)。

§2.1.13#2εἰ γὰρ τοῦτο τοῦ μὴ ἀναπνεῖν αἴτιον, ἔδει τὸ ζῷον εἶναι αἴτιον τοῦ ἀναπνεῖν, οἷον εἰ ἡ ἀπόφασις αἰτία τοῦ μὴ ὑπάρχειν, ἡ κατάφασις τοῦ ὑπάρχειν, ὥσπερ εἰ τὸ ἀσύμμετρα εἶναι τὰ θερμὰ καὶ τὰ ψυχρὰ τοῦ μὴ ὑγιαίνειν, τὸ σύμμετρα εἶναι τοῦ ὑγιαίνειν,—ὁμοίως δὲ καὶ εἰ ἡ κατάφασις τοῦ ὑπάρχειν, ἡ ἀπόφασις τοῦ μὴ ὑπάρχειν.
因为,如果这是不呼吸的原因,那么就应该以“是动物”为呼吸的原因;例如,如果否定是属性不属的原因,肯定就是属性属的原因,正如,如果热与冷的不协调是不健康的原因,协调就是健康的原因一样;同样,如果肯定是属性属的原因,否定就是属性不属的原因。
ἐπὶ δὲ τῶν οὕτως ἀποδεδομένων οὐ συμβαίνει τὸ λεχθέν· οὐ γὰρ ἅπαν ἀναπνεῖ ζῷον.
然而,在这样给出的情况下,上述规律并不成立;因为并非所有动物都呼吸。
ὁ δὲ συλλογισμός γίνεται τῆς τοιαύτης αἰτίας ἐν τῷ μέσῳ σχήματι.
而这类原因的推论是在第二(中)格中进行的。
οἷον ἔστω τὸ Α ζῷον, ἐφʼ ᾧ Β τὸ ἀναπνεῖν, ἐφʼ ᾧ Γ τοίχος.
例如,设A为动物, B为呼吸,C为墙。
τῷ μὲν οὖν Β παντὶ ὑπάρχει τὸ Α (πᾶν γὰρ τὸ ἀναπνέον ζῷον), τῷ δὲ Γ οὐθενί, ὥστε οὐδὲ τὸ Β τῷ Γ οὐθενί οὐκ ἄρα ἀναπνεῖ ὁ τοῖχος.
那么,A属于所有B(因为凡呼吸的都是动物),但不属于任何C;因此,B也不属于任何C;所以,墙不呼吸。
ἐοίκασι δʼ αἱ τοιαῦται τῶν αἰτιῶν τοῖς καθʼ ὑπερβολὴν εἰρημένοις· τοῦτο δʼ ἔστι τὸ πλέον ἀποστήσαντα τὸ μέσον εἰπεῖν, οἷον τὸ τοῦ Ἀναχάρσιος, ὅτι ἐν Σκύθαις οὐκ εἰσὶν αὐλητρίδες, οὐδὲ γὰρ ἄμπελοι.
然而,这类原因类似于那些言过其实的说法;这也就是把中项撤得太远而进行陈述,例如阿那卡尔西的名言,说斯基泰人中没有女笛手,是因为那里甚至没有葡萄藤。
Κατὰ μὲν δὴ τὴν αὐτὴν ἐπιστήμην καὶ κατὰ τὴν τῶν μέσων θέσιν αὗται διαφοραί εἰσι τοῦ ὅτι πρὸς τὸν τοῦ διότι συλλογισμόν·
那么,在同一门科学中,以及根据中项的位置,这就是事实推论与原因推论的区别。
ἄλλον δὲ τρόπον διαφέρει τὸ διότι τοῦ ὅτι τῷ διʼ ἄλλης ἐπιστήμης ἑκάτερον θεωρεῖν.
但原因与事实在另一种方式上也是不同的,即通过不同的科学来考察各自。
τοιαῦτα δʼ ἐστίν· ὅσα οὕτως ἔχει πρὸς ἄλληλα ὥστ᾿ εἶναι θάτερον ὑπὸ θάτερον, οἷον τὰ ὀπτικά πρὸς γεωμετρίαν καὶ τὰ μηχανικά πρός στερεομετρίαν καὶ τὰ ἁρμονικὰ πρὸς ἀριθμητικὴν καὶ τὰ φαινόμενα πρὸς ἀστρολογικήν.
这类情况指的是,它们之间的关系是,一门科学隶属于另一门科学,例如光学之于几何学、力学之于立体几何学、和声学之于算术、现象学之于天文学。
σχεδὸν δὲ συνώνυμοί εἰσιν ἔνιαι τούτων τῶν ἐπιστημῶν, οἷον ἀστρολογία ἥ τε μαθηματικὴ καὶ ἡ ναυτική, καὶ ἁρμονικὴ ἥ τε μαθηματικὴ καὶ ἡ κατὰ τὴν ἀκοήν.
在这些科学中,有些几乎是同名的,例如数学的天文学与航海的天文学,以及数学的和声学与基于听觉的和声学。
ἐνταῦθα γὰρ τὸ μὲν ὅτι τῶν αἰσθητικῶν εἰδέναι, τὸ δὲ διότι τῶν μαθηματικῶν· οὗτοι γὰρ ἔχουσι τῶν αἰτίων τὰς ἀποδείξεις, καὶ πολλάκις οὐκ ἴσασι τὸ ὅτι, καθάπερ οἱ τὸ καθόλου θεωροῦντες πολλάκις ἔνια τῶν καθʼ ἕκαστον οὐκ ἴσασι διʼ ἀνεπισκεψίαν.
因为在这些情况下,知道事实属于感觉科学家,而知道原因属于数学家;因为是后者掌握了关于原因的证明,并且他们常常不知道事实,正如那些考察普遍的人由于疏于观察而常常不知道某些个别事物一样。
ἔστι δὲ ταῦτα ὅσα ἕτερόν τι ὄντα τὴν οὐσίαν κέχρηται τοῖς εἴδεσιν.
而这些(下属科学的对象)是在本质上为他物却利用了形相的东西。
τὰ γὰρ μαθήματα περὶ εἴδη ἐστίν· οὐ γὰρ καθʼ ὑποκειμένου τινός· εἰ γὰρ καὶ καθʼ ὑποκειμένου τινὸς τὰ γεωμετρικά ἐστιν, ἀλλʼ οὐχ ᾗ γε καθʼ ὑποκειμένου.
因为数学对象是关于形相的,而不是关于某一特定基底的;因为即使几何学对象也是关于某特定基底的,但至少不是在其作为基底的意义上被研究的。
ἔχει δὲ καὶ πρὸς τὴν ὀπτικήν, ὡς αὕτη πρὸς τὴν γεωμετρίον, ἄλλη πρὸς ταύτην, οἷον τὸ περὶ τῆς ἴριδος· τὸ μὲν γὰρ ὅτι φυσικοῦ εἰδέναι, τὸ δὲ διότι ὀπτικοῦ, ἢ ἀπλῶς ἢ τοῦ κατὰ τὸ μάθημα.
正如光学之于几何学一样,也有另一门科学之于光学,例如关于彩虹的研究;因为知道事实属于物理学家(自然哲学家),而知道原因属于光学家,或者是单纯的光学家,或者是数学光学家。
πολλαὶ δὲ καὶ τῶν μὴ ὑπʼ ἀλλήλας ἐπιστημῶν ἔχουσιν οὕτως, οἷον ἰατρικὴ πρὸς γεωμετρίαν· ὅτι μὲν γὰρ τὰ ἕλκη τὰ περιφερῆ βραδύτερον ὑγιάζεται, τοῦ ἰατροῦ εἰδέναι, διότι δὲ τοῦ γεωμέτρου.
许多不相互隶属的科学也是这样联系的,例如医学之于几何学;因为,知道圆形伤口愈合得较慢这一事实属于医生,而知道其原因则属于几何学家。

词汇与语法注释

  1. 78b15εἰ γὰρ τοῦτο τοῦ μὴ ἀναπνεῖν αἴτιον, ἔδει τὸ ζῷον εἶναι αἴτιον τοῦ ἀναπνεῖν — 使用无人称动词未完成过去时 `ἔδει` 的虚拟条件句主句。它表明,如果应用亚里士多德提出的逻辑规则(若否定是否定的原因,则肯定必是肯定的原因),那么如果“不是动物”是“不呼吸”的原因,则“是动物”就必须是“呼吸”的原因。但实际上并非所有动物都呼吸,因此这种原因的归纳(“墙不呼吸是因为它不是动物”)并没有给出真正的因果解释(dioti)。
  2. 78b29πλέον ἀποστήσαντα — 动词 `ἀφίστημι` 的主动语态不定过去时分词阳性单数宾格,指代不特定的主语(人们)或陈述者。字面意思是“将[中项]撤得更远”,批判性地描绘了在因果链条中引入与结论距离过远、不直接的中项的解释方式。
  3. 79a8ᾗ γε καθʼ ὑποκειμένου — 关系代词 `ᾗ` 用作限制性副词,意为“在……的范围内 / 就……而言(insofar as)”。尽管几何学研究的图形等可能附随于物理实体(基底 `ὑποκείμενον`)而存在,但几何学并不在其“作为基底之物”的意义上进行研究,而是将其作为抽象的形相(`εἴδη`)来对待,以此界定数学对象的本体论地位。

引用这一段

亚里士多德, 前分析篇 §2.1.13#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.13%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。