Humanitext Reader

亚里士多德 · 前分析篇 §2.1.12

具体科学中的学术问题谬误与异议

第 89 段,共 123 段 · 希腊语

内容简介

本文讨论了各门科学中问题与证明的领域限定性,解释了数学中谬误推理的性质、对归纳命题的异议,以及可逆转性如何影响逻辑分析的难易度。

§2.1.12Εἰ δὲ τὸ αὐτό ἐστιν ἐρώτημα συλλογιστικὸν καὶ πρότασις ἀντιφάσεως, προτάσεις δὲ καθ᾿ ἑκάστην· ἐπιστήμην ἐξ ὧν ὁ συλλογισμὸς ὁ καθʼ ἑκάστην, εἴη ἄν τι ἐρώτημα ἐπιστημονικόν, ἐξ ὧν ὁ καθʼ ἑκάστην οἰκεῖος γίνεται συλλογισμός.
如果推论性的问题和矛盾命题的一方是相同的,且各门科学中的命题是各门科学特有推论赖以构建的前提,那么就会存在某种学术性的问题,各门科学特有的推论由此产生。
δῆλον ἄρα ὅτι οὐ πᾶν ἐρώτημα γεωμετρικὸν ἂν εἴη οὐδʼ ἰατρικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἀλλʼ ἐξ ὧν δείκνυταί τι περὶ ὧν ἡ γεωμετρία ἐστίν, ἢ ἃ ἐκ τῶν αὐτῶν δείκνυται τῇ γεωμετρίᾳ, ὥσπερ τὰ ὀπτικά.
因此显然,并不是每一个问题都是几何学的或医学的问题,对于其他科学也是如此;相反,只有那些几何学所关注的对象借以得到证明的问题,或者那些从与几何学相同的原理中得到证明的问题(例如光学)才是几何学的问题。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
对于其他科学也是如此。
καὶ περὶ μὲν τούτων καὶ λόγον ὑφεκτέον ἐκ τῶν γεωμετρικῶν ἀρχῶν καὶ συμπερασμάτων, περὶ δὲ τῶν ἀρχῶν λόγον οὐχ ὑφεκτέον τῷ γεωμέτρῃ ᾗ γεωμέτρης· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν.
对于这些几何学的问题,几何学家必须根据几何学的原理和结论给出论证,但对于原理本身,几何学家作为几何学家则不需要给出论证;对于其他科学也是如此。
οὔτε πᾶν ἄρα ἕκαστον ἐπιστήμονα ἐρώτημα ἐρωτητέον, οὔθʼ ἅπαν τὸ ἐρωτώμενον ἀποκριτέον περὶ ἑκάστου, ἀλλὰ τὰ κατὰ τὴν ἐπιστήμην διορισθέντα.
因此,既不能对每一个专家询问所有的问题,也不是每个专家对所问的每一个问题都要回答,而只能回答在各自科学领域中规定了的问题。
εἰ δὲ διαλέξεται γεωμέτρῃ ᾗ γεωμέτρης οὕτως, φανερὸν ὅτι καὶ καλῶς, ἐὰν ἐκ τούτων τι δεικνύῃ· εἰ δὲ μή, οὐ καλῶς.
如果有人以此种方式与作为几何学家的几何学家进行讨论,显而易见,如果他从这些原理中证明了什么,那就是很好的讨论;如果不是,就不好。
δῆλον δʼ ὅτι οὐδʼ ἐλέγχει γεωμέτρην ἀλλʼ ἢ κατὰ συμβεβηκός· ὥστʼ οὐκ ὰν εἴη ἐν ἀγεωμετρήτοις περὶ γεωμετρίας διαλεκτέον· λήσει γὰρ ὁ φαύλως διαλεγόμενος.
同样显然的是,他并不能驳倒几何学家,除非是偶性的反驳;因此,不应该在不懂几何学的人中讨论几何学,因为进行糟糕讨论的人会在不经意中混过去。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει ἐπιστημῶν.
对于其他科学也是如此。
Ἐπεὶ δʼ ἔστι γεωμετρικὰ ἐρωτήματα, ἆῤ ἔστι καὶs ἀγειωμέτρητα;
既然存在几何学的问题,那么是否存在非几何学的问题?
καὶ παῤ ἑκάστην ἐπιστήμην τὰ κατὰ τὴν ἄγνοιαν τὴν ποίαν γεωμετρικά ἐστιν;
在每一门科学中,由于某种无知而产生的问题,哪些又是几何学的问题呢?
καὶ πότερον ὁ κατὰ τὴν ἄγνοιαν συλλογισμὸς ὁ ἐκ τῶν ἀντικειμμένων συλλογισμός, ἢ ὁ παραλογισμός, κατὰ γεωμετρίαν δέ, ἢ ὁ ἐξ ἄλλης τέχνης, οἷον τὸ μουσικόν ἐστιν ἐρώτημα ἀγεωμέτρητον περὶ γεωμετρίας, τὸ δὲ τὰς παραλλήλους συμπίπτειν οἴεσθαι γεωμετρικόν πως καὶ ἀγεωμέτρητον ἄλλον τρόπον;
由于无知而产生的推论,究竟是从对立面出发的推论,还是谬误推理(但属于几何学范畴的谬误推理),还是由于其他技术而产生的谬误推理? 例如,关于音乐的问题对于几何学来说是非几何学的问题,但认为平行线会相交在某种意义上是几何学的问题,而在另一种意义上则是非几何学的问题?
διττὸν γὰρ τοῦτο, ὥστπερ τὸ ἄρρυθμον, καὶ τὸ μὲν ἕτερον ἀγεωμέτρητον τῷ μὴ ἔχειν, τὸ δʼ ἕτερον τῷ φαύλως ἔχειν·
因为这种“非几何学”有两种含义,就像“不合拍”一样。 一种是因为完全不具备它而成为非几何学,另一种是因为糟糕地具备它而成为非几何学。
καὶ ἡ ἄγνοια αὕτη καὶ ἡ ἐκ τῶν τοιούτων ἀρχῶν ἐναντία.
正是这种后者的无知,以及从这种原理出发的推论,是与真理相反的。
ἐν δὲ τοῖς μαθήμασιν οὐκ ἔστιν ὁμοίως ὁ παραλογισμός, ὅτι τὸ μέσον ἐστὶν ἀεὶ τὸ διττόν· κατά τε γὰρ τούτου παντός, καὶ τοῦτο πάλιν κατʼ ἄλλου λέγεται παντός (τὸ δὲ κατηγορούμενον οὐ λέγεται πᾶν), ταῦτα δʼ ἔστιν οἷον ὁρᾶν τῇ νοήσει, ἐν δὲ τοῖς λόγοις λανθάνει.
但是在数学中,谬误推理并不会以同样的方式发生,因为中项总是具有双重意义;因为谓项是针对这整个中项述说的,而这中项又针对另一整个主项述说(而谓项并非不被普遍述说),这些情况在智力上是可以看得见的,但在言语争论中却容易被忽略。
ἆρα πᾶς κύκλος σχῆμα;
例如,“每个圆都是图形吗?
ἂν δὲ γράφῃ, δῆλον.
”如果画出来就很明显。
τί δέ; τὰ ἔπη κύκλος;
但“史诗是圆吗?
φανερὸν ὅτι οὐκ ἔστιν.
”显然不是。
Οὐ δεῖ δʼ ἔνστασιν εἰς αὐτὸ φέρειν, ἂν ᾖ ἡ πρότασις ἐπακτική.
如果不应该对命题提出异议,如果它是归纳性的。
ὥσπερ γὰρ οὐδὲ πρότασίς ἐστιν ἣ μὴ ἔστιν ἐπὶ πλειόνων (οὐ γὰρ ἔσται ἐπὶ πάντων, ἐκ τῶν καθόλου δʼ ὁ συλλσγισμός), δῆλον ὅτι οὐδʼ ἔνστασις.
因为正如不能应用于多个事物的就不是命题(因为命题不能只应用于部分,而推论是从普遍者出发的),显然它也不是异议。
αἱ αὐταὶ γὰρ προτάσεις καὶ ἐνστάσεις· ἣν γὰρ φέρει ἔνστασιν, αὕτη γένοιτʼ ἂν πρότασις ἢ ἀποδεικτικὴ ἢ διαλεκτική.
因为命题和异议是相同的;因为人们提出的异议可以成为证明性的或辩证的命题。
Συμβαίνει δʼ ἐνίους ἀσυλλογίστως λέγειν διὰ τὸ λαμβάνειν ἀμφοτέροις τὰ ἑπόμενα, οἷον καὶ ὁ Καινεὺς ποιεῖ, ὅτι τὸ πῦρ ἐν τῇ πολλαπλασίᾳ ἀναλογίᾳ·
但是,有些人的论证并没有形成推论,这是因为他们接受了对两者都随伴的东西,就像凯内乌斯所做的那样,认为火存在于几何比例中。
καὶ γὰρ τὸ πῦρ ταχὺ γεννᾶται, ὥς φησι, καὶ αὕτη ἡ ἀναλογία.
因为他说,火生成得很快,而这种比例也是如此。
οὕτω δʼ οὐκ ἔστι συλλογισμός· ἀλλʼ εἰ τῇ ταχίστῃ ἀναλογίᾳ ἕπεται ἡ πολλαπλάσιος καὶ τῷ πυρὶ ἡ ταχίστη ἐν τῇ κινήσει ἀναλογία.
但这样并不能构成推论;除非多倍比例随伴于最快的比例,而运动中最快的比例随伴于火。
ἐνίοτε μὲν οὖν οὐκ ἐνδέχεται συλλογίσασθαι ἐκ τῶν εἰλημμένων, ὁτὲ δʼ ἐνδέχεται, ἀλλʼ οὐχ ὁρᾶται.
因此,有时无法从设定的前提中进行推论,而有时虽然可以,但没有被看出来。
Εἰ δʼ ἦν ἀδύνατον ἐκ ψεύδους ἀληθὲς δεῖξαι, ῥᾴδιον ἂν ἦν τὸ ἀναλύειν· ἀντέστρεφε γὰρ ἂν ἐξ ἀνάγκης.
如果不可能从假前提中证明真理,那么分析就会是容易的;因为前提和结论必然可以逆转。
ἔστω γὰρ τὸ Α ὄντούτου δʼ ὄντος ταδὶ ἔστιν, ἃ οἶδα ὅτι ἔστιν, οἷον τὸ Β. ἐκ τούτων ἄρα δείξω ὅτι ἔστιν ἐκεῖνο.
因为设A存在;当A存在时,我知道这些存在,例如B。 那么,我将从这些证明A存在。
ἀντιστρέφει δὲ μᾶλλον τὰ ἐν τοῖς μαθήμασιν, ὅτι οὐδὲν συμβεβηκὸς λαμβάνουσιν (ἀλλὰ καὶ τούτῳ διαφέρουσι τῶν ἐν τοῖς διαλόγοις) ἀλλ᾿ ὁρισμούς.
在数学中,逆转更容易发生,因为它们不接受偶性(在这点上也与对话中的争论不同),而只接受定义。
Πὔξεται δʼ οὐ διὰ τῶν μέσων, ἀλλὰ τῷ προσλαμβάνειν, οἷον τὸ Α τοῦ Β, τοῦτο δὲ τοῦ Γ, πάλιν τοῦτο τοῦ Δ, καὶ τοῦτʼ εἰς ἄπειρον· καὶ εἰς τὸ πλάγιον, οἷον τὸ Α καὶ κατὰ τοῦ Γ καὶ κατὰ τοῦ Ε, οἷον ἔστιν ἀριθμὸς ποσὸς ἢ καὶ ἄπειρος τοῦτο ἐφʼ ᾧ Α, ὁ περιττὸς ἀριθμὸς ποσὸς ἐφʼ οὗ Β, ἀριθμὸς περιττὸς ἐφʼ οὗ Γ·
推论的扩展不是通过增加中项,而是通过追加项,例如A属于B,B属于C,这又属于D,如此以至无限;或者横向地扩展,例如A既针对C也针对E述说,例如将“有限或无限数量的数”设为A,“作为数量的奇数”设为B,“奇数”设为C;因此A属于C。
ἔστιν ἄρα τὸ Α κατὰ τοῦ Γ. καὶ ἔστιν ὁ ἄρτιος ποσὸς ἀριθμὸς ἐφʼ οὗ Δ, ὁ ἄρτιος ἀριθμὸς ἐφʼ οὗ Ε· ἔστιν ἄρα τὸ Α κατὰ τοῦ Ε.
又将“作为数量的偶数”设为D, “偶数”设为E;因此A属于E。

词汇与语法注释

  1. 77bἀλλʼ ἐξ ὧν δείκνυται τι περὶ ὧν ἡ γεωμετρία ἐστίν, ἢ ἃ ἐκ τῶν αὐτῶν δείκνυται τῇ γεωμετρίᾳ — 此处包含先行词的省略和关系代词的格吸引。`ἐξ ὧν` 代表 `ἐκ τούτων ἐξ ὧν`(从那些借以……的前提中),`περὶ ὧν` 代表 `περὶ τούτων ἃ`(关于几何学所关注那些对象)。此外,`τῶν αὐτῶν` 之后的与格 `τῇ γεωμετρίᾳ` 是表示关联或比较的与格,意为“从与几何学相同的[原理]中”。
  2. p.130ὅτι τὸ μέσον ἐστὶν ἀεὶ τὸ διττόν — “中项总是具有双重意义”这一表述指出,在数学证明中,中项总是无歧义且全称地被断定于主项,且谓项也全称地被断定于中项。与言辞争论中中项因歧义而导致谬误不同,数学中中项的联系极其明确,且易于直观显现。
  3. 78aἀλλʼ εἰ τῇ ταχίστῃ ἀναλογίᾳ ἕπεται ἡ πολλαπλάσιος καὶ τῷ πυρὶ ἡ ταχίστη ἐν τῇ κινήσει ἀναλογία — 这是一个由 `εἰ` 引导的条件从句,指出了将凯内乌斯荒谬的论证(肯定后件的谬误:火是快速的,比例也是快速的,因此火是比例)转化为有效推论所需的条件。句末省略了诸如“推论就会成立”(`συλλογισμὸς ἂν εἴη`)之类的主句,理解时需要予以补充。
  4. 78a10Εἰ δʼ ἦν ἀδύνατον ἐκ ψεύδους ἀληθὲς δεῖξαι, ῥᾴδιον ἂν ἦν τὸ ἀναλύειν — 这是一个使用直陈式过去时表示与事实相反的条件句(条件从句用 `εἰ` +直陈式过去时,主句用 `ἂν` +直陈式过去时)。意为“如果不可能从假前提证明真理(但实际上是可能的),那么分析(从结论逆推前提)就会是容易的(但实际上并不容易)”。它解释了由于真结论可以由假前提得出,因此不能简单地通过逆转关系从结论的真来必然推导前提的真,从而使分析变得困难。

引用这一段

亚里士多德, 前分析篇 §2.1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:2.1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。