§2.1.13#1Τὸ δʼ ὅτι διαφέρει καὶ τὸ διότι ἐπίστασθαι, πρῶτον μὲν ἐν τῇ αὐτῇ ἐπιστήμῃ, καὶ ἐν ταύτῃ διχῶς, ἕνα μὲν τρόπον ἐὰν μὴ διʼ ἀμέσων γίνηται ὁ συλλογισμός (οὐ γὰρ λαμβάνεται τὸ πρῶτον αἴτιον, ἡ δὲ τοῦ διότι ἐπιστήμη κατὰ τὸ πρῶτον αἴτιον), ἄλλον δὲ εἰ διʼ ἀμέσων μέν, ἀλλὰ μὴ διὰ τοῦ αἰτίου ἀλλὰ τῶν ἀντιστρεφόντων διὰ τοῦ γνωριμωτέρου.
知道事实与知道原因是不同的。 首先,在同一门科学中是不同的,而在其中又有两种方式:一种方式是,如果推论不是通过直接前提进行的(因为没有取得第一原因,而关于原因的科学是根据第一原因的);另一种方式是,如果确实是通过直接前提进行的,但不是通过原因,而是通过换位项中更明白易知的一方。
κωλύει γὰρ οὐδὲν τῶν ἀντικατηγορουμένων γνωριμώτερον εἶναι ἐνίοτε τὸ μὴ αἴτιον, ὥστʼ ἔσται διὰ τούτου ἡ ἀπόδειξις, οἷον ὅτι ἐγγὺς οἱ πλάνητες διὰ τοῦ μὴ στίλβειν.
因为在相互述说的项中,非原因的一方有时更明白易知,这是毫无阻碍的,因此证明就可以通过它来进行。 例如,通过不闪烁来证明行星是接近的。
ἔστω ἐφʼ Γ πλάνητες. ἐφʼ ᾧ Β τὸ μὴ στίλβειν, ἐφʼ ᾧ Α τὸ ἐγγὺς εἶναι.
设C为行星,B为不闪烁,A为接近。
ἀληθὲς δὴ τὸ Β κατὰ τοῦ Γ εἰπεῖν· οἱ γὰρ πλάνητες οὐ στίλβουσιν.
那么,把B述说于C是真的;因为行星不闪烁。
ἀλλὰ καὶ τὸ Α κατὰ τοῦ Β· τὸ γὰρ μὴ στίλβον ἐγγύς ἐστι· τοῦτο δʼ εἰλήφθω διʼ ἐπαγωγῆς ἢ διʼ αἰσθήσεως.
而且把A述说于B也是真的;因为不闪烁的是接近的——这可以通过归纳或感觉来设定。
ἀνάγκη οὖν τὸ Α τῷ Γ ὑπάρχειν, ὥστʼ ἀποδέδεικται ὅτι οἱ πλάνητες ἐγγύς εἰσιν.
因此,A必然属于C,所以已经证明了行星是接近的。
οὗτος οὖν ὁ συλλογισμὸς οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι ἐστίν· οὐ γὰρ διὰ τὸ μὴ στίλβειν ἐγγύς εἰσιν, ἀλλὰ διὰ τὸ ἐγγὺς εἶναι οὐ στίλβουσιν.
因此,这个推论不是关于原因的,而是关于事实的;因为它们不是因为不闪烁而接近,而是因为接近而不闪烁。
ἐγχωρεῖ δὲ καὶ διὰ θατέρου θάτερον δειχθῆναι, καὶ ἔσται τοῦ διότι ἡ ἀπόδειξις, οἷον ἔστω τὸ Γ πλάνητες, ἐφʼ ᾧ Β τὸ ἐγγὺς εἶναι, τὸ Α τὸ μὴ στίλβειν· ὑπάρχει δὴ καὶ τὸ 78b Β τῳ Γ καὶ τὸ Α τῳ Β, ὥστε καὶ τῷ Γ τὸ Α.
但也可以通过其中一个来证明另一个,这样证明就会是关于原因的;例如,设C为行星,B 为接近,A为不闪烁;那么B属于C, A属于B,所以A也属于C。
καὶ ἔστι τοῦ διότι ὁ συλλογισμός· εἴληπται γὰρ τὸ πρῶτον αἴτιον.
这个推论就是关于原因的,因为已经取得了第一原因。
πάλιν ὡς τὴν σελήντην δεικνύουσιν ὅτι σφαιροειδής, διὰ τῶν αὐξήσεων—εἰ γὰρ τὸ αὐξανόμενον οὕτω σφαιροειδές, αὐξάνει δʼ ἡ σελήνη, φανερὸν ὅτι σφαιροειδής—οὕτω μὲν οὖν τοῦ ὅτι γέγονεν ὁ συλλογισμός, ἀνάπαλιν δὲ τεθέντος· τοῦ μέσου τοῦ διότι· οὐ γὰρ διὰ τὰς αὐξήσεις σφαιροειδής ἐστιν, ἀλλὰ διὰ τὸ σφαιροειδὴς εἶναι λαμβάνει τὰς αὐξήσεις τοιαύτας.
又如,人们通过月的盈亏来证明月亮是球形的——因为如果以这种方式渐满的是球形,而月亮在渐满,显然它是球形的——以这种方式,事实的推论就形成了;但如果反过来放置,使中项成为原因,则成为原因的推论;因为月亮不是由于盈亏而是球形的,而是因为它是球形的,所以才有这样的盈亏。
σελήντη ἐφʼ ᾧ Γ, σφαιροειδὴς ἐφʼ ᾧ Β. αὔξησις ἐφʼ ὧ Α. ἐφʼ ὧν δὲ τὰ μέσα μὴ ἀντιστρέφει καὶ ἔστι γνωριμώτερον τὸ ἀναίτιον, τὸ ὅτι μὲν δείκνυται, τὸ διότι δʼ οὔ.
月亮为C,球形为B,盈亏为A。 然而,如果中项不能换位,且非原因的项目更明白易知,那么事实得到了证明,但原因却没有得到证明。
Ἔτι ἐφʼ ὧν τὸ μέσον ἔξω τίθεται.
此外,还有中项被置于外部的情况。
καὶ γὰρ ἐν τούτοις τοῦ ὅτι καὶ οὐ τοῦ διότι ἡ ἀπόδειξις· οὐ γὰρ λέγεται τὸ αἴτιον.
因为在这些情况下,证明也是关于事实而不是关于原因的;因为并没有说出原因。
οἷον διὰ τί οὐκ ἀναπνεῖ ὁ τοῖχος;
例如,为什么墙不呼吸?
ὅτι οὐ ζῷον.
因为不是动物。