Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.4#2

第三格特称推论与相反前提结论之不可能

第 54 段,共 123 段 · 希腊语

内容简介

作者阐明了在最后一个格中,当一个前提为真而另一个部分为假时,以及在特称三段论中,如何通过假前提得出真结论,并逻辑地证明了不可能从同一条件的存与不存在中必然得出同一结论。

§1.2.4#2Πάλιν τῆς μὲν ὅλης ἀληθοῦς οὔσης, τῆς δʼ ἐπί τι ψευδοῦς.
再次,当一者全部为真且另一者部分为假时。
ἐγχωρεῖ γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ τινί, καὶ τὸ Α τινὶ τῷ Β, οἷον δίπουν μὲν παντὶ ἀνθρώπῳ, καλὸν δʼ οὐ παντί, καὶ τὸ καλὸν τινὶ δίποδι ὑπάρχει.
因为B有可能属于所有C,而[A]属于部分[C],而A却属于部分B,例如,二足者属于所有人(C),但美丽者并不属于所有人,且美丽者属于部分二足者。
ἐὰν οὖν ληφθῇ καὶ τὸ Α καὶ τὸ Β ὅλῳ τῷ Γ ὑπάρχειν, ἡ μὲν Β Γ ὅλη ἀληθής, ἡ δὲ Α Γ ἐπί τι ψευδής, τὸ δὲ συμπέρασμα ἀληθές.
因此,如果假设A和B都属于整个C,那么BC前提全部为真,而 AC前提部分为假,结论是真的。
ὁμοίως δὲ καὶ τῆς μὲν Α Γ ἀληθοῦς τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς λαμβανομένης· μετατεθέντων γὰρ τῶν αὐτῶν ὅρων ἔσται ἡ ἀπόδειξις.
当AC前提为真而BC前提部分为假时也是如此;因为通过将相同的名词进行对调,即可得出证明。
καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης.
当一者为否定而另一者为肯定时也是如此。
ἐπεὶ γὰρ ἐγχωρεῖ τὸ μὲν Β ὅλῳ τῷ Γ ὑπάρχειν, τὸ δὲ τινί, καὶ ὅταν οὕτως ἔχωσιν, οὐ παντὶ τῷ Β τὸ Α, ἐὰν οὖν ληφθῇ τὸ μὲν Β ὅλῳ τῷ Γ ὑπάρχειν, τὸ δὲ μηδενί, ἡ μὲν στερητικὴ ἐπί τι ψευδής, ἡ δʼ ἑτέρα ὅλη ἀληθὴς καὶ τὸ συμπέρασμα.
因为既然B有可能属于整个C,而[A]属于部分[C],且当它们处于这种状态时,A不属于所有B;因此,如果假设B属于整个C,而[A]不属于任何C,那么否定前提部分为假,而另一前提全部为真,结论也是如此。
πάλιν ἐπεὶ δέδεικται ὅτι τοῦ μὲν Α μηδενὶ ὑπάρχοντος τῷ Γ, τοῦ δὲ Β τινί, ἐγχωρεῖ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, φανερὸν ὅτι καὶ τῆς μὲν Γ ὅλης ἀληθοῦς οὔσης, τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς, ἐγχωρεῖ τὸ συμπέρασμα εἶναι ἀληθές.
再者,既然已经证明当A不属于任何C且B属于部分C时,A有可能不属于部分B,那么显而易见,当AC前提全部为真而BC前提部分为假时,结论也有可能是真的。
ἐὰν γὰρ ληφθῇ τὸ μὲν Α μηδενὶ τῷ Γ, τὸ δὲ Β παντί, ἡ μὲν Α Γ ὅλη ἀληθής, ἡ δὲ Β Γ ἐπί τι ψευδής.
因为如果假设A不属于任何C而B属于所有C,那么AC前提全部为真,而BC前提部分为假。
Φτανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν ὅτι πάντως ἔσται διὰ ψευδῶν ἀληθές.
同样,在特称三段论中,显然在任何情况下也都可以通过假的[前提][得出]真的[结论]。
οἱ γὰρ αὐτοὶ ὅροι ληπτέοι[ καὶ ὅταν καθόλου ὦσιν αἱ προτάσεις, οἱ μὲν ἐν τοῖς κατηγορικοῖς κατηγορικοί, οἱ δʼ ἐν τοῖς στερητικοῖς στερητικοί.
因为应当取与前提为全称时相同的名词,在肯定推论中取肯定的名词,在否定推论中取否定的名词。
οὐδὲν γὰρ διαφέρει μηδενὶ ὑπάρχοντος παντὶ λαβεῖν ὑπάρχειν, καὶ τινὶ ὑπάρχοντος καθόλου λαβεῖν ὑπάρχειν, πρὸς τὴν τῶν ὅρων ἔκθεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν στερητικῶν.
因为就名词的设定而言,在不属于任何[C]时假设其属于所有[C],与在属于部分[C]时全称地假设其属于[所有C],并没有任何区别;在否定前提中也是如此。
Φανερὸν οὖν ὅτι ἂν μὲν ᾖ τὸ συμπέρασμα ψεῦδος, ἀνάγκη, ἐξ ὧν ὁ λόγος, ψευδῆ εἶναι ἢ πάντα ἢ ἔνια, ὅταν δʼ ἀληθές, οὐκ ἀνάγκη ἀληθὲς εἶναι οὔτε τὶ οὔτε πάντα, ἀλλʼ ἕστι μηδενὸς ὄντος ἀληθοῦς τῶν ἐν τῷ συλλογισμῷ τὸ συμπέρασμα ὁμοίως εἶναι ἀληθές·
因此,如果结论是假的,那么作为论证基础的前提(论证由此组成的前提)全部或部分为假就是必然的。
οὐ μὴν ἐξ ἀνάγκης.
但当结论是真的时,前提的一部分或全部为真并非必然,甚至在三段论中没有任何一个前提为真时,结论同样可以是真的;但这并非出于必然。
αἴτιον δʼ ὅτι ὅταν δύο ἔχῃ οὕτω πρὸς ἄλληλα ὥστε θατέρου ὄντος ἐξ ἀνάγκης εἶναι θάτερον, τούτου μὴ ὄντος μὲν οὐδὲ θάτερον ἔσται, ὄντος δʼ οὐκ ἀνάγκη εἶναι θάτερον·
其原因在于,当两个事物相互关联,使得其中一者存在时另一者必然存在,那么在后者不存在时前者也不会存在,但在后者存在时前者并不必然存在。
τοῦ δʼ αὐτοῦ ὄντος καὶ μὴ ὄντος ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό·
而且,当同一事物既存在又不存在时,同一事物是不可能必然存在的。
λέγω δʼ οἷον τοῦ Α ὄντος λευκοῦ τὸ εἶναι μέγα ἐξ ἀνάγκης, καὶ μὴ ὄντος λευκοῦ τοῦ τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης.
我是指,例如,当A是白色时,B必然是大的,而当A不是白色时,B必然是大的。
ὅταν γὰρ τουδὶ ὄντος λευκοῦ, τοῦ Α, τοδὶ ἀνάγκη μέγα εἶναι, τὸ Β, μεγάλου δὲ τοῦ Β ὄντος τὸ Γ μὴ λευκόν, ἀνάγκη, εἰ τὸ Α λευκόν, τὸ Γ μὴ εἶναι λευκόν.
因为当这个(A)是白色时,这个(B)必然是大的,而当B是大的时,C必然不是白色的,那么如果A是白色,C必然不是白色的。
καὶ ὅταν δύο ὄντων θατέρου ὄντος ἀνάγκη θάτερον εἶναι, τούτου μὴ ὄντος ἀνάγκη τὸ πρῶτον μὴ εἶναι.
而当有两个事物,如果其中一者存在则另一者必然存在时,那么在后者不存在时,第一者必然不存在。
τοῦ δὴ Β μὴ ὄντος μεγάλου τὸ Α οὐχ οἷόν τε λευκὸν εἶναι.
因此,当B不是大时,A就不可能是白色的。
τοῦ δὲ μὴ ὄντος λευκοῦ εἰ ἀνάγκη τὸ Β μέγα εἶναι, συμβαίνει ἐξ ἀνάγκης τοῦ Β μεγάλου μὴ ὄντος αὐτὸ τὸ Β εἶναι μέγα·
但是,如果当A不是白色时B也必然是大的,那么必然会得出,在B不是大时,B自身却是大的;但这不可行。
τοῦτο δʼ ἀδύνατον. εἰ γὰρ τὸ Β μὴ ἔστι μέγα, τὸ οὐκ ἔσται λευκὸν ἐξ ἀνάγκης.
因为如果B不是大,A必然不是白色的。
εἰ οὖν μὴ ὄντος τούτου λευκοῦ τὸ Β ἔσται μέγα, συμβαίνει, εἰ τὸ Β μὴ ἔστι μέγα, εἶναι μέγα, ὡς διὰ τριῶν.
因此,如果在这个(A)不是白色时 B是大的,那么如果B不是大,它就是大的,就像通过三个[命题证明的]那样。

词汇与语法注释

  1. 10τῆς μὲν ὅλης ἀληθοῦς οὔσης, τῆς δʼ ἐπί τι ψευδοῦς — 属格绝对结构。在上下文语义中,省略的名词 προτάσεως(前提)充当逻辑主语,意为“当一者[前提]全部为真,而另一者部分为假时”。
  2. 20ὅταν οὕτως ἔχωσιν — 由连词 ὅταν 引导的条件从句。不及物动词 ἔχω 结合副词 οὕτως 表示“处于某种状态、如此”。此处指前提(或各项之间的关系)处于前述状态时。
  3. 35ἐξ ὧν ὁ λόγος — 关系代词 ὧν(属格、复数、中性)带有介词 ἐξ,构成关系从句“论证由此组成的[前提]”。该从句修饰被省略的先行词名词 προτάσεων(前提),后者在主句的不定式短语中作主语。
  4. 57bτοῦ δʼ αὐτοῦ ὄντος καὶ μὴ ὄντος ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό — 属格绝对结构“τοῦ αὐτοῦ ὄντος καὶ μὴ ὄντος”表示条件“当同一事物既存在又不存在时”。接续的主句主语为 τὸ αὐτό(同一事物),与不定式 εἶναι 结合,意为“同一事物不可能必然存在”。

引用这一段

亚里士多德, 前分析篇 §1.2.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。