Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.5#1

循环与相互证明的定义及名词换位

第 55 段,共 123 段 · 希腊语

内容简介

定义了循环和相互证明的方法,并论证了只有在名词相互换位(可逆)的情况下,才能相互证明所有前提。

§1.2.5#1Τὸ δὲ κύκλῳ καὶ ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τὸ διὰ τοῦ συμπεράσματος καὶ τοῦ ἀνάπαλιν τῇ κατηγορίᾳ τὴν ἑτέραν λαβόντα πρότασιν συμπεράνασθαι τὴν λοιπήν, ἣν ἐλάμβανεν ἐν θατέρῳ συλλογισμῷ.
所谓循环且相互证明,是指通过结论,并将其中一个前提的归属关系逆转过来,从而得出在另一个三段论中所假设的其余那个前提。
οἷον εἰ ἔδει δεῖξαι ὅτι τὸ τῷ Γ παντὶ ὑπάρχει, ἔδειξε δὲ διὰ τοῦ Β, πάλιν εἰ δεικνύοι ὅτι τὸ τῷ Β ὑπάρχει, λαβὼν τὸ μὲν Α τῷ ὑπάρχειν τὸ δὲ Γ τῷ Β·
例如,如果需要证明A属于所有C,并且是通过B来证明的,那么如果又要证明A属于B,就可以假设A属于C且C属于B;而在之前,则是相反地假设了B属于C。
πρότερον δʼ ἀνάπαλιν ἔλαβε τὸ Β τῳ Γ ὑπάρχον. ἢ εἰ τὸ τῷ Γ δεῖ δείξαι ὑπάρχον, εἰ λάβοι τὸ Α κατὰ τοῦ Γ, ὃ ἦν συμπέρασμα, τὸ δὲ Β κατὰ τοῦ Α ὑπάρχειν· πρότερον δʼ ἐλήφθη ἀνάπαλιν τὸ Α κατὰ τοῦ Β. ἄλλως δʼ οὐκ ἔστιν ἐξ ἀλλήλων δεῖξαι.
或者,如果需要证明B属于 C,如果取作为结论的A属于C,以及B属于A;而在之前,则是相反地取了A属于B。 除此之外,无法进行相互证明。
εἴτε γὰρ ἄλλο μέσον λήψεται, οὐ κύκλῳ· οὐδὲν γὰρ λαμβάνεται τῶν αὐτῶν· εἴτε τούτων τι, ἀνάγκη θάτερον μόνον·
因为如果取另一个中间名词,就不是循环的(因为没有取任何相同的名词);如果取这些名词中的某一个,则必然只能取其中一个。
εἰ γὰρ ἄμφω, ταὐτὸν ἔσται συμπέρασμα, δεῖ δʼ ἕτερον.
因为如果两个都取,结论将会是相同的,而结论应当是不同的。
Ἐν μὲν οὖν τοῖς μὴ ἀντιστρέφουσιν ἐξ ἀναποδείκτου τῆς ἑτέρας προτάσεως γίνεται ὁ συλλογισμός· οὐ γὰρ· ἔστιν ἀποδεῖξαι διὰ τούτων τῶν ὅρων ὅτι τῷ μέσῳ τὸ τρίτον ὑπάρχει ἢ τῷ πρώτῳ τὸ μέσον.
因此,在不换位的名词中,三段论是通过将其中一个前提作为未证明的设想而成立的;因为无法通过这些名词来证明第三者属于中间属性,或者中间属性属于第一者。
ἐν δὲ τοῖς ἀντιστρέφουσιν ἔστι πάντα δεικνύναι διʼ ἀλλήλων, οἷον εἰ τὸ Α καὶ τὸ καὶ τὸ Γ ἀντιστρέφουσιν ἀλλήλοις.
但在可以换位的名词中,则可以相互证明所有前提,例如,如果A、B和C相互换位。
δεδείχθω γὰρ τὸ Α Γ διὰ μέσου τοῦ Β, καὶ πάλιν τὸ Α διά τε τοῦ συμπεράσματος καὶ διὰ τῆς Β Γ προτάσεως ἀντιστραφείσης, ὡσαύτως δὲ καὶ τὸ Β Γ διά τε τοῦ συμπεράσματος καὶ τῆς Α Β a προτάσεως ἀντεστραμμένης.
因为,假设A属于C是通过中间名次B来证明的,接着A属于B又是通过结论以及换位后的BC前提来证明的,同样 B属于C也是通过结论以及换位后的AB 前提来证明的。
δεῖ δὲ τήν τε Γ Β καὶ τὴν Β Α πρότασιν ἀποδεῖξαι· ταύταις γὰρ ἀναποδείκτοις κεχρήμεθα μόναις.
但是,还必须证明CB前提和BA前提;因为我们仅将这两者作为未证明的前提来使用。
ἐὰν οὖν ληφθῇ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν καὶ τὸ Γ παντὶ τῷ Α συλλογισμὸς ἔσται τοῦ Β πρὸς τὸ Α. πάλιν ἐὰν ληφθῇ τὸ μὲν Γ παντὶ τῷ Α, τὸ δὲ παντὶ τῷ Β. παντὶ τῷ Β τὸ Γ ἀνάγκη ὑπάρχειν.
因此,如果假设B属于所有C,且C属于所有A,就会得出B对A的三段论。 再次,如果假设C属于所有A,且A属于所有B,那么C必然属于所有B。
ἐν ἀμφοτέροις δὴ τούτοις τοῖς συλλογισμοῖς ἡ Γ Α πρότασις εἴληπται ἀναπόδεικτος· αἰ γὰρ ἕτεραι δεδειγμέναι ἦσαν.
在这两个三段论中,CA前提都是作为未证明的设想而被采用的;因为其他前提已经得到了证明。
ὥστʼ ἂν ταύτην ἀποδείξωμεν, ἅπασαι ἔσονται δεδειγμέναι διʼ ἀλλήλων.
因此,如果我们证明了这一前提,所有前提就都将通过相互的方式得到证明。
ἐὰν οὖν ληφθῇ τὸ Γ παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Α ὑπάρχειν, ἀμφότεραί τε αἱ προτάσεις ἀποδεδειγμέναι λαμβάνονται, καὶ τὸ Γ τῷ Α ἀνάγκη ὑπάρχειν.
如果假设C属于所有B,且B属于所有A,那么这两个前提都是作为已证明的前提被采用的,且C必然属于A。
φανερὸν οὖν ὅτι ἐν μόνοις τοῖς ἀντιστρέφουσι κύκλῳ καὶ διʼ ἀλλήλων ἐνδέχεται γίνεσθαι τὰς ἀποδείξεις, ἐν δὲ τοῖς ἄλλοις ὡς πρότερον εἴπομεν.
因此,显而易见,只有在可以换位的名词中,才可能进行循环和相互的证明,而在其他名词中,则如我们之前所说的那样。

词汇与语法注释

  1. 1.2.5#1ἀνάπαλιν τῇ κατηγορίᾳ — 意为“在归属关系中相反”。与格 τῇ κατηγορίᾳ 表示前提中谓述关系(归属关系)的角度或限定。指代将前提中谓述的方向逆转的具体操作(例如:用“B属于A”来代替“A属于B”)。
  2. 1.2.5#1λαβὼν τὸ μὲν Α τῷ ὑπάρχειν — 抄本中的 τῷ ὑπάρχειν 是不完整的,标准的文本解释会补上脱漏的 Γ,读作 τῷ Γ ὑπάρχειν(即A属于C)。这与接下来的 τὸ δὲ Γ τῷ Β(即C属于B)形成对照,符合将先前的结论“A属于C”用作新前提的语境。
  3. 1.2.5#1ἢ εἰ τὸ τῷ Γ δεῖ δείξαι ὑπάρχον — 此处同样存在名词脱漏,应补为 τὸ [Β] τῷ Γ(即B属于C)。分词 ὑπάρχον 在无人称动词 δεῖ 所引导的不定式短语中,表明了其主语(或作为宾语的关系),构成了“如果需要证明B属于C”这一意义结构。
  4. 1.2.5#1δεῖ δʼ ἕτερον — 省略句。省略了动词(可能是 εἶναι τὸ συμπέρασμα),意为“但是[结论]应当是不同的”。指出在相互证明中,从相同的前提得出相同的结论是无意义的,因此必须得出新的命题作为结论。
  5. 1.2.5#1ὥστʼ ἂν ταύτην ἀποδείξωμεν, ἅπασαι ἔσονται δεδειγμέναι — 表示结果的连词 ὥστε 后面接了一个条件从句(ἂν + 虚拟语气),并以将来时直陈语气(ἔσονται)作为结果。这一结构紧密地表达了未来带条件的结果:“因此,如果我们证明了这一个(CA前提),那么所有前提就都将得到证明”。

引用这一段

亚里士多德, 前分析篇 §1.2.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。