Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.27#1

修辞式的定义与基于征标的三格推论

第 77 段,共 123 段 · 希腊语

内容简介

本节定义了修辞式(省略三段论),解释了其作为由可信事物与征标构成的三段论。进而将征标的三种取法与三段论的三种格相对应,分析了它们各自在有效性和可驳性上的差异。

§1.2.27#1Ἐνθύμημα δὲ ἐστὶ συλλογισμὸς ἐξ εἰκότων ἢ σημείων, εἰκὸς δὲ καὶ σημεῖον οὐ ταὐτόν ἐστιν, ἀλλὰ τὸ μὲν εἰκός ἐστι πρότασις ἔνδοξος·
修辞式是一种由可信的事物或征标构成的三段论。 但是可信的事物与征标并不是同一的;相反,可信的事物是一种信奉的前提。
ὃ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἴσασιν οὕτω γινόμενον ἢ μὴ γινόμενον ἢ ὂν ἢ μὴ ὄν, τοῦτʼ ἐστὶν εἰκός, οἷον τὸ μισεῖν τοὺς φθονοῦντας ἢ τὸ φιλεῖν τοὺς ἐρωμένους.
因为人们所知道的、在大多数情况下如此发生或不发生、如此存在或不存在的事物,就是可信的事物,例如憎恨那些嫉妒的人,或爱那些被爱的人。
σημεῖον δὲ βούλεται εἶναι πρότασις ἀποδεικτικὴ ἢ ἀναγκαία ἢ ἔνδοξος· οὗ γὰρ ὄντος ἔστιν ἢ οὗ γενομένου πρότερον ἢ ὕστερον γέγονε τὸ πρᾶγμα, τοῦτο σημεῖόν ἐστι τοῦ γεγονέναι ἢ εἶναι.
而征标则是指一种证明性的前提,无论是必然的还是信奉的;因为当它存在时事物就存在,或者当它先前或其后发生时事物就已经发生,这就是该事物已经发生或存在的征标。
λαμβάνεται δὲ τὸ σημεῖον τριχῶς, ὁσαχῶς καὶ τὸ μέσον ἐν τοῖς σχήμασιν· ἢ γὰρ ὡς ἐν τῷ πρώτῳ ἢ ὡς ἐν τῷ μέσῳ ἢ ὡς ἐν τῷ τρίτῳ, οἷον τὸ μὲν δεῖξαι κύουσαν διὰ τὸ γάλα ἔχειν ἐκ τοῦ πρώτου σχήματος· μέσον γὰρ τὸ γάλα ἔχειν.
征标有三种取法,其数量与各格中的中项相同;因为或者如在第一格中,或者在第二格中,或者在第三格中。 例如,通过有乳汁来表明妇女怀孕是来自第一格;因为有乳汁是中项。
ἐφʼ ᾦ τὸ Α κύειν, τὸ Β γάλα ἔχειν, γυνὴ ἐφʼ ᾧ Γ. τὸ δʼ ὅτι οἱ σοφοὶ σπουδαῖοι, Πιττακὸς γὰρ σπουδαῖος, διὰ τοῦ ἐσχάτου.
设 A 为“怀孕”,B 为“有乳汁”, Γ 为“妇女”。 另一方面,“智者是优秀的,因为皮塔科斯是优秀的”是通过最后一格。
ἐφʼ ᾧ Α τὸ σπουδαῖον, ἐφʼ ᾧ Β οἱ σοφοί, ἐφʼ Γ Πιττακός.
设 A 为“优秀的”,B 为“智者”,Γ 为“皮塔科斯”。
ἀληθὲς δὴ καὶ τὸ Α καὶ τὸ Β τοῦ Γ κατηγορῆσαι· πλὴν τὸ μὲν οὐ λέγουσι διὰ τὸ εἰδέναι, τὸ δὲ λαμβάνουσιν.
因此,将 A 和 B 都作为 Γ 的谓词是真的;只是人们因为已知而不说出其中之一,却取用了另一个。
τὸ δὲ κύειν, ὅτι ὠχρά, διὰ τοῦ μέσου σχήματος βούλεται εἶναι· ἐπεὶ γὰρ ἕπεται ταῖς κυούσαις τὸ ὠχρόν, ἀκολουθεῖ δὲ καὶ ταύτῃ, δεδεῖχθαι οἴονται ὅτι κύει.
而“因为面色苍白而怀孕”则被认为是通过第二格;因为既然面色苍白伴随着孕妇,而且它也伴随着这个妇女,人们就认为已经表明她怀孕了。
τὸ ὠχρὸν ἐφʼ οὗ τὸ Α, τὸ κύειν ἐφʼ οὗ Β, γυνὴ ἐφʼ οὗ Γ. Ἐὰν μὲν οὖν ἡ μία λεχθῇ πρότασις, σημεῖον γίνεx ται μόνον, ἐὰν δὲ καὶ ἡ ἑτέρα προσληφθῇ, συλλογισμός, οἷον ὅτι Πιττακὸς ἐλευθέριος· οἱ γὰρ φιλότιμοι ἐλευθέριοι, Πιττακὸς δὲ φιλότιμος.
设 A 为“面色苍白”,B 为“怀孕”,Γ 为“妇女”。 因此,如果仅陈述了一个前提,它就仅成为征标,但如果也接纳了另一个前提,它就成为三段论,例如,“皮塔科斯是慷慨的;因为重名誉的人是慷慨的,而皮塔科斯是重名誉的”。
ἢ πάλιν ὅτι οἱ σοφοὶ ἀγαθοί Πιττακὸς γὰρ ἀγαθός, ἀλλὰ καὶ σοφός.
或者,“智者是善良的;因为皮塔科斯是善良的,但也是明智的”。
οὕτω μὲν οὖν γίνονται συλλογισμοί, πλὴν ὁ μὲν διὰ τοῦ πρώτου σχήματος ἄλυτος, ἂν ἀληθὴς ᾖ (καθόλου γάρ ἐστιν), ὁ δὲ διὰ τοῦ ἐσχάτου λύσιμος, κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα, διὰ τὂ μὴ εἶναι καθόλου μηδὲ πρὸς τὸ πρᾶγμα τὸν συλλογισμόν· οὐ γὰρ εἰ Πιττακὸς σπουδαῖος, διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀνάγκη σοφούς.
因此,这样便形成了三段论,只是通过第一格的是不可驳倒的,如果它是真的(因为它是全称的),而通过最后一格的是可驳倒的,即使结论是真的,因为三段论既非全称,亦非针对该事物本身;因为并非如果皮塔科斯是优秀的,其他所有人就因此也必然是明智的。
ὁ δὲ διὰ τοῦ μέσου σχήματος ἀεὶ καὶ πάντως λύσιμος· οὐδέποτε γὰρ γίνεται συλλογισμός οὕτως ἐχόντων τῶν ὅρων· οὐ γὰρ εἰ ἡ κύουσα ὠχρά, ὠχρὰ δὲ καὶ ἥδε, κύειν ἀνάγκη ταύτην.
而通过第二格的则在任何情况下都是可驳倒的;因为当名项处于这种关系时,决不会产生三段论;因为并非如果孕妇是面色苍白的,而这个妇女也是苍白的,她就必然怀孕。
ἀληθὲς μὲν οὖν ἐν ἅπασιν ὑπάρξει τοῖς σημείοις, διαφορὰς δʼ ἔχουσι τὰς εἰρημένας.
因此,真实性属于所有的征标,但它们具有上述的区别。

词汇与语法注释

  1. 3ὃ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἴσασιν οὕτω γινόμενον ἢ μὴ γινόμενον ἢ ὂν ἢ μὴ ὄν, τοῦτʼ ἐστὶν εἰκός — 关系代词 ὅ 引导一个以随后的指示代词 τοῦτο 为先行词的关系从句,在句中实际上起主语名词从句的作用。副词短语 ὡς ἐπὶ τὸ πολὺ(在大多数情况下)修饰分词 γινόμενον(发生)和 ὄν(存在),这些分词作为表语分词表示主句动词 ἴσασιν(知道)的认识对象,而不是修饰主句动词本身。
  2. 15ἀληθὲς δὴ καὶ τὸ Α καὶ τὸ Β τοῦ Γ κατηγορῆσαι· πλὴν τὸ μὲν οὐ λέγουσι διὰ τὸ εἰδέναι, τὸ δὲ λαμβάνουσιν. — 确定 τὸ μὲν ... τὸ δὲ 的指代对象至关重要。承接前文的 κατηγορῆσαι(作为谓词),此处应解释为:“人们因为已知而不说出其中之一(即 Γ 是 B 的前提,即皮塔科斯是智者),却取用了另一个(即 Γ 是 A 的前提,即皮塔科斯是优秀的)”。不定式 κατηγορῆσαι 作为非人称表达 ἀληθές [ἐστι] 的主语。
  3. p.112διὰ τὂ μὴ εἶναι καθόλου μηδὲ πρὸς τὸ πρᾶγμα τὸν συλλογισμόν — 由介词 διά 支配的“带对格的不定式”结构。不定式 εἶναι 的逻辑主语是对格的 τὸν συλλογισμόν(三段论)。使用 μή 和 μηδέ 的双重否定否定了整个不定式短语。短语 πρὸς τὸ πρᾶγμα 意为“直接针对事物本身”或“切合当前问题”,表明该推论缺乏全称必然性,而仅停留于具体事例。
  4. 35οὐδέποτε γὰρ γίνεται συλλογισμός οὕτως ἐχόντων τῶν ὅρων — 短语 οὕτως ἐχόντων τῶν 选项 是独立属格结构(genitive absolute),表示条件(“如果词项处于这种关系中”)。不及物动词 ἔχω 与副词 οὕτως 连用表示“处于某种状态”。这解释了逻辑学背景:在第二格(中格)中,当拥有两个肯定前提时(例如:“孕妇是苍白的”和“这个妇女也是苍白的”),绝不可能形成有效的三段论,因为第二格要求至少有一个否定前提才能得出结论。

引用这一段

亚里士多德, 前分析篇 §1.2.27#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.27%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。