Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.27#2

确证的性质与基于三段论的观相学

第 78 段,共 123 段 · 希腊语

内容简介

在讨论了征标与确证的词义区别后,本文在肉体与灵魂协同变化的假设下,阐明了基于第一格三段论的观相学的逻辑可能性及其条件。

§1.2.27#2Ἢ δὴ οὕτω διαιρετέον τὸ σημεῖον, τούτων δὲ τὸ μέσον τεκμήριον ληπτέον (τὸ γὰρ τεκμήριον τὸ εἰδέναι ποιοῦν φασὶν εἶναι, τοιοῦτο δὲ μάλιστα τὸ μέσον), ἢ τὰ μὲν ἐκ τῶν ἄκρων σημεῖον λεκτέον, τὰ δʼ ἐκ τοῦ μέσου τεκμήριον· ἔνδοξότατον γὰρ καὶ μάλιστα ἀληθὲς τὸ διὰ τοῦ πρώτου σχήματος.
或者确实应当这样划分征标,并在其中将中介作为确证来把握(因为人们说确证是产生知识的东西,而中项最具有这种性质),或者将来自两端的称为征标,而将来自中间的称为确证;因为通过第一格的是最著名的且最真实的。
Τὸ δὲ φυσιογνωμονεῖν δυνατόν ἐστιν, εἴ τις δίδωσιν ἅμα μεταβάλλειν τὸ σῶμα καὶ τὴν ψυχὴν ὅσα φυσικά ἐστι παθήματα· μαθὼν γὰρ ἴσως μουσικὴν μεταβέβληκέ τι τὴν φυχήν, ἀλλʼ οὐ τῶν φύσει ἡμῖν ἐστὶ τοῦτο τὸ πάθος, ἀλλ᾿ οἷον ὀργαὶ καὶ ἐπιθυμίαι τῶν φύσει κινήσεων.
而如果有人允许肉体和灵魂在所有属于自然状态的受动中同时发生变化,那么观相就是可能的;因为由于学习了音乐,某人的灵魂也许发生了一定的变化,但这不是我们天生具有的受动,而像愤怒和欲望这样的事物才属于自然的运动。
εἰ δὴ τοῦτό τε δοθείη καὶ ἓν ἑνός σημεῖον εἶναι, καὶ δυναίμεθα λαμβάνειν τὸ ἴδιον ἑκάστου γένους πάθος καὶ σημεῖον, δυντησόμεθα φυσιογνωμονεῖν.
如果这一点得到承认,且一个事物是一个事物的征标,并且我们能够把握每个种类的特有受动和征标,我们将能够进行观相。
εἰ γάρ ἐστιν ἰδίᾳ τινὶ γένει ὑπάρχον ἀτόμῳ πάθος, οἷον τοῖς λέουσιν ἀνδρεία, ἀνάγκη καὶ σημεῖον εἶναί τι· συμπάσχειν γὰρ ἀλλήλοις ὑπόκειται.
因为如果存在着特有地属于某个单一种类的受动,例如狮子具有勇敢,那么必然也存在某种征标;因为假设了它们是相互影响的。
καὶ ἔστω τοῦτο τὸ μεγάλα τὰ ἀκρωτήρια ἔχειν· ὃ καὶ ἄλλοις ὑπάρχειν γένεσι μὴ ὅλοις ἐνδέχεται.
设这就是具有巨大的肢体;这也可能属于其他种类,但不是属于其全体。
τὸ γὰρ σημεῖον οὕτως ἴδιόν ἐστιν, ὅτι ὅλου γένους ἴδιόν ἐστι, καὶ οὐ μόνου ἴδιον, ὥσπερ εἰώθαμεν λέγειν.
因为征标之所以是特有的,是因为它是整个种类所特有的,而不是像我们通常所说的那样,仅是该种类所独有的。
ὑπάρξει δὴ καὶ ἐν ἄλλῳ γένει τοῦτο, καὶ ἔσται ἀνδρεῖος ἄνθρωπος καὶ ἄλλο τι ζῷον.
因此,这也会属于其他种类,并且会有勇敢的人和某种其他动物。
ἕξει ἄρα τὸ σημεῖον· ἓν γὰρ ἑνὸς ἦν.
因此,它将具有该征标;因为曾设一个针对一个。
εἰ τοίνυν ταῦτʼ ἐστί, καὶ δυντησόμεθα τοιαῦτα σημεῖα συλλέξαι ἐπὶ τούτων τῶν ζῴων ἃ μόνον ἓν πάθος ἔχει τι ἴδιον, ἕκαστον δʼ ἔχει σημεῖον, ἐπείπερ ἓν ἔχειν ἀνάγκη, δυνησόμεθα φυσιογνωμονεῖν.
因此,如果这些情况成立,且我们能够针对那些仅具有某一个特有受动、且每个受动都有一个征标(因为必然要有一个)的动物收集此类征标,我们将能够进行观相。
εἰ δὲ δύο ἔχει ἴδια ὅλον τὸ γένος, οἷον ὁ λέων ἀνδρεῖον καὶ μεταδοτικόν, πῶς γνωσόμεθα πότερον ποτέρου σημεῖον τῶν ἰδίᾳ ἀκολουθούντων σημείων;
但是,如果整个种类具有两个特有属性,例如狮子具有勇敢和慷慨,那么在特有地伴随它们的征标中,我们如何能知道哪一个对应哪一个属性呢?
ἢ εἰ ἄλλῳ τινὶ μὴ ὅλῳ ἄμφω, καὶ ἐν οἷς μὴ ὅλοις ἑκάτερον, ὅταν τὸ μὲν ἔχῃ τὸ δὲ μή· εἰ γὰρ ἀνδρεῖος μὲν ἐλευθέριος δὲ μή, ἔχει δὲ τῶν δύο τοδί, δῆλον ὅτι καὶ ἐπὶ τοῦ λέοντος τοῦτο σημεῖον τῆς ἀνδρείας.
或者,如果两属性也属于其他某种并不全体具有它们的种类,且在那些并不全体具有其中之一的种类中,当其中一个种类具有这一属性而不具有另一属性时;因为如果某人勇敢但不慷慨,且在两个征标中具有这一个,那么显然在狮子身上这也是勇敢的征标。
Ἔστι δὴ τὸ φυσιογνωμονεῖν τῷ ἐν τῷ πρώτῳ σχῆματι τὸ μέσον τῷ μὲν πρώτῳ ἄκρῳ ἀντιστρέφειν, τοῦ δὲ τρίτου ὑπερτείνειν καὶ μὴ ἀντιστρέφειν, οἷον ἀνδρεία τὸ Α, τὰ ἀκρωτήρια μεγάλα ἐφʼ οὗ Β, τὸ δὲ Γ λέων.
因此,进行观相在于第一格中的中项与第一端可换位,但超出第三端且不与其换位,例如 A 为勇敢,B 为巨大的肢体,Γ 为狮子。
ᾧ δὴ τὸ Γ, τὸ Β παντί, ἀλλὰ καὶ ἄλλοις.
凡是 Γ 所属于的, B 都属于其全体,但亦属于其他事物。
ᾧ δὲ τὸ Β, τὸ παντὶ καὶ οὐ πλείοσιν, ἀλλʼ ἀντιστρέφει· εἰ δὲ μή, οὐκ ἔσται ἓν ἑνὸς σημεῖον.
而凡是 B 所属于的,A 都属于其全体,且不属于更多的事物,相反它们可换位;否则,一个事物就不会是一个事物的征标。

词汇与语法注释

  1. 1.2.27Ἢ δὴ οὕτω διαιρετέον — 句首的 Ἢ 针对前文(第一、第二、第三格中的征标)提出了一个新的划分方法(征标与确证的区别)。动词性形容词 διαιρετέον 和 ληπτέον 作单数中性非人称使用,表示“必须划分”、“必须把握”的义务含义。
  2. 1.2.27εἰ δὴ τοῦτό τε δοθείη — 动词 δοθείη 是 δίδωμι 的无定过去时被动语气希求式第三人称单数。与条件小词 εἰ 连用,表示潜在的假设(“如果这一点得到承认”)。它与主句中的将来时直陈式 δυνήσομεθα 相结合,构成了混合型条件句。
  3. 1.2.27ὅλου γένους ἴδιόν ἐστι , καὶ οὐ μόνου ἴδιον — 亚里士多德对征标的“特有(ἴδιον)”所作的特殊定义。属格 ὅλου γένους 和 μόνου 修饰 ἴδιον。征标对于某个种类是“特有的”,意味着它无一例外地属于该整个种类(ὅλου γένους),而不一定意味着它仅排他地属于该种类(μόνου)。
  4. 1.2.27ἢ εἰ ἄλλῳ τινὶ μὴ ὅλῳ ἄμφω — 这是一个极度省略且紧凑的句式。需要补全缺失的词汇:ἢ εἰ [ὑπάρχει] ἄλλῳ τινὶ [凝] μὴ ὅλῳ ἄμφω [τὰ πάθη](“或者,如果两属性也属于其他某种并不全体具有它们的种类”)。接下来的 ὅταν τὸ μὲν ἔχῃ τὸ δὲ μή 同样需要补充省略的成分。
  5. 1.2.27Ἔστι δὴ τὸ φυσιογνωμονεῖν τῷ ... ἀντιστρέφειν — 动词 Ἔστι 在此表示“是可能的”或“存在”。带冠词不定式的与格形式 τῷ ... ἀντιστρέφειν 表示手段或原因,构成“通过中项与……可换位,观相才成为可能”的结构。与格 τῷ μὲν πρώτῳ ἄκρῳ 依存并修饰 ἀντιστρέφειν。

引用这一段

亚里士多德, 前分析篇 §1.2.27#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.27%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。