§1.2.25Ἀπαγωγὴ δʼ ἐστὶν ὅταν τῷ μὲν μέσῳ τὸ πρῶτον δῆλον ᾖ ὑπάρχον, τῷ δʼ ἐσχάτῳ τὸ μέσον ἄδηλον μέν, ὁμοίως δὲ πιστὸν ἢ μᾶλλον τοῦ συμπεράσματος· ἔτι ἂν ὀλίγα ᾖ τὰ μέσα τοῦ ἐσχάτουυ καὶ τοῦ μέσου· πάντως γὰρ ἐγγύτερον εἶναι συμβαίνει τῆς ἐπιστήμης.
还原是指:当第一项属于中项是显而易见的,而中项属于最末项是不明显的,但与结论同样可信或比结论更可信;或者,如果最末项与中项之间的一系列中项很少;因为在任何情况下,这都会使其更接近于科学知识。
οἷον ἔστω τὸ τὸ διδακτόν, ἐφʼ οὗ Β ἐπιστήμη, τὸ Γ δικαιοσύνη.
例如,设 A 为“可教的”,B 为“知识”,Γ 为“正义”。
ἡ μὲν οὖν ἐπιστήμη ὅτι διδακτόν, φανερόν· ἡ δʼ ἀρετὴ εἰ ἐπιστήμη, ἄδηλον.
因此,知识是可教的,这是显而易见的;但美德是否是知识,则是未知的。
εἰ οὖν ὁμοίως ἢ μᾶλλον πιστὸν τὸ Β Γ τοῦ Α Γ, ἀπαγωγή ἐστιν· ἐγγύτερον γὰρ τοῦ ἐπίστασθαι διὰ τὸ προσειληφέναι τὴν Α Β ἐπιστήμην, πρότερον οὐκ ἔχοντας.
因此,如果 B-Γ 与 A-Γ 同样可信或更可信,这就是还原;因为通过预先取得先前并不拥有的 A-B 的知识,我们更接近于认知。
ἢ πάλιν εἰ ὀλίγα τὰ μέσα τῶν Β Γ· καὶ γὰρ οὕτως ἐγγύτερον τοῦ εἰδέναι.
或者,如果 B 与 Γ 之间的一系列中项很少;因为这样也更接近于认识。
οἶον εἰ τὸ Δ εἴη τετραγωνίζεσθαι, τὸ δʼ ἐφʼ ᾧ εὐθύγραμμον, τὸ δʼ ἐφʼ ᾧ Ζ κύκλος· εἰ τοῦ Ε Ζ ἓν μόνον εἴη μέσον, τὸ μετὰ μηνίσκων ἴσον γίνεσθαι εὐθυγράμμῳ τὸν κύκλον, ἐγγὺς ἂν εἴη τοῦ εἰδέναι.
例如,设 Δ 为“求方”,E 为“直边图形”,Ζ 为“圆”;如果 E 与 Ζ 之间只有一个中项,即“圆通过弓形变成与直边图形相等”,那么这就会接近于认识。
ὅταν δὲ μήτε πιστότερον ᾖ τὸ Β Γ τοῦ Α Γ μήτʼ ὀλίγα τὰ μέσα, οὐ λέγω ἀπαγωγήν.
但是,当 B-Γ 既不比 A-Γ 更可信,中项也不少时,我并不称之为还原。
οὐδʼ ὅταν ἄμεσον τὸ Β Γ· ἐπιστήμη γὰρ τὸ τοιοῦτον.
同样,当 B-Γ 是无中介的(直接的)时候也是如此;因为这样的事物本身就是科学知识。
§1.2.26Ἔνστασις δʼ ἐστὶ πρότασις προτάσει ἐναντία.
异议是与前提相反的前提。
διαφέρει δὲ τῆς προτάσεως, ὅτι τὴν μὲν ἔνστασιν ἐνδέχεται εἶναι ἐπὶ μέρους, τὴν δὲ πρότασιν ἢ ὅλως οὐκ ἐνδέχεται ἢ οὐκ ἐν τοῖς καθόλου συλλογισμοῖς.
它与前提的不同之处在于,异议可以是特称(部分)的,而前提要么完全不能如此,要么至少在全称三段论中不能如此。
φέρεται δὲ ἡ ἔνστασις διχῶς καὶ 69b διὰ δύο σχημάτων, διχῶς μὲν ὅτι ἢ καθόλου ἢ ἐν μέρει πᾶσα ἔνστασις, ἐκ δύο δὲ σχημάτων ὅτι ἀντικείμεναι φέρονται τῇ προτάσει, τὰ δʼ ἀντικείμενα ἐν τῷ πρώτῳ καὶ τῷ τρίτῳ σχήματι περαίνονται μόνοις.
异议是以两种方式,并 69b 通过两个格来提出的。 两种方式是指,所有的异议要么是全称的,要么是特称的;通过两个格是指,异议作为与前提相对立的东西被提出,而对立面只能在第一和第三格中得出结论。
ὅταν γὰρ ἀξιώσῃ παντὶ ὑπάρχειν, ἐνιστάμεθα ἢ ὅτι οὐδενὶ ἢ ὅτι τινὶ οὐχ ὑπάρχει· τούτων δὲ τὸ μὲν μηδενὶ ἐκ τοῦ πρώτου σχήματος, τὸ δὲ τινὶ μὴ ἐκ τοῦ ἐσχάτου.
因为当他主张属于一切时,我们提出异议,要么说它不属于任何一个,要么说它不属于某些;而其中“不属于任何一个”来自第一格,“不属于某些”则来自最末(第三)格。
οἷον ἔστω τὸ Α μίαν εἶναι ἐπιστήμην, ἐφʼ ᾧ τὸ Β ἐναντία.
例如,设 A 为“是单一的知识”, B 为“相反者”。
προτείναντος δὴ μίαν εἶναι τῶν ἐναντίων ἐπιστήμην, ἢ ὅτι ὅλως οὐχ ἡ αὐτὴ τῶν ἀντικειμένων ἐνίσταται, τὰ δʼ ἐναντία ἀντικείμενα, ὥστε γίνεται τὸ πρῶτον σχῆμα, ἢ ὅτι τοῦ γνωστοῦ καὶ ἀγνώστου οὐ μία· τοῦτο δὲ τὸ τρίτον· κατά γὰρ τοῦ Γ, τοῦ γνωστοῦ καὶ ἀγνώστου, τό μὲν ἐναντία εἶναι ἀληθές, τὸ δὲ μίαν αὐτῶν ἐπιστήμην εἶναι ψεῦδος.
当有人提出前提说,相反者的知识是单一的时,我们要么提出异议说“一般而言对立面的知识并非同一”,而相反者是对立面,从而形成了第一格;要么提出异议说“已知物与未知物的知识并非同一”;这就是第三格;因为对于 Γ(即已知物与未知物)而言,“它们是相反者”是真的,而“它们的知识是单一的”是假的。
πάλιν ἐπὶ τῆς στερητικῆς προτάσεως ὡσαύτως.
同样,对于否定前提也是如此。
ἀξιοῦντος γὰρ μὴ εἶναι μίαν τῶν ἐναντίων, ἢ ὅτι πάντων τῶν ἀντικειμένων ἢ ὅτι τινῶν ἐναντίων ἡ αὐτὴ λέγομεν, οἷον ὑγιεινοῦ καὶ νοσώδους· τὸ μὲν οὖν πάντων ἐκ τοῦ πρώτου, τὸ δὲ τινῶν ἐκ τοῦ τρίτου σχήματος.
因为当他主张相反者的知识并非单一时,我们要么说“所有对立面的知识都是同一的”,要么说“某些相反者(例如健康和疾病)的知识是同一的”;因此,“关于一切的”来自第一格,而“关于某些的” 则来自第三格。
Ἁπλῶς γὰρ ἐν πᾶσι καθόλου μὲν ἐνιστάμενον ἀνάγκη πρὸς τὸ καθόλου τῶν προτεινομένων τὴν ἀντίφασιν εἰπεῖν, οἷον εἰ μὴ τὴν αὐτὴν ἀξιοῖ τῶν ἐναντίων, πάντων εἰπόντα τῶν ἀντικειμένων μίαν.
简言之,在所有情况下,进行全称异议的人必须针对所提命题的全称部分陈述其矛盾面,例如,如果对方主张相反者的知识并非同一,则陈述所有对立面的知识是单一的。
οὕτω δʼ ἀνάγκη τὸ πρῶτον εἶναι σχῆμα· μέσον γὰρ γίνεται τὸ καθάλου πρός τὸ ἐξ ἀρχῆς.
这样一来,必然形成第一格;因为该全称项成为了相对于最初项的中项。
ἐν μέρει δέ, πρὸς ὅ ἐστι καθόλου καθʼ οὗ λέγεται ἡ πρότασις, οἷον γνωστοῦ καὶ ἀγνώστου μὴ τὴν αὐτήν· τὰ γὰρ ἐναντία καθόλου πρὸς ταῦτα.
与此相反,在特称中,[提出异议者]是针对前提对其进行全称陈述的对象。 例如,说“已知物与未知物的知识并非同一”;因为相反者相对于这些是全称的。
καὶ γίνεται τὸ τρίτον σχῆμα· μέσον γὰρ τὸ ἐν μέρει λαμβανόμενον, οἷον τὸ γνωστὸν καὶ τὸ ἄγνωστον.
从而形成了第三格;因为被作为特称(部分)而取用的项,如已知物和未知物,成为了中项。
ἐξ ὧν γὰρ ἔστι συλλογίσασθαι τοὐναντίον, ἐκ τούτων καὶ τὰς ἐνστάσεις ἐπιχειροῦμεν λέγειν.
因为正是从那些可以推导相反结论的前提中,我们尝试提出异议。
διὸ καὶ ἐκ μόνων τούτων τῶν σχημάτων φέρομεν· ἐν μόνοις γὰρ οἱ ἀντικείμενοι συλλογισμοί· διὰ γὰρ τοῦ μέσου οὐκ ἦν καταφατικῶς.
因此我们仅从这两个格中提出异议;因为只有在这两格中才存在相对立的三段论,因为通过中间(第二)格无法得出肯定性三段论。
ἔτι δὲ κἂν λόγου δέοιτο πλείονος ἡ διὰ τοῦ μέσου σχήματος, οἷον· εἰ μὴ δοίη τὸ τῷ Β ὑπάρχειν διὰ τό μὴ ἀκολουθεῖν αὐτῷ τὸ Γ. τοῦτο γὰρ διʼ ἄλλων προτάσεων δῆλον· οὐ δεῖ δὲ εἰς ἄλλα ἐκτρέπεσθαι τὴν ἔνστασιν, ἀλλʼ εὐθὺς φανερὰν ἔχειν τὴν ἑτέραν πρότασιν.
此外,通过中间(第二)格的异议需要更长的论证;例如,如果由于 Γ 不随推于 B,对方就不承认 B 属于[A]。 因为这需要通过其他前提来变得明显;但异议不应该转向其他事物,而应该立即使另一个前提显而易见。
Ἐπισκεπτέον δὲ καὶ περὶ τῶν ἄλλων ἐνστάσεων, οἶον περὶ τῶν ἐκ τοῦ ἐναντίου καὶ τοῦ ὁμοίου καὶ τοῦ κατὰ δόξαν, καὶ εἰ τὴν ἐν μέρει ἐκ τοῦ πρώτου ἢ τὴν στερητικὴν ἐκ τοῦ μέσου 70a δυνατὸν λαβεῖν.
我们还必须考察其他类型的异议,例如来自相反者、来自相似者和来自常理(舆论)的异议,以及是否可能从第一格中取得特称异议,或从中间(第二)格中取得否定异议。 70a