§1.2.21#2Τῇ μὲν οὖν καθόλου θεωροῦμεν τὰ ἐν μέρει, τῇ δʼ οἰκείᾳ οὐκ ἴσμεν, ὥστʼ ἐνδέχεται καὶ ἀπατᾶσθαι περὶ αὐτά, πλὴν οὐκ ἐναντίως, ἀλλʼ ἔχειν μὲν τὴν καθόλου, ἀπατᾶσθαι δὲ τὴν κατὰ μέρος.
因此,我们通过普遍知识来观察特殊事物,但并不通过固有知识来认识它们,结果有可能对它们产生误解,但并非以相反的方式,而是拥有一种普遍知识,却在特殊知识上受到蒙蔽。
ὁμοίως οὖν καὶ ἐπὶ τῶν· προειρημένων· οὐ γὰρ ἐναντία ἡ κατὰ τὸ μέσον ἀπάτη τῇ κατὰ τὸν συλλογισμὸν ἐπιστήμῃ, οὐδʼ ἡ καθʼ ἑκάτερον τῶν μέσων ὑπόληψις.
因此,对于前述的情况也是如此;因为关于中间名辞的蒙蔽并不与通过三段论获得的知识相反,关于两个中间名辞中每一个的判断也不与之相反。
οὐδὲν δὲ κωλύει εἰδότα καὶ ὅτι τὸ ὅλῳ τῷ Β ὑπάρχει καὶ πάλιν τοῦτο τῷ Γ, οἰηθῆναι μὴ ὑπάρχειν τὸ Α τῷ Γ, οἷον ὅτι πᾶσα ἡμίονος ἄτοκος καὶ αὕτη ἡμίονος οἴεσθαι κύειν ταύτην· οὐ γὰρ ἐπίσταται ὅτι τὸ Α τῷ Γ μὴ συνθεωρῶν τὸ καθʼ ἑκάτερον.
而且,即便有人知道 A 属于整个 B,且这又属于 Γ,也完全不妨碍他认为 A 不属于 Γ,例如,知道每只骡子都不育,且这是一只骡子,却认为它怀孕了;因为他没有将它们放在一起考察,因而并不知道 A 属于 Γ。
ὥστε δῆλον ὅτι καὶ εἰ τὸ μὲν οἶδε τὸ δὲ μὴ οἶδεν, ἀπατηθήσεται· ὅπερ ἔχουσιν αἱ καθόλου πρὸς τὰς κατὰ μέρος ἐπιστήμας.
因此很明显,即使他知道其中之一而不知道另一个,他也会受到蒙蔽;这正是普遍知识与特殊知识之间的关系。
οὐδὲν γὰρ τῶν αἰσθητῶν ἔξω τῆς αἰσθήσεως γενόμενον ἴσμεν, οὐδʼ ἂν ᾐσθημένοι τυγχάνωμεν, εἰ μὴ ὡς τῷ καθόλου καὶ τῷ ἔχειν τὴν οἰκείαν ἐπιστήμην, ἀλλʼ οὐχ ὡς τῷ ἐνεργεῖν.
因为任何感觉对象在脱离感觉之后,我们都无法认识它,即使我们曾经感觉到它,除非是通过普遍知识以及通过拥有其固有知识,而不是通过实际运用它。
τὸ γὰρ ἐπίτασθαι λέγεται τριχῶς, ἢ ὡς τῇ καθόλου ἢ ὡς τῇ οἰκείᾳ ἢ ὡς τῷ ἐνεργεῖν, ὥστε καὶ τὸ ἠπατῆσθαι τοσαυταχῶς.
因为“知道”是在三种意义上被使用的:或是通过普遍知识,或是通过固有知识,或是通过实际运用它;因此,“受到蒙蔽”也有同样多种的意义。
οὐδὲν οὖν κωλύει καὶ εἰδέναι καὶ ἠπατῆσθαι περὶ ταὐτό, πλὴν οὐκ ἐναντίως.
因此,没有任何东西妨碍一个人对同一事物既知道又受到蒙蔽,只要不是以相反的方式。
ὅπερ συμβαίνει καὶ τῷ καθʼ ἑκατέραν εἰδότι τὴν πρότασιν καὶ μὴ ἐπεσκεμμένῳ πρότερον.
这也发生在那些知道两个前提中的每一个、但先前未曾将它们结合起来考察的人身上。
ὑπολαμβάνων γὰρ κύειν τὴν ἡμίονον οὐκ ἔχει τὴν κατὰ τὸ ἐνεργεῖν ἐπιστήμην, οὐδʼ αὖ διὰ τὴν ὑπόληφιν ἐναντίαν ἀπάτην τῇ ἐπιστήμῃ· συλλογισμὸς γὰρ ἡ ἐναντία ἀπάτη τῇ καθόλου.
因为认为骡子怀孕的人并不拥有处于实际状态的知识,他也不因其判断而产生与知识相反的蒙蔽;因为与普遍知识相反的蒙蔽是由三段论推导出来的。
Ὁ δʼ ὑπολαμβάνων τὸ ἀγαθῷ εἶναι κακῷ εἶναι, τὸ αὐτὸ ὑπολήφεται ἀγαθῷ εἶναι καὶ κακῷ.
而那些认为“善之所是”就是“恶之所是”的人,就会认为同一事物既是善的又是恶的。
ἔστω γὰρ τὸ μὲν ἀγαθῷ εἶναι ἐφʼ οὗ Α, τὸ δὲ κακῷ εἶναι ἐφʼ οὗ Β, πάλιν δὲ τὸ ἀγαθῷ εἶναι ἐφʼ οὗ Γ. ἐπεὶ οὖν ταὐτὸν ὑπολαμβάνει τὸ Β καὶ τὸ Γ, καὶ εἶναι τὸ Γ τὸ Β ὑπολήψεται, καὶ πάλιν τὸ τὸ Α εἶναι ὡσαύτως, ὥστε καὶ τὸ Γ τὸ Α ὥσπερ γὰρ εἰ ἦν ἀληθές, καθʼ οὗ τὸ Γ, τὸ Β, καὶ καθʼ οὗ τὸ Β, τὸ Α, καὶ κατὰ τοῦ Γ τὸ ἀληθὲς ἦν, οὕτω καὶ ἐπὶ τοῦ ὑπολαμβάνειν.
因为设“善之所是”为 A,“恶之所是”为 B,再次,设“善之所是”为 Γ。 既然他认为 B 与 Γ 是同一的,他就会认为 Γ 是 B,并且同样会认为它是 A,从而他也会认为 Γ 是 A。 因为正如,若 Γ 所属于的对象属于 B,且 B 所属于的对象属于 A 是真实的话,那么 Γ 属于 A 也是真实的,在判断的情形中也是如此。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ εἶναι· ταὐτοῦ γὰρ ὄντος τοῦ Γ καὶ Β, καὶ πάλιν τοῦ Β καὶ Α, καὶ τὸ Γ τῷ Α ταὐτὸν ἦν· ὥστε καὶ ἐπὶ τοῦ δοξάζειν ὁμοίως.
在存在的情形中也是如此;因为既然 Γ 与 B 是同一的,且 B 与 A 是同一的,那么 Γ 与 A 也是同一的;因此在信念的情形中也是如此。
ἆῤ οὖν τοῦτο μὲν ἀναγκαῖον, εἴ τις δώσει τὸ πρῶτον;
那么,如果有人承认第一个前提,这是否就是必然的呢?
ἀλλʼ ἴσως ἐκεῖνο ψεῦδος, τὸ ὑπολαβεῖν τινὰ κακῷ εἶναι τὸ ἀγαθῷ εἶναι, εἰ μὴ κατὰ συμβεβηκός· πολλαχῶς γὰρ ἐγχωρεῖ τοῦθʼ ὑπολαμβάνειν.
但也许那个前提是虚假的,即有人认为“善之所是”是“恶之所是”,除非是偶性地;因为对这个做出判断有许多种方式。
ἐπισκεπτέον δὲ τοῦτο βέλτιον.
这必须进行更好的考察。