Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.21#1

关于同一事物的知识与无知的共存

第 72 段,共 123 段 · 希腊语

内容简介

本节通过区分普遍知识与特殊知识,讨论了人们如何对同一事物同时产生知识和无知,而又不会持有相反的信念。

§1.2.21#1Σμβαίνει δʼ ἐνίοτε, καθάπερ ἐν τῇ θέσει τῶν ὅρων ἀπατώμεθα, καὶ κατὰ τὴν ὑπόληψιν γίνεσθαι τὴν ἀπάτην, οἷον εἰ ἐνδέχεται τὸ αὐτὸ πλείοσι πρώτοις ὑπάρχειν, καὶ τὸ μὲν λεληθέναι τινὰ καὶ οἴεσθαι μηδενὶ ὑπάρχειν, τὸ δὲ εἰδέναι.
有时会发生这样的情况,正如我们在名辞的排列中会受到蒙蔽一样,在我们的判断中也会产生蒙蔽,例如,如果相同的一件事物可能属于多个第一性的名辞,并且有人一方面未察觉到它而认为它不属于任何一个,另一方面却知道它。
ἔστω τὸ Α τῷ Β καὶ τῷ Γ καθ’ αὑτὰ ὑπάρχον, καὶ ταῦτα παντὶ τῷ Δ ὡσαύτως.
设 A 在其自身上属于 B 和 Γ,且这些都同样地属于所有的 D。
εἰ δὴ τῷ μὲν Β τὸ Α παντὶ οἴεται ὑπάρχειν, καὶ τοῦτο τῷ Δ, τῷ δὲ Γ τὸ Α μηδενί, καὶ τοῦτο τῷ Δ παντί, τοῦ αὐτοῦ κατὰ ταὐτὸν ἕξει ἐπιστήμην καὶ ἄγνοιαν.
如果有人认为 A 属于所有的 B,且 B 属于 D,但 A 不属于任何 Γ,且 Γ 属于所有的 D,那么他对于同一个事物在同一方面将同时具有知识和无知。
πάλιν εἴ τις ἀπατηθείη περὶ τὰ ἐκ τῆς αὐτῆς συστοιχίας, οἷον εἰ τὸ Α ὑπάρχει τῷ Β, τοῦτο δὲ τῷ Γ καὶ τὸ Γ τῷ Δ, ὑπολαμβάνοι δὲ τὸ παντὶ τῷ ὑπάρχειν καὶ πάλιν μηδενὶ τῷ Γ· ἅμα γὰρ εἴσεταί τε καὶ οὐχ ὑπολήψεται ὑπάρχειν.
或者,如果有人对同一系列中的事物产生蒙蔽,例如,如果 A 属于 B,B 属于 Γ,且 Γ 属于 D,而他断定 A 属于所有的 B,但又不属于任何 Γ;因为他将同时知道并断定它不属于。
ἆῤ οὖν οὐδὲν ἄλλο ἀξιοῖ ἐκ τούτων ἢ ὃ ἐπίσταται, τοῦτο μὴ ὑπολαμβάνειν;
那么,除了他断定自己所知道的事物不属于之外,他还能从这些当中得到什么别的结论吗?
ἐπίσταται γάρ πως ὅτι τὸ τῷ Γ ὑπάρχει διὰ τοῦ Β, ὡς τῇ καθόλου τὸ κατὰ μέρος, ὥστε ὅ πως ἐπίσταται, τοῦτο ὅλως ἀξιοῖ μὴ ὑπολαμβάνειν· ὅπερ ἀδύνατον.
因为他在某种意义上知道 A 通过 B 属于 Γ,就像通过普遍者知道特殊者一样,因此,对于他以某种方式所知道的东西,他竟断定它完全不属于;而这是不可能的。
Ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος, εἰ μὴ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ μέσον, καθʼ ἑκάτερον μὲν τῶν μέσων ἀμφοτέρας τὰς προτάσεις οὐκ ἐγχωρεῖ ὑπολαμβάνειν, οἷον τὸ Α τῷ μὲν Β παντί, τῷ δὲ Γ μηδενί, ταῦτα δʼ ἀμφότερα παντὶ τῷ Δ. συμβαίνει γὰρ ἢ ἀπλῶς ἢ ἐπί τι ἐναντίαν λαμβάνεσθαι τὴν πρώτην πρότασιν.
在前面提到的情况下,如果中间名辞不是来自同一系列,那么对于两个中间名辞的每一个,都不可能同时断定这两个前提,例如,A 属于所有的 B,且不属于任何 Γ,而这两者都属于所有的 D。 因为这样会导致第一前提在绝对意义上或在特定意义上被当作相反的前提。
εἰ γὰρ ᾧ τὸ Β ὑπάρχει, παντὶ τὸ ὑπολαμβάνει ὑπάρχειν, τὸ δὲ Β τῷ Δ οἶδε, καὶ ὅτι τῷ Δ τὸ Α οἶδεν.
因为如果有人断定 A 属于 B 所属于的一切,并且知道 B 属于 D,那么他也知道 A 属于 D。
67a ὥστʼ εἰ πάλιν, ᾧ τὸ Γ, μηδενὶ οἴεται τὸ ὑπάρχειν, ὧ τὸ Β τινὶ ὑπάρχει, τούτῳ οὐκ οἴεται τὸ Α ὑπάρχειν.
因此,如果他再次认为 A 不属于 Γ 所属于的任何一个,那么对于 B 在某种程度上所属于的对象,他就会认为 A 不属于它。
τὸ δὲ παντὶ οἰόμενον ᾧ τὸ Β, πάλιν τινὶ μὴ οἴεσθαι ᾧ τὸ Β, ἢ ἁπλῶς ἢ ἐπί τι ἐναντίον ἐστίν.
但是,既认为 A 属于 B 所属于的一切,又认为 A 不属于 B 所属于的某些对象,这在绝对意义上或在特定意义上是相反的。
Οὕτω μὲν οὖν οὐκ ἐνδέχεται ὑπολαβεῖν, καθʼ ἑκάτερον δὲ τὴν μίαν ἢ κατὰ θάτερον ἀμφοτέρας οὐδὲν κωλύει, οἷον τὸ Α παντὶ τῷ Β καὶ τὸ Β τῷ Δ, καὶ πάλιν τὸ Α μηδενὶ τῷ Γ. ὁμοία γὰρ ἡ τοιαύτη ἀπάτη καὶ ὡς ἀπατώμεθα περὶ τὰς ἐν μέρει, οἷον εἰ ὧ τὸ Β, παντὶ τὸ Α ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντί, τὸ Α παντὶ τῷ Γ ὑπάρξει.
因此,以这种方式做出断定是不可能的,但没有任何东西阻止我们对于每个中间名辞断定其中一个前提,或者对于其中一个中间名辞断定两个前提,例如,A 属于所有的 B,且 B 属于 D,而 A 又不属于任何 Γ。 因为这种蒙蔽类似于我们在特殊事物上受到的蒙蔽,例如,如果 A 属于 B 所属于的一切,且 B 属于所有的 Γ,那么 A 将属于所有的 Γ。
εἰ οὖν τις οἶδεν ὅτι τὸ Α, ᾧ τὸ Β, ὑπάρχει παντί, οἶδε καὶ ὅτι τῷ Γ. ἀλλʼ οὐδὲν κωλύει ἀγνοεῖν τὸ Γ ὅτι ἔστιν, οἷον εἰ τὸ μὲν Α δύο ὀρθαί, τὸ δʼ ἐφʼ ᾧ Β τρίγωνον, τὸ δʼ ἐφʼ ᾧ Γ αἰσθητὸν τρίγωνον.
因此,如果有人知道 A 属于 B 所属于的一切,那么他也知道 A 属于 Γ。 但是没有任何东西阻碍他不知道 Γ 的存在,例如,如果 A 是两直角,B 是三角形,而 Γ 是一个感觉到的三角形。
ὑπολάβοι γὰρ ἄν τις μὴ εἶναι τὸ Γ, εἰδκὼς ὅτι πᾶν τρίγωνον ἔχει δύο ὀρθάς, ὥσθ’ ἅμα εἴσεται καὶ ἀγνοήσει ταὐτόν.
因为有人可能会断定 Γ 不存在,尽管他知道每一个三角形都具有两直角,结果他将同时知道并不知道同一件事。
τὸ γὰρ εἰδέναι πᾶν τρίγωνον ὅτι δύο ὀρθαῖς οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ τὸ μὲν τῷ τὴν καθόλου ἔχειν ἐπιστήμην, τὸ δὲ τὴν καθʼ ἕκαστον.
因为知道每一个三角形都具有两直角并不是一件简单的事,而是一方面通过拥有普遍的知识,另一方面通过拥有特殊的知识。
οὕτω μὲν οὖν ὡς τῇ καθόλου οἶδε τὸ Γ ὅτι δύο ὀρθαί, ὡς δὲ τῇ καθʼ ἕκαστον οὐκ οἶδεν, ὥστʼ οὐχ ἕξει τὰς ἐναντίας.
因此,在这种意义上,他通过普遍的知识知道 Γ 具有两直角,但他并不通过特殊的知识知道它,因此他不会拥有相反的信念。
ὁμοίως δὲ καὶ ὁ ἐν τῷ Μένωνι λόγος, ὅτι ἡ μάθησις ἀνάμντησις.
在《美诺篇》中的论证也是类似的,即学习即是想起。
οὐδαμοῦ γὰρ συμβαίνει προεπίστασθαι τὸ καθʼ ἕκαστον, ἀλλʼ ἅμα τῇ ἐπαγωγῇ λαμβάνειν τὴν τῶν κατὰ μέρος ἐπιστήμην ὥσπερ ἀναγνωρίζοντας.
因为我们绝对不会预先知道特殊事物,而是在引导的同时,仿佛重新认识它们一样,获得关于这些特殊事物的知识。
ἔνια γὰρ εὐθὺς ἴσμεν, οἷον ὅτι δύο ὀρθαῖς, ἐὰν ἴδωμεν ὅτι τρίγωνον.
因为有些事情我们是立刻知道的,例如,如果我们看到它是三角形,就立刻知道它具有两直角。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也是如此。

词汇与语法注释

  1. ¦20¦τὸ μὲν λεληθέναι τινὰ καὶ οἴεσθαι μηδενὶ ὑπάρχειν, τὸ δὲ εἰδέναι — 关联结构 τὸ μὲν ... τὸ δὲ 指的是同一属性(A)属于两个不同名辞(B和Γ)的两种情况。宾格代词 τινά 用作不定式 λεληθέναι 和 εἰδέναι 的主语。
  2. ¦67a¦ᾧ τὸ Β τινὶ ὑπάρχει — 关系从句“对于 B 在某种程度上所属于的对象”指的是名辞 D,B 和 Γ 都属于 D。尽管 D 在范围上与 B 的主体一致,但在这里它被构想为 B 所属于的一个特定实例。
  3. ¦25¦ἅμα τῇ ἐπαγωγῇ — 名词 ἐπαγωγή 在此处不仅指形式逻辑上的归纳,还指具体特殊实例的“引入”或“呈现”。它解释了当一个特殊事物(如三角形)被呈现时,人们如何立刻重新认识到普遍属性的过程。

引用这一段

亚里士多德, 前分析篇 §1.2.21#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.21%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。