Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.18-1.2.20

错误的原因与辩论中的反驳及防守策略

第 71 段,共 123 段 · 希腊语

内容简介

亚里士多德指出虚假结论总是源自最初的虚假前提,接着阐述了在辩论中如何通过防范中间名辞来避免被驳倒,传授了向回答者隐瞒论证意图的提问策略,并根据推论规则确立了有效驳论成立的条件。

§1.2.18Ὁ δὲ ψευδὴς λόγος γίνεται παρὰ τὸ πρῶτον ψεῦδος.
虚假的论证是因为最初的虚假而产生的。
ἢ γὰρ ἐκ τῶν δύο προτάσεων ἢ ἐκ πλειόνων πᾶς ἐστι συλλογισμός.
因为每一个推论要么来自两个前提,要么来自更多。
εἰ μὲν οὖν ἐκ τῶν δύο, τούτων ἀνάγκη τὴν ἑτέραν ἢ καὶ ἀμφοτέρας εἶναι ψευδεῖς· ἐξ ἀληθῶν γὰρ οὐκ ἦν ψευδὴς συλλογισμός.
如果来自两个前提,那么其中一个或两个都必然是虚假的;因为虚假的结论不能由真实的前提得出。
εἰ δʼ ἐκ πλειόνων, οἷον τὸ μὲν Γ διὰ τῶν Α Β, ταῦτα δὲ διὰ τῶν Δ Ε Ζ Η, τούτων τι ἔσται τῶν ἐπάνω ψεῦδος, καὶ παρὰ τοῦτο ὁ λόγος· τὸ γὰρ Α καὶ Β διʼ ἐκείνων περαίνονται.
但如果是从更多前提中得出,例如 Γ 是通过 A 和 B 得出的,而这些则是通过 Δ、E、Ζ、H 得出的,那么这些上面的前提中必有一个是虚假的,因为 A 和 B 是通过它们得出的。
ὥστε παρʼ ἐκείνων τι συμβαίνει τὸ συμπέρασμα καὶ τὸ ψεῦδος.
所以,结论和谬误由于那些前提中的某一个而产生。
§1.2.19Πρὸς δὲ τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον, ὅταν ἄνευ τῶν συμτπερασμάτων ἐρωτᾷ τὸν λόγον, ὅπως μὴ δοθῇ δὶς ταὐτὸν ἐν ταῖς προτάσεσιν, ἐπειδήπερ ἴσμεν ὅτι ἄνευ μέσου συλλογισμός οὐ γίνεται, μέσον δʼ ἐστὶ τὸ πλεονάκις λεγόμενον.
为了不被推论驳倒,当对方不带结论地提出论证询问时,必须注意不让相同的内容在前提中被重复给出,因为我们知道,没有中间名辞就不会产生推论,而中间名辞就是被多次提及的内容。
ὡς δὲ δεῖ πρὸς ἕκαστον σιυμπέρασμα τηρεῖν τὸ μέσον, φανερόν ἐκ τοῦ εἰδέναι ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται. τοῦτο δʼ ἡμᾶς οὐ λήσεται διὰ τὸ εἰδέναι πῶς ὑπέχομεν τὸν λόγον.
如何针对每个结论来防范中间名辞,从了解在每个格中能证明何种结论中是显而易见的;而这一点不会被我们忽视,因为我们知道自己是如何维护论证的。
Χρὴ δʼ ὅπερ φυλάττεσθαι παραγγέλλομεν ἀποκρινομένους, αὐτοὺς ἐπιχειροῦντας πειρᾶσθαι λανθάνειν.
而我们嘱咐回答者要防范的正是这一点,在我们自己发起论证时,必须设法使其不被对方发觉。
τοῦτο δʼ ἔσται πρῶτον, ἐὰν τὰ συμπεράσματα μὴ προσυλλογίζωνται ἀλλʼ εἰλημμένων τῶν ἀναγκαίων ἄδηλα ᾖ, ἔτι δὲ ἂν μὴ τὰ σύνεγγυς ἐρωτᾷ, ἀλλʼ ὅτι μάλιστα ἄμεσα.
这首先可以通过不预先推导结论,而是当必要的前提被接受时使结论保持不明来实现;其次,可以通过不询问相近的前提,而是询问尽可能不直接相连的前提来实现。
οἶον ἔστω δέον συμπεραίνεσθαι τὸ Α κατὰ τοῦ Ζ·
例如,设定需要证明 A 属于 Ζ,中间名辞为 B、Γ、Δ、E。
μέσα Β Γ Δ Ε. δεῖ οὖν ἐρωτᾶν εἰ τὸ τῷ Β, καὶ πάλιν μὴ εἰ τὸ Β τῷ Γ, ἀλλ᾿ εἰ τὸ Δ τῷ Ε, κἄπειτα εἰ τὸ Β τῷ Γ, καὶ οὕτω τὰ λοιπά.
因此,应当先询问 A 是否属于 B,然后不询问 B 是否属于 Γ,而是询问 Δ 是否属于 E,接着再询问 B 是否属于 Γ,并以此类推其他前提。
κἂν διʼ ἑνὸς μέσου γίνηται ὁ συλλογισμός, ἀπὸ τοῦ μέσου ἄρχεσθαι· μάλιστα γὰρ ἂν οὕτω λανθάνοι τόν ἀποκρινόμενον.
如果推论是通过单个中间名辞进行的,则应当从中间名辞开始;因为这样最容易让回答者不予察觉。
§1.2.20Ἐπεὶ δʼ ἔχομεν πότε καὶ πῶς ἐχόντων τῶν ὅρων γίνεται συλλογισμός, φανερὸν καὶ πότʼ ἔσται καὶ πότʼ οὐκ ἔσται ἔλεγχος.
既然我们已经掌握了在名辞处于何种关系以及在何时会产生推论,那么在何时会产生驳论、何时不会产生驳论,也就很显而易见了。
πάντων μὲν γὰρ σιυγχωρουμένων, ἢ ἐναλλὰξ τιθεμένων τῶν ἀποκρίσεων, οἷον τῆς μὲν ἀποφατικῆς τῆς δὲ καταφατικῆς, ἐγχωρεῖ γίνεσθαι ἔλεγχον.
因为在所有前提都被承认,或者回答交替给出(例如一个是排他性的否定,另一个是肯定)时,都有可能产生驳论。
ἦν γὰρ συλλογισμὸς καὶ οὕτω καὶ ἐκείνως ἐχόντων τῶν ὅρων, ὥστʼ εἰ τὸ κείμενον ἐναντίον τῷ συμπεράσματι, ἀνάγκη γίνεσθαι ἔλεγχον· ὁ γὰρ ἔλεγχος ἀντιφάσεως συλλογισμός.
因为无论名辞以这种方式还是那种方式结合,推论都是可能的,因此如果设定的主张与结论相反,就必然会产生驳论;因为驳论就是对矛盾命题的推论。
εἰ δὲ μηδὲν συγχωροῖτο, ἀδύνατον γενέσθαι ἔλεγχον· οὐ γὰρ ἦν συλλογισμὸς πάντων τῶν ὅρων στερητικῶν ὄντων, ὥστʼ οὐδʼ ἔλεγχος·
但如果什么都不被承认,驳论就不可能产生;因为在所有名辞都是否定时,推论并不能成立,因此驳论也无法成立。
εἰ μὲν γὰρ ἔλεγχος, ἀνάγκη συλλογισμόν ναι, συλλογισμοῦ δʼ ὄντος οὐκ ἀνάγκη ἔλεγχον.
因为如果有驳论,就必然有推论,但有了推论,却不必然有驳论。
ὡσαύτως δὲ καὶ εἰ μηδὲν τεθείη κατὰ τὴν ἀπόκρισιν ἐν ὅλῳ· ὁ γὰρ αὐτὸς ἔσται διορισμός ἐλέγχου καὶ συλλογισμοῦ.
同样地,如果在回答中没有设定任何全称命题,也是如此;因为驳论与推论的界定是相同的。

词汇与语法注释

  1. ¦20¦παρὰ τὸ πρῶτον ψεῦδος — 介词 παρά 后接宾格在此处表示原因(“因为”)。这与上一节(1.2.17)归谬法讨论中的“不因为这个”(οὐ παρὰ τοῦτο)相呼应,表明推论得出虚假结论的根本原因,在于最初引入的虚假前提。
  2. ¦25¦ὅτι μάλιστα ἄμεσα — 形容词 ἄμεσος 通常意为“直接的(无中间名辞的)”,但在此处的提问策略中,它指的是“(彼此之间)不直接相关”或“未被媒介的”前提。它与前文的“不相邻的前提”(μὴ τὰ σύνεγγυς)并列,用以说明应当询问那些彼此之间没有直接逻辑联系的、较远的命题,以免回答者察觉。
  3. 1.2.20ἐν ὅλῳ — 此短语作状语使用,是一个逻辑学术语,意为“整体地(全称地)”。它指的是回答者在前提中完全不承认任何全称(“所有……是……”或“没有任何……是……”)肯定或否定命题的情况,由此说明在这种情况下推论无法成立。

引用这一段

亚里士多德, 前分析篇 §1.2.18-1.2.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.18-1.2.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。