§1.2.2#1Ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστʼ ἀληθεῖς εἶναι τὰς προτάσεις διʼ ὧν ὁ συλλογισμός, ἔστι δʼ ὥστε ψευδεῖς, ἔστι δ᾿ ὥστε τὴν μὲν ἀληθῇ τὴν δὲ ψευδῆ.
因此,产生三段论的前提可能是真的,也可能是假的,还可能是一真一假。
τὸ δὲ συμπέρασμα ἢ ἀληθὲς ἢ ψεῦδος ἐξ ἀνάγκης.
但结论必然或者是真的,或者是假的。
ἐξ ἀληθῶν μὲν οὖν οὐκ ἔστι ψεῦδος συλλογίσασθαι, ἐκ ψευδῶν δʼ ἔστιν ἀληθές, πλὴν οὐ διότι ἀλλʼ ὅτι· τοῦ γὰρ διότι οὐκ ἔστιν. ἐκ ψευδῶν συλλογισμός· διʼ ἣν δʼ αἰτίαν, ἐν τοῖς ἑπομένοις λεχθήσεται.
从真的前提中不可能推导出假的结论,但从假的前提中可以推导出真的结论,只是不能说明“为什么”,而只能说明“是什么”;因为从假的前提中不可能产生关于“为什么”的三段论;至于其原因,将在下文中加以说明。
Πρῶτον μὲν οὖν ὅτι ἐξ ἀληθῶν οὐχ οἷόν τε ψεῦδος συλλογίσασθαι, ἐντεῦθεν δῆλον.
首先,从真的前提中不可能推导出假的结论,这从以下几点显而易见。
εἰ γὰρ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, τοῦ Β μὴ ὄντος ἀνάγκη τὸ μὴ εἶναι.
因为如果当A存在时,B必然存在,那么当B不存在时,A也必然不存在。
εἰ οὖν ἀληθές ἐστι τὸ Α, ἀνάγκη τὸ Β ἀληθὲς εἶναι, ἢ συμβήσεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ οὐκ εἶναι· τοῦτο δʼ ἀδύνατον.
因此,如果A是真的,B也必然是真的,否则同一事物将同时存在又不存在;但这是不可能的。
μὴ ὅτι δὲ κεῖται τὸ εἷς ὅρος, ὑποληφθήτω ἐνδέχεσθαι ἑνός τινος ὄντος ἐξ ἀνάγκης τι συμβαίνειν· οὐ γὰρ οἷόν τε·
不要因为只设定了一个项,就认为从某一个单一的事物存在中可以必然产生出某种结果;因为这是不可能的。
τὸ μὲν γὰρ συμβαῖνον ἐξ ἀνάγκης τὸ συμπέρασμά ἐστι, διʼ ὧν δὲ τοῦτο γίνεται ἐλαχίστων, τρεῖς ὅροι, δύο δὲ διαστήματα καὶ προτάσεις.
因为必然产生的结果是结论,而产生这一结果的最少要素是三个项、两个间隔即前提。
εἰ οὖν ἀληθές, ᾧ τὸ Β ὑπάρχει, τὸ παντί, ᾧ δὲ τὸ Γ, τὸ Β, ᾧ τὸ Γ, ἀνάγκη τὸ Α ὑπάρχειν καὶ οὐχ οἷόν τε τοῦτο ψεῦδος εἶναι· ἅμα γὰρ ὑπάρξει ταὐτὸ καὶ οὐχ ὑπάρξει.
因此,如果A属于所有B所属于的对象,而B属于C所属于的对象,这是真的,那么A就必然属于C所属于的对象,而且这不可能是假的;因为否则同一事物将同时属于又不属于。
τὸ οὖν Α ὥσπερ ἓν κεῖται, δύο προτάσεις συλληφθεῖσαι.
因此,合在一起的两个前提就被设定为如同一个事物。
ὁμοίως δὲ καὶ ἐπὶ τῶνστερητικῶν ἔχει· οὐ γὰρ ἔστιν ἐξ ἀληθῶν δεῖξαι ψεῦδος.
在否定三段论中也是如此;因为不可能从真的前提中证明出假的结论。
Ἐκ ψευδῶν δʼ ἀληθὲς ἔστι συλλογίσασθαι καὶ ἀμφοτέρων τῶν προτάσεων ψευδῶν·
然而,从假的前提中,无论是两个前提都是假的,还是其中只有一个是假的,都可以推导出真的结论。
οὐσῶν καὶ τῆς μιᾶς, ταύτης δʼ οὐχ ὁποτέρας ἔτυχεν ἀλλὰ τῆς δευτέρας, ἐάνπερ ὅλην λαμβάνῃ ψευδῆ· μὴ ὅλης δὲ λαμβανομένης ἔστιν ὁποτερασοῦν.
不过,在只有一个是假的情况下,并不是任意一个,而是当第一前提被设定为“完全假”的时候;如果它不是完全假,则可以是任意一个。
ἔστω γὰρ τὸ Α ὅλῳ τῷ Γ ὑπάρχον, τῷ δὲ Β μηδενί, μηδὲ τὸ Β τῷ Γ. ἐνδέχεται δὲ τοῦτο, οἷον λίθῳ οὐδενὶ ζῷον, οὐδὲ λίθος οὐδενὶ ἀνθρώπῳ.
例如,设A属于整个C,但不属于任何B,且B也不属于任何C。 这是可能的,例如,动物不属于任何石头,石头也不属于任何人。
ἐὰν οὖν ληφθῇ τὸ Α παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ ὑπάρξει, ὥστʼ ἐξ ἀμφοῖν ψευδῶν ἀληθὲς τὸ συμπέρασμα· πᾶς γὰρ ἄνθρωπος ζῷον.
如果假设A属于所有B,且B属于所有C,那么A将属于所有C,因此在两个前提都是假的情况下,结论却是真的;因为每个人都是动物。
ὡσαύτως δὲ καὶ τὸ στερητικόν.
否定三段论也是如此。
ἔστι γὰρ τῷ Γ μήτε τὸ α ὑπάρχειν μηδενὶ μήτε τὸ Β, τὸ μέντοι Α τῷ Β παντί, οἷον ἐὰν τῶν αὐτῶν ὅρων ληφθέντων μέσον τεθῇ ὁ ἄνθρωπος· λίθῳ γὰρ οὔτε ζῷον οὔτε ἄνθρωπος οὐδενὶ ὑπάρχει, ἀνθρώπῳ δὲ παντὶ ζῷον.
因为A和B可能都不属于任何C,但A属于所有B,例如在取相同项的情况下,将人设为中项;因为动物和人都不少于任何石头,而动物属于所有人。
ὥστʼ ἐὰν ᾧ μὲν ὑπάρχει, λάβῃ μηδενὶ ὑπάρχειν, ᾧ δὲ μὴ ὑπάρχει, παντὶ ὑπάρχειν, ἐκ ψευδῶν ἀμφοῖν ἀληθὲς ἔσται τὸ συμπέρασμα.
因此,如果将实际属于它的假定为不属于任何,而将不属于它的假定为属于所有,那么在两个前提都是假的情况下,结论将是真的。
ὁμοίως δὲ δειχθήσεται καὶ ἐὰν ἐπί τι ψευδὴς ἐκατέρα ληφθῇ.
同样,如果假设每一个在部分上是假的,也将以同样的方式得到证明。
Ἐὰν δʼ ἡ ἑτέρα τεθῇ ψευδής, τῆς μὲν πρώτης ὅλης ψευδοῦς οὔσης, οἷον τῆς Β, οὐκ ἔσται τὸ συμπέρασμα ἀληθές, τῆς δὲ Β Γ ἔσται.
但如果其中一个前提被假定为假的,当第一前提,例如前提B,是完全假的时候,结论将不是真的;但当前提BC是假的(而第一前提是真的)时,结论可以是真的。
λέγω δʼ ὅλην ψευδῆ τὴν ἐναντίαν, οἷον εἰ μηδενὶ ὑπάρχον παντὶ εἴληπται ἢ εἰ παντὶ μηδενὶ ὑπάρχειν.
我所说的“完全假”是指相反的命题,例如,如果实际上不属于任何的被假定为属于所有,或者实际上属于所有的被假定为不属于任何。
ἔστω γὰρ τὸ τῷ Β μηδενὶ ὑπάρχον, τὸ δὲ Β τῷ Γ παντί.
例如,设A不属于任何B,而B属于所有C。
ἂν δὴ τὴν μὲν Β Γ πρότασιν λάβω ἀληθῆ, τὴν δὲ τὸ Α Β ψευδῆ ὅλην, καὶ παντὶ ὑπάρχειν τῷ Β τὸ Α, ἀδύνατον τὸ συμπέρασμα ἀληθὲς εἶναι· οὐδενὶ γὰρ ὑπῆρχε τῶν Γ, εἴπερ ᾧ τὸ Β, μηδενὶ τὸ Α, τὸ δὲ Β παντὶ τῷ Γ. ὁμοίως δʼ οὐδʼ εἰ τὸ τῷ Β παντὶ ὑπάρχει καὶ τὸ Β τῷ Γ, ἐλήφθη δʼ ἡ μὲν τὸ Β Γ ἀληθὴς πρότασις, ἡ δὲ τὸ Α Β ψευδὴς ὅλη, καὶ μηδενὶ ᾧ τὸ Β, τὸ Α—τὸ συμπέρασμα ψεῦδος ἔσται·
如果我假定前提BC是真的,而前提AB是完全假的,即A属于所有B,那么结论就不可能是真的;因为A实际上不属于任何C,这是因为A不属于任何B,而B属于所有 C。 同样,如果A属于所有B,且B属于所有C,而前提BC被假定是真的,前提AB是完全假的,即A不属于B所属于的任何对象,那么结论也将是假的;因为A将属于所有C,这是因为A属于所有B,而B属于所有C。
παντὶ γὰρ ὑπάρξει τῷ Γ τὸ Α, εἴπερ ᾧ τὸ Β, παντὶ τὸ Α, τὸ δὲ Β παντὶ τῷ Γ. φανερὸν οὖν ὅτι τῆς πρώτης ὅλης λαμβανομένης ψευδοῦς, ἐάν τε καταφατικῆς ἐάν τε στερητικῆς, τῆς δʼ ἑτέρας ἀληθοῦς, οὐ γίνεται ἀληθὲς τὸ συμπέρασμα.
因此,显而易见,当第一前提被假定为完全假时(无论它是肯定的还是否定的),而另一前提是真的,结论就不会是真的。