§1.2.1## B.
Ἐν πόσοις μὲν οὗν σχήμασι καὶ διὰ ποίων καὶ πόσων προτάσεων καὶ πότε καὶ πῶς γίνεται συλλογισμός, ἔτι δʼ εἰς ποῖα βλεπτέον ἀνασκευάζοντι καὶ κατασκευάζοντι, καὶ πῶς δεῖ ζητεῖν περὶ τοῦ προκειμένου καθʼ ὁποιανοῦν μέθοδον, ἔτι δὲ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, ἤδη διεληλύθαμεν.
## B. 因此,关于在多少个格之中、通过何种以及多少个前提、在何时且如何产生三段论,以及在进行反驳和确立时应当注意到哪些方面,并且如何按照任何方法去探讨所提出的问题,此外通过何种途径我们可以获得关于每个主题的原理,我们已经讨论过了。
ἐπεὶ δʼ οἱ μὲν καθόλου τῶν· συλλογισμῶν εἰσὶν οἱ δὲ κατὰ μέρος, οἱ μὲν καθόλου πάντες αἰεὶ πλείω συλλογίζονται, τῶν δʼ ἐν μέρει οἱ μὲν κατηγορικοὶ πλείω, οἱ δʼ ἀποφατικοὶ τὸ συμπέρασμα μόνον.
但是,既然三段论有些是全称的,有些是特称的,那么全称的总是能推出更多的结论,而特称的之中,肯定三段论能推出更多,而否定三段论则只能推出结论本身。
αἰ μὲν γὰρ ἄλλαι προτάσεις ἀντιστρέφουσιν, ἡ δὲ στερητικὴ οὐκ ἀντιστρέφει.
因为其他命题都可以换位,但否定命题不能换位。
τὸ δὲ συμπέρασμα τὶ κατά τινός ἐστιν, ὥσθʼ οἱ μὲν ἄλλοι συλλογισμοὶ πλείω συλλογίζονται, οἷον εἰ τὸ Α δέδεικται παντὶ τῷ Β ἢ τινί, καὶ τὸ Β τινὶ τῷ Α ἀναγκαῖον ὑπάρχειν, καὶ εἰ μηδενὶ τῷ Β τὸ Α, οὐδὲ τὸ Β οὐδενὶ τῷ Α, τοῦτο δʼ ἕτερον τοῦ ἔμπροσθεν· εἰ δὲ τινὶ μὴ ὑπάρχει, οὐκ ἀνάγκη καὶ τὸ Β τινὶ τῷ Α μὴ ὑπάρχειν· ἐνδέχεται γὰρ παντὶ ὑπάρχειν.
而结论是关于某物属于某物的,所以其他三段论能推出更多结论;例如,如果证明了A属于所有或某些B,那么B 也必然属于某些A;如果A不属于任何B,那么B也不属于任何A,而这与前一个结论是不同的;但是如果A不属于某些B,并不真实地必要B也不属于某些A,因为B有可能属于所有的A。
Αὕτη μὲν οὖν κοινὴ πάντων αἰτία, τῶν τε καθόλου καὶ τῶν κατὰ μέρος· ἔστι δὲ περὶ τῶν καθόλου καὶ ἄλλως εἰπεῖν.
这便是所有三段论——无论是全称的还是特称的——的共同原因;但关于全称三段论,也可以用另一种方式来说明。
ὅσα γὰρ ἢ ὑπὸ τὸ μέσον ἢ ὑπὸ τὸ συμπέρασμά ἐστιν, ἀπάντων ἔσται ὁ αὐτὸς συλλογισμός, ἐὰν τὰ μὲν ἐν τῷ μέσῳ τὰ δʼ ἐν τῷ συμπεράσματι τεθῇ, οἷον εἰ τὸ Α Β συμπέρασμα διὰ τοῦ Γ, ὅσα ὑπὸ τὸ Β ἢ τὸ Γ ἐστίν, ἀνάγκη κατὰ πάντων λέγεσθαι τὸ Α·
因为凡是在中项之下或在结论之下的事物,如果将其中一些放在中项中,另一些放在结论中,那么对于所有这些事物都将有相同的三段论。 例如,如果通过C得出AB的结论,那么凡是在B或C之下的事物, A都必然对它们全部被陈述。
εἰ γὰρ τὸ Δ ἐν ὅλῳ τῷ Β, τὸ δὲ Β ἐν τῷ Α, καὶ τὸ Δ ἔσται ἐν τῷ Α· πάλιν εἰ τὸ ἐν ὅλῳ τῷ Γ, τὸ δὲ Γ ἐν τῷ Α, καὶ τὸ ἐν τῷ ἔσται.
因为如果D在整个B中,而B在A中,那么D也将在A中;同样,如果整个C之中的事物在C中,而C在A中,那么该事物也将存在于A中。
ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός.
如果三段论是否定的,情况也相同。
ἐπὶ δὲ τοῦ δευτέρου σχήματος τὸ ὑπὸ τὸ συμπέρασμα μόνον ἔσται συλλογίσασθαι, οἷον εἰ τὸ τῷ Β μηδενί, τῷ δὲ Γ παντί·
但在第二格中,只能对在结论之下的事物进行推理,例如,如果它不属于任何B,但属于所有C;结论是B不属于任何C。
συμπέρασμα ὅτι οὐδενὶ τῷ Γ τὸ Β. εἰ δὴ τὸ Δ ὑπὸ τὸ Γ ἐστί, φανερὸν ὅτι οὐχ ὑπάρχει αὐτῷ τὸ Β· τοῖς δʼ ὑπὸ τὸ Α ὅτι οὐχ ὑπάρχει, οὐ δῆλον διὰ τοῦ συλλογισμοῦ.
如果D在C之下,显然B不属于它;但是B不属于A之下的事物,通过三段论并不显而易见。
καίτοι οὐχ ὑπάρχει τῷ Ε, εἰ ἔστιν ὑπὸ τὸ ἀλλὰ τὸ μὲν τῷ Γ μηδενὶ ὑπάρχειν τὸ Β διὰ τοῦ συλλογισμοῦ δέδεικται, τὸ δὲ τῷ μὴ ὑπάρχειν ἀναπόδεικτον εἴληπται, ὥστʼ οὐ διὰ τὸν συλλογισμὸν συμβαίνει τὸ Β τῷ Ε μὴ ὑπάρχειν.
然而,如果E在它之下,B确实不属于E;但是,B不属于任何C是通过三段论证明的,而它不属于该事物则是未加证明而被接受的,因此B不属于E并不是因为三段论。
ἐπὶ δὲ τῶν ἐν μέρει τῶν μὲν ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται τὸ ἀναγκαῖον (οὐ γὰρ γίνεται συλλογισμός, ὅταν αὕτη ληφθῇ ἐν μέρει), τῶν δʼ ὑπὸ τὸ μέσον ἔσται πάντων, πλὴν οὐ διὰ τὸν συλλογισμόν·
在特称三段论中,对于结论之下的事物,其必然性将不成立(因为当此命题被取为特称时,不能产生三段论),但对于中项之下的所有事物,其必然性都成立,只是并不是通过该三段论。
οἷον εἰ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ·
例如,如果A属于所有B,而B属于某些C。
τοῦ μὲν γὰρ ὑπὸ τὸ Γ τεθέντος οὐκ ἔσται συλλογισμός, τοῦ δʼ ὑπὸ τὸ Β ἔσται, ἀλλʼ οὐ διὰ τὸν προγεγενημένον.
因为如果把某物置于C之下,就不会产生三段论,但如果置于B之下,则会产生,只是不是通过先前产生的那个三段论。
ὁμοίως δὲ κἀπὶ τῶν ἄλλων σχημάτων·
在其他格中也是同样。
τοῦ μὲν γὰρ ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται, θατέρου δʼ ἔσται, πλὴν οὐ διὰ τὸν συλλογισμόν, ᾗ καὶ ἐν τοῖς καθόλου ἐξ ἀναποδείκτου τῆς προτάσεως τὰ ὑπὸ τὸ μέσον ἐδείκνυτο· ὥστʼ ἢ οὐδʼ ἐκεῖ ἔσται ἢ καὶ ἐπὶ τούτων.
因为对于结论之下的事物不会产生三段论,而对于另一方则会,只是不是通过该三段论,正如在全称三段论中,中项之下的事物也是通过一个未加证明的前提而被证明的;因此,要么在那种情况下也不存在三段论,要么在这些情况下也同样存在。