§1.2.17Τὸ δὲ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ ψεῦδος, ὃ πολλάκις ἐν τοῖς λόγοις εἰώθαμεν λέγειν, πρῶτον μέν ἐστιν ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς, ὅταν πρὸς ἀντίφασιν ᾗ τούτου ὃ ἐδείκνυτο τῇ εἰς τὸ ἀδύνατον.
“谬误并非因此产生”这一说法,即我们在辩论中经常说的那句话,首先出现在归谬推论中,也就是当推论指向用归谬法所证明之物的矛盾命题时。
οὔτε γὰρ μὴ ἀντιφήσας ἐρεῖ τὸ οὐ παρὰ τοῦτο, ἀλλʼ ὅτι ψεῦδός τι ἐτέθη τῶν πρότερον, οὔτʼ ἐν τῇ δεικνυούσῃ· οὐ γὰρ τίθησι ὃ ἀντίφησιν.
因为既不反驳的人不会说“并非因此”,而只会说先前的命题中假定了某种谬误,在直接证明中也不会这样说,因为直接证明并不设定与其矛盾的东西。
ἔτι δʼ ὅταν ἀναιρεθῇ τι δεικτικῶς διὰ τῶν Β Γ, οὐκ ἔστιν εἰπεῖν ὡς οὐ παρὰ τό κείμενον γεγένηται ὁ συλλογισμός.
此外,当通过B和Γ直接否定某事时,不能说该推论不是“由于所设定的东西”而产生的。
τὸ γὰρ μὴ παρὰ τοῦτο γίνεσθαι τότε λέγομεν, ὅταν ἀναιρεθέντος τούτου μηδὲν ἧττον περαίνηται ὁ συλλογισμός, ὅπερ οὐκ ἔστιν ἐν τοῖς δεικτικοῖς· ἀναιρεθείσης γὰρ τῆς θέσεως οὐδʼ ὁ πρὸς ταύτην ἔσται συλλογισμός.
因为我们之所以说“并非因此产生”,是指在移除了这一假定之后,推论仍然能够得出结论,而这在直接证明中是不可能的;因为如果移除了设定的命题,那么针对它的推论也就不存在了。
φανερὸν οὖν ὅτι ἐν τοῖς εἰς τὸ ἀδύνατον λέγεται τὸ μὴ παρὰ τοῦτο, καὶ ὅταν οὕτως ἔχῃ πρὸς τὸ ἀδύνατον ἡ ἐξ ἀρχῆς ὑπόθεσις ὥστε καὶ οὔσης καὶ μὴ οὔσης ταύτης οὐδὲν ἧττον συμβαίνειν τὸ ἀδύνατον.
因此,显然“并非因此”是在归谬推论中被说出来的,并且只有当最初的假设与不可能的情况具有如下关系时:即无论该假设存在与否,不可能的情况都同样会产生。
Ὁ μὲν οὖν φανερώτατος τρόπος ἐστὶ τοῦ μὴ παρά τὴν θέσιν εἶναι τὸ ψεῦδος, ὅταν ἀπὸ τῆς ὑποθέσεως ἀσύναπτος ᾖ ἀπὸ τῶν μέσων πρός τὸ ἀδύνατον ὁ συλλογισμός, ὅπερ εἴρηται καὶ ἐν τοῖς ὀπικοῖς.
那么,谬误“不由于设定的命题”而存在的最显而易见的方式,就是当从假设出发通过中间名辞到达不可能情况的推论是不相联结的时候,这在《论题篇》中也已经说过。
τὸ γὰρ τὸ ἀναίτιον ὡς αἴτιον τιθέναι τοῦτό ἐστιν, οἷον εἰ βουλόμενος δεῖξαι ὅτι ἀσύμμετρος ἡ διάμετρος, ἐπιχειροίη τὸν Ζήνωνος λόγον, ὡς οὐκ ἔστι κινεῖσθαι, καὶ εἰς τοῦτο ἀπάγοι τὸ ἀδύνατον· οὐδαμῶς γὰρ οὐδαμῇ συνεχές ἐστι τὸ ψεῦδος τῇ φάσει τῇ ἐξ ἀρχῆς.
因为这就是把“非原因当作原因”,例如,如果有人想证明对角线是不可通约的,却企图采用芝诺关于“运动不存在”的论证,并将此归结为不可能;因为那个谬误与最初的断言在任何地方、任何方式上都是不连续的。
ἄλλος δὲ τρόπος, εἰ συνεχὲς μὲν εἴη τὸ ἀδύνατον τῇ ὑποθέσει, μὴ μέντοι διʼ ἐκείνην συμβαίνοι.
另一种方式是,虽然不可能的情况与假设是连续的,但却不是因为假设而产生。
τοῦτο γὰρ ἐγχωρεῖ γενέσθαι καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω λαμβάνοντι τὸ συνεχές, οἷον εἰ τὸ Α τῷ Β κεῖται ὑπάρχον, τὸ δὲ Β τῷ Γ, τὸ δὲ Γ τῷ Δ, τοῦτο δʼ εἴη ψεῦδος, τὸ τὸ Β τῷ Δ ὑπάρχειν.
因为这对于向上或向下追溯连续性的人来说都可能发生,例如,如果假定A属于B,B属于Γ,Γ属于Δ,而“B属于Δ”是谬误的。
εἰ γὰρ ἀφαιρεθέντος τοῦ Α μηδὲν ἧττον ὑπάρχοι τὸ Β τῷ Γ καὶ τὸ τῷ Δ, οὐκ ἄν εἴη τὸ ψεῦδος διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν.
因为如果移除了A,B仍旧属于Γ且Γ仍旧属于Δ,那么这一谬误就不是由于最初的假设产生的。
ἢ πάλιν εἴ τις ἐπὶ τὸ ἄνω λαμβάνοι τὸ συνεχές, οἷον εἰ τὸ μὲν Α τῷ Β, τῷ δὲ Α τὸ Ε καὶ τῷ Ε τὸ Ζ, ψεῦδος δʼ εἴη τὸ ὑπάρχειν τῷ Α τὸ Ζ· καὶ γὰρ οὕτως οὐδὲν ἂν ἧττον εἴη τὸ ἀδύνατον ἀναιρεθείσης τῆς ἐξ ἀρχῆς ὑποθέσεως.
或者反过来,如果有人向上追溯连续性,例如,如果A属于B,而 E属于A,Ζ属于E,而“Ζ属于 A”是谬误的;因为即便如此,在移除了最初的假设之后,不可能的情况依然会同样存在。
ἀλλὰ δεῖ πρὸς τοὺς ἐξ ἀρχῆς ὅρους συνάπτειν τὸ ἀδύνατον· οὕτω γὰρ ἔσται διὰ τὴν ὑπόθεσιν, οἷον ἐπὶ μὲν τὸ κάτω λαμβάνοντι τὸ συνεχὲς πρὸς τὸν κατηγορούμενον τῶν ὅρων (εἰ γὰρ ἀδύνατον τὸ Α τῷ Δ ὑπάρχειν, ἀφαιρεθέντος τοῦ Α οὐκέτι ἔσται τὸ ψεῦδος)· ἐπὶ δὲ τὸ ἄνω, καθʼ οὗ κατηγορεῖται (εἰ γὰρ τῷ Β μὴ ἐγχωρεῖ τὸ Ζ ὑπάρχειν, ἀφαιρεθέντος τοῦ Β οὐκέτι ἔσται τὸ ἀδύνατον).
但是,必须把不可能的情况与最初的名辞联结起来;因为只有这样,它才会是因为假设而产生的,例如,对于向下追溯连续性的人来说,必须与名辞中的谓项联结(因为如果A属于 Δ是不可能的,那么一旦移除了A,这一谬误就不再存在);而对于向上追溯的人来说,必须与被陈述的对象(主项)联结(因为如果Ζ不可能属于B,那么一旦移除了B,不可能的情况就不再存在)。
ὁμοίως δὲ καὶ στερητικῶν τῶν συλλογισμῶν ὄντων.
当推论是否定的时候也是同样如此。
Φανερὸν οὖν ὅτι τοῦ ἀδυνάτου μὴ πρὸς τοὺς ἐξ ἀρχῆς ὅρους ὄντος οὐ παρὰ τὴν θέσιν συμβαίνει τὸ ψεῦδος.
因此显而易见,当不可能的情况不针对最初的名辞时,谬误并不是由于设定的命题而产生的。
ἢ οὐδʼ οὕτως ἀεὶ διὰ τὴν ὑπόθεσιν ἔσται τὸ ψεῦδος;
或者,难道即便如此,谬误也并不总是由于假设而产生吗?
καὶ γὰρ εἰ μὴ τῷ Β ἀλλὰ τῷ Κ ἐτέθη τὸ Α ὑπάρχειν, τὸ δὲ Κ τῷ Γ καὶ τοῦτο τῷ Δ, καὶ οὕτω μένει τὸ ἀδύνατον (ὁμοίως δὲ καὶ ἐπὶ τὸ ἄνω λαμβάνοντι τοὺς ὅρους), ὥστʼ ἐπεὶ καὶ ὄντος καὶ μὴ ὄντος τούτου συμβαίνει τὸ ἀδύνατον, οὐκ ἄν εἴη παρὰ τὴν θέσιν.
因为,如果假定A不属于B而是属于K,而K属于Γ,Γ属于Δ,这样不可能的情况依然存在(对于向上追溯名辞的人来说也是如此),因此,既然无论这一假定存在与否,不可能的情况都会产生,它就不会是因为设定的命题产生的。
ἢ τὸ μὴ ὄντος τούτου μηδὲν ἧττον γίνεσθαι τὸ ψεῦδος οὐχ οὕτω ληπτέον ὥστʼ ἄλλου τιθεμένου συμβαίνειν τὸ ἀδύνατον, ἀλλʼ ὅταν ἀφαιρεθέντος τούτου διὰ τῶν λοιπῶν προτάσεων ταὐτὸ περαίντηται ἀδύνατον, ἐπεὶ ταὐτό γε ψεῦδος συμβαίνειν διὰ πλειόνων ὑποθέσεων οὐδὲν ἴσως ἄτοπον, οἶον τὰς παραλλήλους συμπίπτειν καὶ εἰ μείων ἐστὶν ἡ ἐντὸς τῆς ἐκτὸς καὶ εἰ τὸ τρίγωνον ἔχει πλείους ὀρθὰς δυεῖν;
或者,“在没有这一假定的情况下谬误依然产生”不应该理解为在设定了其他假定时产生不可能,而应该理解为在移除了它之后,通过其余的前提能得出相同的不可能结论? 因为同一谬误通过多个不同的假设产生,也许并没有什么不合逻辑之处,例如,无论是在内角小于外角时,还是在三角形内角和大于直角时,平行线都会相交。