Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.16

乞求论点的定义及其在各格中的产生条件

第 69 段,共 123 段 · 希腊语

内容简介

亚里士多德将“乞求论点”(论点先起)定义为通过自身来证明那些其自身并不明显的事物,并举出了几何学中证明平行线时的错误等具体例子。同时,他按肯定和否定分类,讨论了在第一、第二和第三格三段论中产生乞求论点的条件。

§1.2.16Τὸ δʼ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ἐστὶ μέν, ὡς ἐν γένει λαβεῖν, ἐν τῷ μὴ ἀποδεικνύναι τὸ προκείμενον, τοῦτο δὲ συμβαίνει πολλαχῶς·
设想和假定最初的论点(即乞求论点),从一般的意义上来说,就在于无法证明所提出的问题,而这会通过多种方式发生。
καὶ γὰρ εἰ ὅλως μὴ συλλογίζεται, καὶ εἰ διʼ ἀγνωστοτέρων ἢ ὁμοίως ἀγνώστων, καὶ εἰ διὰ τῶν ὑστέρων τὸ πρότερον· ἡ γὰρ ἀπόδειξις ἐκ πιστοτέρων τε καί προτέρων ἐστίν, τούτων μὲν οὖν οὐδέν ἐστι τὸ αἰτεῖσθαι τὸ ἐξ ἀρχῆς·
因为如果有人根本没有进行推论,或者通过更不为人所知或同样不为人所知的事物来进行推论,又或者通过后天的事物来推论先天的事务,都会发生这种情况;因为证明是通过更可信和更先天的事务来进行的。 然而,这些情况都不属于乞求最初的论点。
ἀλλʼ ἐπεὶ τὰ μὲν διʼ αὐτῶν πέφυκε γνωρίζεσθαι τὰ δὲ διʼ ἄλλων (αἱ μὲν γὰρ ἀρχαὶ διʼ αὑτῶν, τὰ δʼ ὑπὸ τὰς ἀρχὰς διʼ ἄλλων), ὅταν μὴ τὸ διʼ αὐτοῦ γνωστὸν διʼ αὐτοῦ τις ἐπιχειρῇ δεικνύναι, τότʼ αἰτεῖται τὸ ἐξ ἀρχῆς.
但是,由于某些事物依其本性是通过其自身被认知的,而另一些事物则是通过其他事物被认知的(因为原理是通过其自身被认知的,而原理之下的事物则是通过其他事物被认知的),当有人企图通过非其自身可知的事物自身来证明它时,这时他就是在乞求最初的论点。
τοῦτο δʼ ἔστι μὲν οὕτω ποιεῖν ὥστ’ εὐθὺς ἀξιῶσαι τὸ προκείμενον, ἐνδέχεται δὲ καὶ μεταβάντας ἐπʼ ἄλλα ἄττα τῶν πεφυκότων διʼ ἐκείνου δείκνυσθαι διὰ τούτων ἀποδεικνύναι τὸ ἐξ ἀρχῆς, οἷον εἰ τὸ Α δεικνύοιτο διὰ τοῦ Β, τὸ δὲ Β διὰ τοῦ Γ, τὸ δὲ Γ πεφυκὸς εἴη δείκνυσθαι διὰ τοῦ Α· συμβαίνει γὰρ αὐτὸ διʼ αὐτοῦ τὸ Α δεικνύναι τοὺς οὕτω συλλογιζομένους.
虽然有人会通过直接要求所提出的论点来做到这一点,但也可以通过过渡到某些依其本性通过该论点来证明的其他事物,并试图通过这些事物来证明最初的论点,例如,如果A通过B来证明,B通过Γ来证明,而Γ依其本性是通过A来证明的;因为对于这样推论的人来说,结果就是通过其自身来证明A。
ὅπερ ποιοῦσιν οἱ τὰς παραλλήλους οἰόμενοι γράφειν· λανθάνουσι γὰρ αὐτοὶ ἑαυτοὺς τοιαῦτα λαμβάνοντες ἃ οὐχ οἷόν τε ἀποδεῖξαι μὴ οὐσῶν τῶν παραλλήλων.
这正是那些自以为在绘制平行线的人所做的事情;因为他们没有注意到自己假定了那些在平行线不存在时就无法证明的事物。
ὥστε συμβαίνει τοῖς οὕτω συλλογιζομένοις ἕκαστον εἶναι λέγειν, εἰ ἔστιν ἕκαστον· οὕτω δʼ ἅπαν ἔσται διʼ αὑτοῦ γνωστόν· ὅπερ ἀδύνατον.
因此,对于这样推论的人来说,结果就是说:如果每个事物存在,那么每个事物就存在;这样一来,一切事物都将通过其自身而被认知,而这是不可能的。
Εἰ οὖν τις ἀδήλου ὄντος ὅτι τὸ ὑπάρχει τῷ Γ, ὁμοίως δὲ καὶ ὅτι τῷ Β, αἰτοῖτο τῷ Β ὑπάρχειν τὸ Α, οὔπω δῆλον εἰ τὸ ἐν ἀρχῇ αἰτεῖται, ἀλλʼ ὅτι οὐκ ἀποδείκνυσι, δῆλον· οὐ γὰρ ἀρχὴ ἀποδείξεως τὸ ὁμοίως ἄδηλον.
因此,如果在A是否属于Γ尚不明显,且同样A是否属于B也尚不明显时,有人要求A属于B,那么这是否属于乞求最初的论点还不明显,但他没有做出证明则是明显的;因为同样不明显的事物不能作为证明的原理。
εἰ μέντοι τὸ Β πρὸς τὸ Γ οὕτως ἔχει ὥστε ταὐτὸν εἶναι, ἢ δῆλον ὅτι ἀντιστρέφουσιν, ἢ ἐνυπάρχει θάτερον θατέρῳ, τὸ ἐν ἀρχῇ αἰτεῖται.
然而,如果B与Γ的关系达到了同一的程度,或者显而易见它们可以换位,或者一者存在于另一者之中,他就是在乞求最初的论点。
καὶ γὰρ ἄν ὅτι τῷ Β τὸ Α ὑπάρχει διʼ ἐκείνων δεικνύοι, εἰ ἀντιστρέφοι (νῦν δὲ τοῦτο κωλύει, ἀλλʼ οὐχ ὁ τρόπος).
因为,如果它们可以换位,他确实会通过这些名词来证明A属于B(但现在是这阻碍了它,而不是方法本身)。
εἰ δὲ τοῦτο ποιοῖ, τὸ εἰρημένον ἄν ποιοῖ καὶ ἀντιστρέφοι διὰ τριῶν.
如果他这样做,他就会做出所说的事情,并通过三个名词进行换位。
ὡσαύτως δὲ κἄν εἰ τὸ Β τῷ Γ λαμβάνοι ὑπάρχειν, ὁμοίως ἄδηλον ὂν καὶ εἰ τὸ Α, οὔπω τὸ ἐξ ἀρχῆς, ἀλλʼ οὐκ ἀποδείκνυσιν.
同样地,即使他假定B属于Γ,而这与A属于Γ同样是不明显的,他也还没有乞求最初的论点,但他没有做出证明。
ἐὰν δὲ ταὐτὸν ᾖ τὸ Α καὶ Β ἢ τῷ ἀντιστρέφειν ἢ τῷ ἕπεσθαι τῷ Β τὸ Α, τὸ ἐξ ἀρχῆς αἰτεῖται διὰ τὴν αὐτὴν αἰτίαν· τὸ γὰρ ἐξ ἀρχῆς τί δύναται, εἴρηται ἡμῖν, ὅτι τὸ διʼ αὑτοῦ δεικνύναι τὸ μὴ διʼ αὐτοῦ δῆλον.
但是,如果A和B是同一的,无论是通过换位还是通过A随推于B,他都会因为同样的原因乞求最初的论点;因为乞求最初的论点意味着什么已经被我们说明了,即通过其自身来证明那些其自身并不明显的事物。
Εἰ οὖν ἐστι τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ διʼ αὐτοῦ δεικνύναι τὸ μὴ διʼ αὐτοῦ δῆλον, τοῦτο δʼ ἐστὶ τὸ μὴ δεικνύναι, ὅταν ὁμοίως ἀδήλων ὄντων τοῦ δεικνυμένου καὶ διʼ οὗ δείκνυσιν ἢ τῷ ταὐτὰ τῷ αὐτῷ ἢ τῷ ταὐτὸν τοῖς αὐτοῖς ὑπάρχειν, ἐν μὲν τῷ μέσῳ σχήματι καὶ τρίτῳ ἀμφοτέρως ἄν ἐνδέχοιτο τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἐν δὲ κατηγορικῷ συλλογισμῷ ἔν τε τῷ τρίτῳ καὶ τῷ πρώτῳ.
因此,如果乞求最初的论点是通过其自身来证明那些其自身并不明显的事物,而这又是在被证明的事物和用来证明的事物同样不明显时,通过相同的事物属于相同的事物或相同的事物属于相同的事物而无法做出证明,那么在第二格和第三格中,就都可以以这两种方式乞求最初的论点,而在肯定推论中,则可以在第三格和第一格中产生。
ὅταν δʼ ἀποφατικῶς, ὅταν τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ· καὶ οὐχ ὁμοίως ἀμφότεραι αἱ προτάσεις (ὡσαύτως δὲ καὶ ἐν τῷ μέσῳ), διὰ τὸ μὴ ἀντιστρέφειν τοὺς ὅρους κατὰ τοὺς ἀποφατικοὺς συλλογισμούς.
但在否定推论中,当相同的事物被从相同的事物中否定时;且两个前提并不具有相同的形式(在第二格中也是如此),因为在否定推论中,名词不进行换位。
ἔστι δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ἐν μὲν ταῖς ἀποδείξεσι τὰ κατʼ ἀλήθειαν οὕτως ἔχοντα, ἐν δὲ τοῖς διαλεκτικοῖς τὰ κατὰ δόξαν.
在证明中,乞求最初的论点是指在真理中如此的情况,而在问答法中,则是指在意见中如此的情况。

词汇与语法注释

  1. 64b36μὴ τὸ διʼ αὐτοῦ γνωστὸν — 否定词 `μὴ` 否定了紧随其后的短语 `τὸ δι' αὑτοῦ γνωστόν`(其自身可知的事务)整体,从而构成“非其自身可知的事物(即必须通过其他事物可知的事物)”之意。企图通过自身来证明此类事物便构成了乞求论点。
  2. 65a4μὴ οὐσῶν τῶν παραλλήλων — 这是一个带否定词 `μὴ` 的属格独立分词结构,表示假设或条件,意为“如果平行线不存在”或“除非存在平行线”。分词 `οὐσῶν`(源自 `εἰμί`)与 `μὴ` 结合,强调了如果不假定平行线的存在,这些前提就无法被证明。
  3. 65a16ἄν... δεικνύοι, εἰ ἀντιστρέφοι — 这是一个条件句,条件从句由 `εἰ` 加祈愿语气的 `ἀντι表述`(`ἀντιστρέφοι`)构成,主句由 `ἄν` 加祈愿语气的 `δεικνύοι` 构成,表示对现在或未来的推测(“如果它们可以换位,那么就会通过它们证明……”)。

引用这一段

亚里士多德, 前分析篇 §1.2.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。