Humanitext Reader

亚里士多德 · 前分析篇 §1.2.15#2

第三格中由相反前提构成的推论

第 68 段,共 123 段 · 希腊语

内容简介

亚里士多德探讨了在第三格中从相反前提进行推论的可能性,指出只有否定推论是可能的。此外,他还讨论了假定相反前提的多种方式以及谬误推论中假设的矛盾。

§1.2.15#2Ἐν δὲ τῷ τρίτῳ σχήματι καταφατικός μὲν συλλογισμὸς οὐδέποτʼ ἔσται ἐξ ἀντικειμένων προτάσεων διὰ τὴν εἰρημέντην αἰτίαν καὶ ἐπὶ τοῦ πρώτου σχήματος, ἀποφατικὸς δʼ ἔσται, καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων.
但在第三格中,肯定的推论绝不能从相反的前提中产生,原因与在第一格中所说的一样;但否定的推论是可能的,无论名词是全称的还是非全称的。
ἔστω γὰρ ἐπιστήμη ἐφʼ οὗ τὸ Β καὶ Γ, ἰατρικὴ δʼ ἐφʼ οὗ Α. εἰ οὖν λάβοι πᾶσαν ἰατρικὴν ἐπιστήμην καὶ μηδεμίαν ἰατρικὴν ἐπιστήμην, τὸ Β παντὶ τῷ Α εἴληφε καὶ τὸ οὐδενί, ὥστʼ ἔσται τις ἐπιστήμη οὐκ ἐπιστήμη.
设B和Γ是“科学”,A是“医学”。 如果有人假定一切医学都是科学,且没有医学是科学,则他假定了B属于所有A,且不属于任何[A],因此某种科学将不是科学。
ὁμοίως δὲ καὶ ἂν μὴ καθόλου ληφθῇ ἡ Β Α πρότασις· εἰ γάρ ἐστί τις ἰατρικὴ ἐπιστήμη καὶ πάλιν μηδεμία ἰατρικὴ ἐπιστήμη, συμβαίνει ἐπιστήμην τινὰ μὴ εἶναι ἐπιστήμην.
如果BA前提被假定为非全称的,也是如此;因为如果某种医学是科学,而同时没有医学是科学,结果就是某种科学不是科学。
εἰσὶ δὲ καθόλου μὲν τῶν ὅρων λαμβανομένων ἐναντίαι αἱ προτάσεις, ἐὰν δʼ ἐν μέρει ἅτερος, ἀντικείμεναι.
当名词被全称地假定的时候,前提是相反的,而当其中一者是特称的时候,则是对立的。
Δεῖ δὲ κατανοεῖν ὅτι ἐνδέχεται μὲν οὕτω τὰ ἀντικείμενα λαμβάνειν ὥσπερ εἴπομεν πᾶσαν ἐπιστήμην σπουδαίαν εἶναι καὶ πάλιν μηδεμίαν, ἢ τινὰ μὴ ὅπερ οὐκ εἴωθε λανθάνειν.
但我们必须认识到,可能像我们所说的那样来假定对立的前提,例如一切科学都是优良的,且没有科学是优良的,或者某些科学不是优良的,这在通常情况下是不会被忽视的。
ἔστι δὲ διʼ ἄλλων ἐρωτημάτων συλλογίσασθαι θάτερον, ἢ ὡς ἐν τοῖς Τοπικοῖς ἐλέχθη λαβεῖν.
但也可以通过其他提问来推论出其中一者,或者按照在《论题篇》中所说的那样去假定。
ἐπεὶ δὲ τῶν καταφάσεων αἱ ἀντιθέσεις τρεῖς, ἑξαχῶς συμβαίνει τὰ ἀντικείμενα λαμβάνειν, ἢ παντὶ καὶ μηδενί, ἢ παντὶ καὶ μὴ παντί, ἢ τινὶ καὶ μηδενί, καὶ τοῦτο ἀντιστρέψοι ἐπὶ τῶν ὅρων, οἷον τὸ Α παντὶ τῷ Β, τῷ δὲ Γ μηδενί, ἢ τῷ Γ παντί, τῷ δὲ Β μηδενί, ἢ τῷ μὲν παντί, τῷ δὲ μὴ παντί, καὶ πάλιν τοῦτο ἀντιστρέψαι κατὰ τοὺς ὅρους.
由于对肯定的对立有三种,因此假定对立前提的方式有六种:要么是“所有”与“没有”,要么是“所有”与“并非所有”,要么是“某些”与“没有”;这也可以针对名词进行换位,例如,A属于所有B且不属于任何Γ,或者属于所有Γ且不属于任何B,或者属于一者的所有且不属于另一者的所有,并且这也可以根据名词进行换位。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τρίτου σχήματος.
在第三格中也是如此。
ὥστε φανερὸν ὁσαχῶς τε καὶ ἐν ποίοις σχήμασιν ἐνδέχεται διὰ τῶν ἀντικειμένων προτάσεων γενέσθαι συλλογισμόν.
因此,显而易见,可以通过相反的前提在多少种方式以及哪些格中产生推论。
Φανερὸν δὲ καὶ ὅτι ἐκ ψευδῶν μὲν ἔστιν ἀληθὲς συλλογίσασθαι, καθάπερ εἴρηται πρότερον, ἐκ δὲ τῶν ἀντικειμένων οὐκ ἔστιν· ἀεὶ γὰρ ἐναντίος ὁ συλλογισμὸς γίνεται τῷ πράγματι, οἷον εἰ ἔστιν ἀγαθόν, μὴ εἶναι ἀγαθόν, ἢ εἰ ζῷον, μὴ ζῷον, διὰ τὸ ἐξ ἀντιφάσεως εἶναι τὸν συλλογισμὸν καὶ τοὺς ὑποκειμένους ὄρους ἢ τοὺς αὐτοὺς εἶναι ἢ τὸν μὲν ὅλον τὸν δὲ μέρος.
同样显而易见的是,虽然正如之前所说,可以从假的前提中推论出真理,但从相反的前提中却不行;因为推论总是与事实相反,例如,如果某物是好的,推论出它不是好的,或者如果是动物,推论出它不是动物,这是因为推论源于矛盾,且所涉及的名词要么相同,要么一者是整体,另一者是部分。
δῆλον δὲ καὶ ὅτι ἐν τοῖς παραλογισμοῖς οὐδὲν κωλύει γίνεσθαι τῆς ὑποθέσεως ἀντίφασιν, οἶον εἰ ἔστι περιττόν, μὴ εἶναι περιττόν. ἐκ γάρ τῶν ἀντικειμένων· προτάσεων ἐναντίος ἦν ὁ συλλογισμός·
同样显然的是,在谬误推论中,没有什么能阻止假设的矛盾产生,例如,如果是奇数,则推论出它不是奇数;因为从相反前提得出的推论是相反的。
ἐὰν οὖν λάβη τοιαύτας, ἔσται τῆς ὑποθέσεως ἀντίφασις, δεῖ δὲ κατανοεῖν ὅτι οὕτω μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ ὥστʼ εἶναι τὸ συμπέρασμα τὸ μὴ ὃν ἀγαθὸν ἀγαθὸν ἢ ἄλλο τι τοιοῦτον, ἐὰν μὴ εὐθὺς ἡ πρότασις τοιαύτη ληφθῇ (οἷον πᾶν ζῷον λευκὸν εἶναι καὶ μὴ λευκόν, τὸν δʼ ἄνθρωπον ζῷον), ἄλλʼ ἢ προσλαβεῖν δεῖ τὴν ἀντίφασιν (οἷον ὅτι πᾶσα ἐπιστήμη ὑπόληφις, εἰτα λαβεῖν ὅτι ἡ ἰατρικὴ ἐπιστήμη μέν ἐστιν, οὐδεμία δʼ ὑπόληψις, ὥσπερ οἱ ἔλεγχοι γίνονται), ἢ ἐκ δύο συλλογισμῶν.
因此,如果有人假定这样的前提,就会产生假设的矛盾。 但必须认识到,无法从单一的推论中得出相反的结论,以至于结论是“非好的东西是好的”或诸如此类的其他事情,除非前提在开始时就以这种方式被假定(例如,一切动物都是白色的且不是白色的,而人是动物);否则,要么必须额外假定矛盾(例如,一切科学都是信念,然后假定医学是科学但不是信念,正如反驳发生的那样),要么必须通过两个推论。
ὥστε δʼ εἶναι ἐναντία κατʼ ἀλήθειαν τὰ εἰλημμένα, οὐκ ἔστιν ἄλλον τρόπον ἢ τοῦτον, καθάπερ εἴρηται πρότερον.
但要使假定的前提在实际上成为相反的,除了这种方法之外没有别的方法,正如之前所说的那样。

词汇与语法注释

  1. 64a26ὥστʼ ἔσται τις ἐπιστήμη οὐκ ἐπιστήμη — 译为“因此某种科学将不是科学”。此处 “τις ἐπιστήμη”(某种科学)是主语,“οὐκ ἐπιστήμη”(不是科学)是谓语,“ἔσται” 起系动词作用。
  2. 64a29τῶν ὅρων λαμβανομένων — 属格独立结构,表示条件(“如果名词被假定”)或时间(“当名词被假定”),起副词性作用。
  3. 64b18ὥστʼ εἶναι τὸ συμπέρασμα — 连词 “ὥστε” 后接不定式 “εἶναι”,构成结果从句。表示结果或程度(“以至于结论成为……”),与主句中的 “οὕτω” 相呼应。

引用这一段

亚里士多德, 前分析篇 §1.2.15#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.2.15%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。