Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.8-1.1.9

模态区分与第一格中的必然前提推论

第 10 段,共 123 段 · 希腊语

内容简介

本章引入单纯属于、必然属于和可能属于的区别,确立了包含必然前提的三段论规则,并探讨了当大前提或小前提之一为必然时第一格三段论结论的必然性。

§1.1.8Ἐπεὶ δʼ ἕτερόν ἐστιν ὑπάρχειν τε καὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ ἐνδέχεσθαι ὑπάρχειν (πολλὰ γὰρ ὑπάρχει μέν, οὐ μέντοι ἐξ ἀνάγκης· τὰ δʼ οὔτʼ ἐξ ἀνάγκης οὔθʼ ὑπάρχει ὅλως, ἐνδέχεται δʼ ὑπάρχειν), δῆλον ὅτι καὶ συλλογισμὸς ἑκάστου τούτων ἕτερος ἔσται, καὶ οὐχ ὁμοίως ἐχόντων τῶν ὅρων, ἀλλʼ ὁ μὲν ἐξ ἀναγκαίων, ὁ δʼ ἐξ ὑπαρχόντων, ὁ δʼ ἐξ ἐνδεχομένων.
由于单纯属于、必然属于和可能属于是不同的(因为许多事物虽现存在,但并非必然存在;而另一些事物既非必然也完全不属于,却有可能属于),因此很明显,针对其中每一种情况的三段论也将是不同的,而且词项的表现也不同,其中一个是由必然前提构成,另一个是由实然前提构成,再一个则是由可能前提构成。
Ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων· ὡσαύτως γὰρ τιθεμένων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ τῷ ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός, πλὴν διοίσει τῷ προσκεῖσθαι τοῖς ὅροις τὸ ἐξ ἀνάγκτης ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
那么,关于必然前提的情况,与实然前提的情况几乎相同;因为当词项在“属于”和“必然属于或不属于”中以同样的方式放置时,三段论的成立与否都是相同的,区别仅在于词项中增加了“必然属于”或“必然不属于”。
τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει, καὶ τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντὸς ὁμοίως ἀποδώσομεν.
因为否定前提同样可以换位,而且我们对“在整体中”和“关于一切”的定义也相同。
ἐν μὲν οὖν τοῖς ἄλλοις τὸν αὐτὸν τρόπον δειχθήσεται διὰ τῆς ἀντιστροφῆς τὸ συμπέρασμα ἀναγκαῖον, ὥσπερ ἐπὶ τοῦ ὑπάρχειν·
因此,在其他情况下,将以与实然情况相同的方式,通过换位来证明结论是必然的。
ἐν δὲ τῷ μέσῳ σχήματι, ὅταν ᾖ τὸ καθόλου καταφατικὸν τὸ δʼ ἐν μέρει στερητικόν, καὶ πάλιν ἐν τῷ τρίτῳ, ὅταν τὸ μὲν καθόλου κατηγορικόν τὸ δʼ ἐν μέρει στερητικόν, οὐχ ὁμοίως ἔσται ἡ ἀπόδειξις, ἀλλʼ ἀνάγκη ἐκθεμένους ᾧ τινὶ ἑκάτερον μὴ ὑπάρχει, κατὰ τούτου ποιεῖν τὸν συλλογισμόν·
但在第二格中,当全称是肯定的而特称是否定的时,以及再次在第三格中,当全称是肯定的而特称是否定的时,证明将不同,而是必须把各方所不属于的某一部分设定出来,针对这一部分来进行三段论证明;因为在这些情况下,它是必然的。
ἔσται γὰρ ἀναγκαῖος ἐπὶ τούτων· εἰ δὲ κατὰ τοῦ ἐκτεθέντος ἐστὶν ἀναγκαῖος, καὶ κατʼ ἐκείνου τινός· τὸ γὰρ ἐκτεθὲν ὅπερ ἐκεῖνό τί ἐστιν.
如果对于被设定出来的部分是必然的,那么对于原本的特称部分的某物也是必然的;因为被设定出来的部分正是那一项的某一部分。
γίνεται δὲ τῶν συλλογισμῶν ἑκάτερος ἐν τῷ οἰκείῳ σχήματι.
这两个三段论中的每一个都在其适当的格中产生。
§1.1.9Συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸν συλλογισμόν, πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς πρὸς τὸ μεῖζον ἄκρον, οἷον εἰ τὸ.
有时也会发生,当其中一个前提是必然的时候,三段论的结论也成为必然的,但并非任意一个前提都可以,而是指与大项相关的前提(大前提)。
μὲν Α τῷ Β ἐξ ἀνάγκης εἴληπται ὑπάρχον ἢ μὴ ὑπάρχον, τὸ δὲ Β τῷ Γ ὑπάρχον μόνον· οὕτως γὰρ εἰλημμένων τῶν προτάσεων ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρξει ἢ οὐχ ὑπάρξει.
例如,假定A必然属于或不属于B,而B仅单属于Γ;因为当前提被这样取用时,A将必然属于或不属于Γ。
ἐπεὶ γὰρ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει ἢ οὐχ ὑπάρχει τὸ Α, τὸ δὲ Γ τι τῶν Β ἐστί, φανερὸν ὅτι καὶ τῷ Γ ἐξ ἀνάγκης ἔσται θάτερον τούτων.
因为既然A必然属于或不属于每一个B,而Γ是B的一部分,很明显,这两者之一也将必然属于Γ。
εἰ δὲ τὸ μὲν Α Β μὴ ἔστιν ἀναγκαῖον, τὸ δὲ Γ ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.
但是,如果前提A-B不是必然的,而前提B-Γ是必然的,结论将不会是必然的。
εἰ γὰρ ἔστι, συμβήσεται τὸ τινὶ τῷ Β ὑπάρχειν ἐξ ἀνάγκης διά τε τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου σχήματος.
因为如果结论是必然的,那么通过第一格和第三格,就会导致A必然属于某些B。
τοῦτο δὲ ψεῦδος· ἐνδέχεται γὰρ τοιοῦτον εἶναι τὸ Β ᾧ ἐγχωρεῖ τὸ μηδενὶ ὑπάρχειν.
但这显然是错误的;因为B可能是这种性质:A有可能完全不属于它。
ἔτι καὶ ἐκ τῶν ὅρων φανερόν ὅτιοὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον, οἷον εἰ τὸ μὲν εἴη κίνησις, τὸ δὲ Β ζῷον, ἐφʼ δὲ τὸ Γ ἄνθρωπος· ζῷον μὲν γὰρ ὁ ἄνθρωπος ἐξ ἀνάγκης ἐστί, κινεῖται δὲ τὸ ζῷον οὐκ ἐξ ἀνάγκης, οὐδʼ ὁ ἄνθρωπος.
此外,从具体词项中也很明显,结论不会是必然的,例如,设A为运动, B为动物,Γ为人类;因为人必然是动物,但动物并不必然运动,人类也是如此。
ὁμοίως δὲ καὶ εἰ στερητικόν εἴη τὸ Α Β· ἡ γὰρ αὐτὴ ἀπόδειξις.
如果前提A-B是否定的,情况也相同;因为证明是一样的。
ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν, εἰ μὲν τὸ καθόλου ἐστὶν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δὲ τὸ κατὰ μέρος, οὐκ ἀναγκαῖον, οὔτε στερητικῆς οὔτε κατηγορικῆς οὔσης τῆς καθόλου προτάσεως.
在特称三段论中,如果全称前提是必然的,结论也将是必然的;但如果特称前提是必然的,结论则不是必然的,无论全称前提是否定还是肯定。
ἔστω δὴ πρῶτον τὸ καθόλου ἀναγκαῖον, καὶ τὸ μὲν παντὶ τῷ Β ὑπαρχέτω ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχέτω μόνον· ἀνάγκη δὴ τὸ Α τινὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης·
首先设全称前提是必然的,且A必然属于每一个B,而B仅属于某些Γ;那么A必然属于某些Γ;因为Γ在B之下,而A先前必然属于每一个B。
τὸ γὰρ Γ ὑπὸ τὸ Β ἐστί, τῷ δὲ Β παντὶ ὑπῆρχεν ἐξ ἀνάγκης, ὁμοίως δὲ καὶ εἰ στερητικὸς εἴη ὁ συλλογισμός· ἡ γὰρ αὐτὴ ἔσται ἀπόδειξις.
同样,如果三段论是否定的也是如此;因为证明是一样的。
εἰ δὲ τὸ κατὰ μέρος ἐστὶν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον (οὐδὲν γὰρ ἀδύνατον συμπίπτει), καθάπερ οὐδʼ ἐν τοῖς καθόλου συλλογισμοῖς.
但如果特称前提是必然的,结论将不是必然的(因为不会导致任何不可能的后果),正如在全称三段论中一样。
ὁμοίως δὲ κἀπὶ τῶν στερητικῶν.
在否定三段论中也是如此。
ὅροι κίνησις–ζῷον–λευκόν.
词项为:运动—动物—白。

词汇与语法注释

  1. 30aἐκθεμένους — 分词 `ἐκθεμένους`(`ἐκτίθημι` 的宾格复数阳性不定过去时中动态分词)与不定式 `ποιεῖν` 的隐含主语一致而采用宾格。它指逻辑学中所谓的“设定法”(ecthesis),即假定一个具有特定性质的个体的论证步骤。
  2. 30aὅπερ ἐκεῖνό τί ἐστιν — 该从句包含关系代词 `ὅπερ` 和不定代词 `τί`(主格中性单数),字面意思是“这恰好是那项的某一部分”。指示代词 `ἐκεῖνό` 起到属格修饰 `τί` 的作用,说明被设定出的项正是原本那个特称项的一个具体例证。
  3. 20τὸ δὲ Γ — 与相对应的 `τὸ μὲν Α Β`(前提A-B)并列,此处的 `τὸ δὲ Γ` 并非指词项“Γ”本身,而是指代“前提B-Γ”(小前提)的省略表达。在讨论前提之必然性的语境中需要如此补充理解。

引用这一段

亚里士多德, 前分析篇 §1.1.8-1.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.8-1.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。