§1.1.7Δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι τοῖς σχήμασιν, ὅταν μὴ γίνηται συλλογισμός, κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων ὄντων τῶν ὅρων οὐδὲν ὅλως γίνεται ἀναγκαῖον, κατηγορικοῦ δὲ καὶ στερητικοῦ, καθόλου ληφθέντος τοῦ στερητικοῦ ἀεὶ γίνεται συλλογισμὸς τοῦ ἐλάττονος ἄκρου πρὸς τὸ μεῖον, οἷον εἰ τὸ μὲν Α παντὶ τῷ Β ἢ τινί, τὸ δὲ Β μηδενὶ τῷ Γ· ἀντιστρεφομένων γὰρ τῶν προτάσεων ἀνάγκη τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχειν.
同样明显的是,在所有的格中,当不能产生三段论时,如果两个词项同为肯定或同为否定,则根本不会产生任何必然的结论;但如果一为肯定、一为否定,且否定前提被全称地取用时,则总是能产生关于小项对大项的三段论。 例如,如果A属于每一个B(或某些B),而B不属于任何Γ;因为当这些前提被换位时,Γ必然不属于某些A。
ὁμοίως δὲ κἀπὶ τῶν ἑτέρων σχημάτων· ἀεὶ γὰρ γίνεταιδιὰ τῆς ἀντιστροφῆς συλλογισμός.
在其他各格中也是如此;因为通过换位总是会产生三段论。
δῆλον δὲ καὶ ὅτι τὸ ἀδιόριστον ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει τιθέμενον τὸν αὐτὸν ποιήσει συλλογισμόν ἐν ἅπασι τοῖς σχήμασιν.
同样明显的是,在所有的格中,用不定命题代替肯定特称命题,将会产生相同的三段论。
Φανερὸν δὲ καὶ ὅτι πάντες οἱ ἀτελεῖς συλλογισμοὶ τελειοῦνται διὰ τοῦ πρώτου σχήματος.
同样明显的是,所有不完全的三段论都通过第一格而得到完全。
ἢ γὰρ δεικτικῶς ἢ διὰ τοῦ ἀδυνάτου περαίνονται πάντες·
因为它们要么是通过直接证明,要么是通过归谬法而被推导出来的;而在这两种情况下,都会产生第一格。
ἀμφοτέρως δὲ γίνεται τό πρῶτον σχῆμα, δεικτικῶς μὲν τελειουμένων, ὅτι διὰ τῆς ἀντιστροφῆς ἐπεραίνοντο πάντες, ἡ δʼ ἀντιστροφὴ τὸ πρῶτον ἐποίει σχῆμα, διὰ δὲ τοῦ ἀδυνάτου δεικνυμένων, ὅτι τεθέντος τοῦ ψεύδους ὁ συλλογισμὸς γίνεται διὰ τοῦ πρώτου σχήματος, οἷον ἐν τῷ τελευταίῳ σχήματι, εἰ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει· εἰ γὰρ μηδενί, τὸ δὲ Β παντὶ τῷ Γ, οὐδενὶ τῷ Γ τὸ Α· ἀλλʼ ἦν παντί.
就通过直接证明而被完全的而言,是因为它们全都是通过换位而被推导出来的,而换位产生了第一格;就通过归谬法被证明的而言,是因为假定了错误的前提时,三段论是通过第一格产生的。 例如,在最后一格中,如果A和B属于每一个Γ,要证明A属于某些B:因为如果A不属于任何B,而B属于每一个Γ,那么A将不属于任何Γ;但它本属于每一个Γ。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也是如此。
Ἔστι δὲ καὶ ἀναγαγεῖν πάντας τοὺς συλλογισμούς εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμούς.
而且,还可以将所有的三段论都还原为第一格中的全称三段论。
οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ φανερὸν ὅτι διʼ ἐκείνων τελειοῦνται, πλὴν οὐχ ὁμοίως πάντες, ἀλλʼ οἱ μὲν καθόλου τοῦ στερητικοῦ ἀντιστραφέντος, τῶν δʼ ἐν μέρει ἑκάτερος διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς.
因为很明显,第二格中的三段论是通过它们而得到完全的,只是并非所有都以同样的方式,而是全称的通过否定前提换位,而两个特称的则各自通过归谬法。
οἱ δʼ ἐν τῷ πρώτῳ, οἱ κατὰ μέρος, ἐπιτελοῦνται μὲν καὶ διʼ αὐτῶν, ἔστι δὲ καὶ διὰ τοῦ δευτέρου σχήματος δεικνύναι εἰς ἀδύνατον ἀπάγοντας, οἷον εἰ τὸ παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ, ὅτι τὸ Α τινὶ τῷ Γ· εἰ γὰρ μηδενί, τῷ δὲ Β παντί, οὐδενὶ τῷ Γ τὸ Β ὑπάρξει· τοῦτο γὰρ ἴσμεν διὰ τοῦ δευτέρου σχήματος.
而第一格中的特称三段论,虽然它们自身就能完成,但也可以通过第二格、利用归谬法来证明。 例如,如果A属于每一个B,而B属于某些Γ,要证明A属于某些Γ:因为如果A不属于任何Γ,且属于每一个B,那么B将不属于任何Γ;因为这一点我们通过第二格是知道的。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ στερητικοῦ ἔσται ἡ ἀπόδειξις.
关于否定命题的证明也是如此。
εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει, τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει· εἰ γὰρ παντί, τῷ δὲ Β μηδενὶ ὑπάρχει, οὐδενὶ τῷ Γ τὸ Β ὑπάρξει· τοῦτο δʼ ἦν τὸ μέσον σχῆμα.
如果A不属于任何B,而B属于某些Γ,那么A将不属于某些Γ;因为如果A属于每一个Γ,而不属于任何B,那么B将不属于任何Γ;而这正是中间一格(第二格)。
ὥστʼ ἐπεὶ οἱ μὲν ἐν τῷ μέσῳ σχήματι συλλογισμοὶ πάντες ἀνάγονται εἰς τοὺς ἐν τῷ πρώτῳ καθόλου συλλογισμούς, οἱ δὲ κατὰ μέρος ἐν τῷ πρώτῳ εἰς τοὺς ἐν τῷ μέσῳ, φανερὸν ὅτι καὶ οἱ κατὰ μέρος ἀναχθήσονται εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμούς.
因而,既然中间格的所有三段论都被还原为第一格中的全称三段论,而第一格中的特称三段论又被还原为中间格中的三段论,那么很明显,特称三段论也将被还原为第一格中的全称三段论。
οἱ δʼ ἐν τῷ τρίτῳ καθόλοω μὲν ὄντων τῶν ὅρων εὐθὺς ἐπιτελοῦνται διʼ ἐκείνων τῶν συλλογισμῶν, ὅταν δʼ ἐν μέρει ληφθῶσι, διὰ τῶν ἐν μέρει συλλογισμῶν τῶν ἐν τῷ πρώτῳ σχήματι·
而第三格中的三段论,当词项是全称的时候,便直接通过那些三段论而完成;当词项被特称地取用时,则通过第一格中的特称三段论而完成。
οὗτοι δὲ ἀνήχθησαν εἰς ἐκείνους, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ σχήματι, οἱ κατὰ μέρος.
而既然这些特称三段论已经被还原为那些全称三段论,那么第三格中的特称三段论也同样如此。
φανερὸν οὖν ὅτι πάντες ἀναχθήσονται εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμούς.
因此,很明显,所有的三段论都将被还原为第一格中的全称三段论。
Οἱ μὲν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύντες εἴρηται πῶς ἔχουσι, καὶ καθʼ ἑαυτοὺς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων.
因此,关于证明属于或不属于的三段论,它们的情况如何——不论是就同格中的自身而言,还是就不同格中彼此之间的相互关系而言——都已经得到了阐述。