Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.37-1.1.40

附加限定条件的设置与等值词项的置换

第 41 段,共 123 段 · 希腊语

内容简介

本章节讨论在三段论中将重复附加的限定条件设定于第一极项的方法,通过替换等值的词项或定义性表述来简化还原,以及在词项设定中区分“具有某种性质”与“就是该事物本身”。

§1.1.37Τὸ δʼ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον ὁσαχῶς αἱ κατηγορίαι διῄρηνται, καὶ ταύτας ἢ πῇ ἢ ἁπλῶς, ἔτι ἢ ἀπλᾶς ἢ συμπεπλεγμένας· ὁμοίως δὲ καὶ τὸ μὴ ὑπάρχειν.
“此物属于彼物”和“此物对彼物被真实地表述”必须根据范畴区分的方式有多少种而被以多少种方式来理解,且这些或者是就某方面而言,或者是无条件地,进而或者是简单的或者是复合的;在不属于的情况下也同样如此。
ἐπισκεπτέον δὲ ταῦτα καὶ διοριστέον βέλτιον.
对这些事情必须进行考察,并给予更好的规定。
§1.1.38Τὸ δʼ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς τῷ μέσῳ.
在前提中重复附加的内容,必须设定于第一极项,而不是中间项。
λέγω δʼ οἷον εἰ γένοιτο συλλογισμός ὅτι τῆς δικαιοσύνης ἔστιν ἐπιστήμη ὅτι ἀγαθόν, τὸ ὅτι ἀγαθόν ἢ ἀγαθόν πρὸς τῷ πρώτῳ θετέον.
我的意思是,例如如果有一个三段论证明“正义有知识,因其为善”,那么“因其为善”或“作为善”就必须被设定于第一项。
ἔστω γὰρ τὸ Α ἐπιστήμη ὅτι ἀγαθόν, ἐφʼ δὲ Β ἀγαθόν, ἐφʼ ᾧ δὲ Γ δικαιοσύνη.
设A为“作为善的知识”,B为“善”, C为“正义”。
τὸ δὴ ἀληθὲς τοῦ Β κατηγορῆσαι· τοῦ γὰρ ἀγαθοῦ ἔστιν ἐπιστήμη ὅτι ἀγαθόν.
那么,对B述定A是真实的;因为对于善而言,有作为善的知识。
ἀλλὰ καὶ τὸ Β τοῦ Γ· ἡ γὰρ δικαιοσύνη ὅπερ ἀγαθόν.
而且对C述定B也是真实的;因为正义正是一种善。
οὕτω μὲν οὖν γίνεται ἀνάλυσις.
这样,还原就得以进行。
εἰ δὲ πρὸς τῷ Β τεθείη τὸ ὅτι ἀγαθόν, οὐκ ἔσται·
但如果把“作为善的”设定于B,则无法还原。
τὸ μὲν γὰρ Α κατὰ τοῦ Β ἀληθὲς ἔσται, τὸ δὲ Β κατὰ τοῦ Γ οὐκ ἀληθὲς ἔσται· τὸ γὰρ ἀγαθὸν ὅτι ἀγαθὸν κατηγορεῖν τῆς δικαιοσύνης ψεῦδος καὶ οὐ συνετόν.
因为对B述定A将是真实的,但对C述定B却不是真实的;因为对正义述定“作为善的善”是虚假的,也是不可理解的。
ὁμοίως δὲ καὶ εἰ τὸ ὑγιεινὸν δειχθείη ὅτι ἔστιν ἐπιστητὸν ᾗ ἀγαθόν, ἢ τραγέλαφος ᾗ μὴ ὄν, ἢ ὁ ἄνθρωπος φθαρτὸν ᾗ αἰσθητόν· ἐν ἅπασι γὰρ τοῖς ἐπικατηγορουμένοις πρός τῷ ἄκρῳ τὴν ἐπαναδίπλωσιν θετέον.
同样,如果证明健康之物是可知的,“在其为善的范围内”;或者山羊鹿是可知的,“在其为非存在之物的范围内”;或者人是可消灭的,“在其为可感觉之物的范围内”,情况也是一样;因为在所有这些附加的述定中,我们都必须把重复附加的部分设定于极项。
Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων ὅταν ἁπλῶς τι συλλογισθῇ καὶ ὅταν τόδε τι ἢ πῇ ἢ πώς, λέγω δʼ οἷον ὅταν τἀγαθὸν ἐπιστητὸν δειχθῇ καὶ ὅταν ἐπιστητὸν ὅτι ἀγαθόν·
此外,当某物被无条件地推论时,与它被推论为“这个具体之物”或“就某方面而言”或“在某种方式下”时,词项的配置并不相同;我的意思是,例如,当善被证明为“可知的”时,与被证明为“作为善而可知”时。
ἀλλʼ εἰ μὲν ἁπλῶς ἐπιστητὸν δέδεικται, μέσον θετέον τὸ ὄν, εἰ δʼ ὅτι ἀγαθόν, τὸ τὶ ὄν.
也就是说,如果被证明为无条件地“可知的”,必须将“存在者”设定为中间项;而如果是“作为善”,则要设定“某个特定的存在者”。
ἔστω γὰρ τὸ μὲν Α ἐπιστήμη ὅτι τὶ ὄν, ἐφʼ δὲ Β ὄν τι, τὸ δʼ ἐφ᾿ ᾧ Γ ἀγαθόν.
设A为“作为某个特定存在者的知识”,B为“某个特定的存在者”,C为“善”。
ἀληθὲς δὴ τὸ Α τοῦ Β κατηγορεῖν· ἦν γὰρ ἐπιστήμη τοῦ τινὸς ὄντος ὅτι τὶ ὄν.
那么,对B述定A是真实的;因为对某个特定存在者的知识就是关于它“作为某个特定存在者”的知识。
ἀλλὰ καὶ τὸ Β τοὐ Γ· τὸ γὰρ ἐφʼ ᾧ Γ ὄν τι.
而且对C述定B也是真实的;因为C是某个特定的存在者。
ὥστε καὶ τὸ τοῦ ἔσται ἄρα ἐπιστήμη τἀγαθοῦ ὅτι ἀγαθόν· ἦν γὰρ τὸ τὶ ὂν τῆς ἰδίου σημεῖον οὐσίας.
因此,对C(善)而言也将有关于善作为善的知识;因为“某个特定的存在者”是其固有本质的标志。
εἰ δὲ τὸ ὂν μέσον ἐτέθη καὶ πρὸς τῷ ἄκρῳ τὸ ὂν ἁπλῶς καὶ μὴ τὸ τὶ ὂν ἐλέχθη, οὐκ ἂν ἦν συλλογισμός ὅτι ἔστιν ἐπιστήμη τἀγαθοῦ ὅτι ἀγαθόν, ἀλλʼ ὅτι ὄν, οἷον ἐφʼ ᾧ τὸ Α ἐπιστήμη ὅτι ὄν, ἐφʼ ᾧ Β ὄν, ἐφʼ ᾧ Γ ἀγαθόν.
但如果将“存在者”设定为中间项,并且在极项处说的是无条件的“存在者”而不是“某个特定的存在者”,那么就不会有关于善作为善的知识的三段论,而只会有关于它作为存在者的知识的三段论。 例如,A为“作为存在者的知识”,B为“存在者”,C为“善”。
φανερὸν οὖν ὅτι ἐν τοῖς ἐν μέρει συλλογισμοῖς οὕτως ληπτέον τοὺς ὅρους.
因此很明显,在限定的三段论中,我们必须这样来采用词项。
§1.1.39Δεῖ δὲ καὶ μεταλαμβάνειν ἃ τὸ αὐτὸ δύναται, ὀνόματα ἀντʼ ὀνομάτων καὶ λόγους ἀντὶ λόγων καὶ ὄνομα καὶ λόγον, καὶ ἀεὶ ἀντὶ τοῦ λόγου τοὔνομα λαμβάνειν·
我们还必须替换具有相同效力的名词或表述,即以名词替换名词,以定义性表述替换定义性表述,以及以名词替换定义性表述(或反之)。
ῥᾴων γὰρ ἡ τῶν ὅρων ἔκθεσις.
并且要始终用名词来代替定义性表述;因为这样设定词项会更容易。
οἷον εἰ μηδὲν διαφέρει εἰπεῖν τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ἢ μὴ εἶναι ὅπερ ὑποληπτόν τι τὸ δοξαστόν (ταὐτὸν γὰρ τὸ σημαινόμενον), ἀντὶ τοῦ λόγου τοῦ λεχθέντος τὸ ὑποληπτὸν καὶ τὸ δοξαστὸν ὅρους θετέον.
例如,如果说“可设想者”不是“可确信者”的属,与说“可确信者并不是某种可设想者”毫无区别(因为所指的意思是相同的),那么就必须用“可设想者”和“可确信者”作为词项,来代替刚才所说的定义性表述。
§1.1.40Ἐπεὶ δʼ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸ εἶναι τὴν ἡδονὴν τὸ ἀγαθόν, οὐχ ὁμοίως θετέον τοὺς ὅρους, ἀλλʼ εἰ μέν ἐστιν ὁ συλλογισμὸς ὅτι ἡ ἡδονὴ τἀγαθόν, τἀγαθόν, εἰ δʼ ὅτι ἀγαθόν, ἀγαθόν.
既然“快乐是善”与“快乐就是最高善”并不相同,我们就不应该以同样的方式来设定词项;如果三段论证明的是“快乐是最高善”,就应当设定“最高善”,如果是证明“快乐是善”,则设定“善”。
οὕτως κἀπὶ τῶν ἄλλων.
对其他事物也同样如此。

词汇与语法注释

  1. §1.1.38τὸ γὰρ ἀγαθὸν ὅτι ἀγαθὸν κατηγορεῖν τῆς δικαιοσύνης ψεῦδος καὶ οὐ συνετόν. — 不定式 κατηγορεῖν(述定)的直接宾语是名词短语 τὸ ἀγαθὸν ὅτι ἀγαθὸν(作为善的善),而被述定的对象由属格 τῆς δικαιοσύνης(关于正义)表示。整个不定式短语作为无人称谓语 ψεῦδος καὶ οὐ συνετόν[在此省略动词“是”](是虚假的且不可理解的)的主语。
  2. §1.1.39εἰ μηδὲν διαφέρει εἰπεῖν τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ἢ μὴ εἶναι ὅπερ ὑποληπτόν τι τὸ δοξαστόν — 在作为无人称动词 διαφέρει(有区别)主语的不定式 εἰπεῖν(说)内部,两个“带宾格的不定式”(A.C.I.)结构由连词 ἢ(或者)并列。在前半个 A.C.I. 中,τὸ ὑποληπτὸν 是宾格主语,γένος 是宾格谓语,τοῦ δοξαστοῦ 是表示关系的属格;在后半个 A.C.I. 中,τὸ δοξαστόν 是宾格主语,而 ὅπερ ὑποληπτόν τι(某种可设想者本身)则是宾格谓语。

引用这一段

亚里士多德, 前分析篇 §1.1.37-1.1.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.37-1.1.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。