Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.35-1.1.36

复合表述构成的词项与前提中的语法格

第 40 段,共 123 段 · 希腊语

内容简介

亚里士多德指出,三段论中的词项并不总是单个单词,也可以是定义性的表述,并论证了前提中“属于”或“不属于”的关系可以采取多种语法格,因此在设定词项和理解前提时需要注意格的特性。

§1.1.35Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι οἷς οὐ κεῖται ὄνομα· διὸ χαλεπὸν ἀνάγειν τοὺς τοιούτους συλλογισμούς.
我们不应该总是寻求用单一名词来设定词项;因为常常会有没有确立名称的定义性表述;因此,要还原此类三段论是困难的。
ἐνίοτε δὲ καὶ ἀπατᾶσθαι συμβήσεται διὰ τὴν τοιαύτην ζήτησιν, οἷον ὅτι τῶν ἀμέσων ἔστι συλλογισμός.
有时,由于这样的寻求,我们也会遇到受骗的情况,例如,认为无媒介的事物之间有三段论。
ἔστω τὸ Α δύο ὀρθαί, τὸ ἐφʼ Β τρίγωνον, ἐφʼ ᾧ δὲ Γ ἰσοσκελές.
设A为“两直角”,B为“三角形”,C为“等腰三角形”。
τῷ μὲν οὖν Γ ὑπάρχει τὸ Α διὰ τὸ Β, τῷ δὲ Β οὐκέτι διʼ ἄλλο (καθʼ αὑτὸ γὰρ τὸ τρίγωνον ἔχει δύο ὀρθάς), ὥστʼ οὐκ ἔσται μέσον τοῦ Β, ἀποδεικτοῦ ὄντος.
那么,A通过B而属于 C,但A属于B则不再通过其他事物(因为三角形自身就具有两直角),因此对于B而言将没有中间项,尽管它是可证明的。
φανερὸν γὰρ ὅτι τὸ μέσον οὐχ οὕτως ἀεὶ ληπτέον ὡς τόδε τι, ἀλλʼ ἐνίοτε λόγον, ὅπερ συμβαίνει κἀπὶ τοῦ λεχθέντος.
因为很明显,中间项不应该总是被当作“这个具体之物”来采用,而是有时要被当作“定义性表述”来采用,正如在刚才所说的例子中也发生的那样。
§1.1.36Τὸ δὲ ὑπάρχειν τὸ πρῶτον τῷ μέσῳ καὶ τοῦτο τῷ ἄκρῳ οὐ δεῖ λαμβάνειν ὡς αἰεὶ κατηγορηθησομένων ἀλλήλων ἢ ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου.
但第一项属于中间项,以及中间项属于极项,不应该被理解为它们总是彼此述定,或者第一项对中间项、中间项对最后一项是以同样的方式被述定。
καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν δʼ ὡσαύτως.
在不属于的情况下也是如此。
ἀλλʼ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ σημαίνειν καὶ τὸ ὑπάρχειν.
相反,“存在”被说成有多少种方式,以及说这本身是真实的有几种方式,我们就应该认为“属于”也有多少种含义。
οἷον ὅτι τῶν ἐναντίων ἔστι μία ἐπιστήμη.
例如,相反者有一门单一的科学。
ἔστω γὰρ τὸ τὸ μίανεἶναι ἐπιστήμην, τὰ ἐναντία ἀλλήλοις ἐφʼ οὗ.
设A为“有一门单一的科学”,B为“彼此相反者”。
βτὸ δὴ τῷ Β ὑπάρχει οὐχ ὥστε τὰ ἐναντία μίαν εἶναι ἐπιστήμην, ἀλλʼ ὅτι ἀληθές εἰπεῖν κατʼ αὐτῶν μίαν εἶναι αὐτῶν ἐπιστήμην.
那么,A属于B,并不是说相反者是单一的一门科学,而是因为对它们而言,说它们有一门单一的科学是真实的。
Συμβαίνει δʼ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι, οἷον εἰ ἡ σοφία ἐστὶν ἐπιστήμη, τοῦ δʼ ἀγαθοῦ ἐστὶν ἡ σοφία, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἔστιν ἐπιστήμη· τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη, ἡ δὲ σοφία ἐστὶν ἐπιστήμη.
有时会发生第一项对中间项被表述,而中间项对第三项不被表述的情况,例如,如果智慧是科学,而智慧属于善,结论则是善有科学;但善并不是科学,而智慧是科学。
ὁτὲ δὲ τὸ μὲν μέσον ἐπὶ τοῦ τρίτου λέγεται, τὸ δὲ πρῶτον ἐπὶ τοῦ μέσου οὐ λέγεται, οἷον εἰ τοῦ ποιοῦ παντὸς ἔστιν ἐπιστήμη ἢ ἐναντίου, τὸ δʼ ἀγαθὸν καὶ ἐναντίον καὶ ποιόν, συμπέρασμα μὲν ὅτι τοῦ ἀγαθοῦ ἔστιν ἐπιστήμη, οὐκ ἔστι δὲ τὸ ἀγαθὸν ἐπιστήμη οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ἐναντίον, ἀλλὰ τὸ ἀγαθὸν ταῦτα.
有时中间项对第三项被表述,而第一项对中间项不被表述,例如,如果一切性质之物或相反者都有科学,而善既是相反者又是性质之物,结论虽然是善有科学,但善并不是科学,性质之物和相反者也不是科学,相反,善是这些东西。
ἔστι δὲ μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου, τοῦ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου.
也可能发生既非第一项对中间项被表述,亦非中间项对第三项被表述,而第一项对第三项有时被表述,有时不被表述的情况。
οἷον εἰ οὗ ἐπιστήμη ἔστιν, ἕστι τούτου γένος, τοῦ δʼ ἀγαθοῦ ἔστιν ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἔστι γένος· κατηγορεῖται δʼ οὐδὲν κατʼ οὐδενός.
例如,如果凡是有科学的对象,它就有属(类),而善有科学,结论则是善有属(类);但没有任何东西被述定于任何东西。
εἰ δʼ οὗ ἔστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δʼ ἀγαθοῦ ἔστιν ἐπιστήμη, συμπέρασμα ὅτι τἀγαθόν ἐστι γένος· κατά μὲν δὴ τοῦ ἄκρου κατηγορεῖται τὸ πρῶτον, κατʼ ἀλλήλων δʼ οὐ λέγεται.
而如果凡是有科学的对象,这就是属(类),且善有科学,结论则是善是属(类);第一项确实被述定于极项,但在前提中它们彼此并不被表述。
Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον.
在不属于的情况下也必须以同样的方式理解。
οὐ γὰρ ἀεὶ σημαίνει τὸ μὴ ὑπάρχειν τόδε τῷδε μὴ εἶναι τόδε τόδε, ἀλλʼ ἐνίοτε τὸ μὴ εἶναι τόδε τοῦδε ἢ τόδε τῷδε, οἷον ὅτι οὐκ ἔστι κινήσεως κίνησις ἢ γενέσεως γένεσις, ἡδονῆς δʼ ἔστιν· οὐκ ἄρα ἡ ἡδονὴ γένεσις.
因为“不属于”并不总是意味着“此物不是彼物”,而是有时意味着“此物不属于彼物”或“此物不对彼物存在”,例如,并不存在运动的运动或生成的生成,但快乐的生成是存在的;因此快乐不是生成。
ἢ πάλιν ὅτι γέλωτος μὲν ἔστι σημεῖον, σημείου δʼ οὐκ ἕστι σημεῖον, ὥστʼ οὐ σημεῖον ὁ γέλως.
或者再次,笑有兆候,但兆候没有兆候,所以笑不是兆候。
ὁμοίως δὲ κἀν τοῖς ἄλλοις ἐν ὅσοις ἀναιρεῖται τὸ πρόβλημα τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος.
在其他所有通过以某种方式相对于属自身而被表述从而使问题被驳倒的情况下,也同样如此。
πάλιν ὅτι ὁ καιρὸς οὐκ ἔστι χρόνος δέων· θεῷ γὰρ καιρὸς μὲν ἔστι, χρόνος δʼ οὐκ ἔστι δέων διὰ τὸ μηδὲν εἶναι θεῷ ὠφέλιμον.
再次,好机不是必需的时间;因为对神而言有好机,但没有必需的时间,因为没有任何东西对神是有益的。
ὅρους μὲν γὰρ θετέον καιρὸν καὶ χρόνον δέοντα καὶ θεόν, τὴν δὲ πρότασιν λτηπτέον κατὰ τὴν τοῦ ὀνόματος πτῶσιν.
因为我们必须将“好机”、“必需的时间”和“神”设定为词项,但前提必须根据名词的格来采用。
ἁπλῶς γὰρ τοῦτο λέγομεν κατὰ πάντων, ὅτι τοὺς μὲν ὅρους ἀεὶ θετέον κατὰ τὰς κλήσεις τῶν ὀνομάτων, οἷον ἄνθρωπος ἢ ἀγαθόν ἢ ἐναντία, οὐκ ἀνθρώπου ἢ ἀγαθοῦ ἢ ἐναντίων, τὰς δὲ προτάσεις ληπτέον κατὰ τὰς ἑκάστου πτώσεις· ἢ γὰρ ὅτι τούτῳ, οἷον τὸ ἴσον, ἢ ὅτι τούτου, οἷον τὸ διπλάσιον, ἢ ὅτι τοῦτο, οἷον τὸ τύπτον ἢ ὁρῶν, ἢ ὅτι οὗτος, οἷον ὁ ἄνθρωπος ζῶον, ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα κατὰ τὴν πρότασιν.
因为我们对所有这些情况端地这样主张:即词项必须始终根据名词的直格(主格)来设定,如“人”或“善”或“相反者”,而不是“人的”或“善的”或“相反者的”;但前提必须根据每个名词的格来采用:或者是“对这个”[与格](如“相等的”),或者是“这个的”[属格](如“两倍的”),或者是“这个”[宾格](如“击打的”或“看见的”),或者是“这是”[主格](如“人是动物”),或者名词在前提中以其他任何格出现的形式。

词汇与语法注释

  1. 35ὥστʼ οὐκ ἔσται μέσον τοῦ Β, ἀποδεικτοῦ ὄντος. — 原文中的 τοῦ Β(“B的”)在语境中被理解为“在A与B之间”或“对于A属于B这一命题”。亚里士多德在这里讨论了证明结构中是否存在媒介的不对称性:由于三角形(B)其本质就具有两直角(A),因此没有中间项(μέσον);相反,等腰三角形(C)具有两直角则是可以通过中间项来证明的(ἀποδεικτόν)。
  2. 48bἀλλʼ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ σημαίνειν καὶ τὸ ὑπάρχειν. — 这里提出了一个重要的句法与语义学规则,即将动词 ὑπάρχειν(“属于”)的意思范围,与 εἶναι(“是/存在”)的多义性以及“说这本身是真实的”之多样性平行进行理解。由此,“属于”的关系不仅包括对主语的直接陈述(“A是B”),也把伴随属格、与格等多种格关系语境(“关于A有B”等)整合到三段论的“属于”这一框架中进行处理。
  3. p.61κατὰ μὲν δὴ τοῦ ἄκρου κατηγορεῖται τὸ πρῶτον, κατʼ ἀλλήλων δʼ οὐ λέγεται. — 这解释了48b24-27所示例子中语法结构和述定形式的不对称性:在前提中,词项之间并不以直格(主格)形式直接相互述定(κατʼ ἀλλήλων δʼ οὐ λέγεται);然而在结论中,第一项却对极项以直格形式进行述定(“是属”;κατὰ τοῦ ἄκρου κατηγορεῖται τὸ πρῶτον)。需要注意前提与结论中格的作用差异。

引用这一段

亚里士多德, 前分析篇 §1.1.35-1.1.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.35-1.1.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。