Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.41-1.1.44

词项范围的差异与假定论证的不可还原性

第 42 段,共 123 段 · 希腊语

内容简介

亚里士多德明确了“A属于B所属于的一切”与“A属于B全部属于的一切”在逻辑上的区别,并阐明了词项展示的启发性作用。此外,他讨论了关于定义论证的词项设定方法,并解释了基于假设的三段论(包括归谬法)为何不能直接还原为标准的三段论格。

§1.1.41Οὐκ ἔστι δὲ ταὐτὸν οὔτʼ εἶναι οὔτʼ εἰπεῖν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ ὑπάρχει, καὶ τὸ εἰπεῖν τὸ ᾧ παντὶ τὸ Β ὑπάρχει, καὶ τὸ παντὶ ὑπάρχει·
“B所属于的一切,A也属于”与“B 全部属于的那些,A也全部属于”,这两者无论在事实上还是在言说上都是不相同的。
οὐδὲν γὰρ κωλύει τὸ Β τῷ Γ ὑπάρχειν, μὴ παντὶ δέ.
因为没有任何东西阻止B属于C,但不属于C的全部。
οἷον ἔστω τὸ Β καλόν, τὸ δὲ Γ λευκόν.
例如,设B为“美”,C为“白”。
εἰ δὴ λευκῷ τινὶ ὑπάρχει καλόν, ἀληθὲς εἰπεῖν ὅτι τῷ λευκῷ ὑπάρχει καλόν· ἀλλʼ οὐ παντὶ ἴσως.
如果美属于某些白,那么说“美属于白”是真实的;但也许并不属于全部的白。
εἰ μὲν οὖν τὸ τῷ Β ὑπάρχει, μὴ παντὶ δὲ καθʼ οὖ τὸ Β, οὔτʼ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτʼ εἰ μόνον ὑπάρχει, ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλʼ οὐδʼ ὑπάρχειν.
因此,如果A属于B,但不属于B 被述定的全部对象,那么无论B是属于C的全部,还是仅仅属于C,A[属于C]都并非必然——我不仅是说“不属于全部”,而是说甚至完全不属于。
εἰ δὲ καθʼ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς, τούτῳ παντὶ ὑπάρχει, συμβήσεται τὸ Α, καθʼ οὗ παντὸς τὸ Β λέγεται, κατὰ τούτου παντὸς λέγεσθαι.
但如果对于任何真实地述定B的对象,A也属于其全部,那么结果就会是:凡是述定B的全部对象,A也对它的全部被述定。
εἰ μέντοι τὸ Α λέγεται καθʼ οὗ ἂν τὸ Β λέγηται κατὰ παντός, οὐδὲν κωλύει τῷ Γ ὑπάρχειν τὸ Β, μὴ παντὶ δὲ τὸ ἢ ὅλως μὴ ὑπάρχειν.
然而,即使A是对凡是全部被述定B的对象而被述定,也并不妨碍B属于C,而A 却完全不属于C,或者不属于C的全部。
ἐν δὴ τοῖς τρισὶν ὅροις δῆλον ὅτι τὸ καθʼ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι τοῦτʼ ἔστι, καθ᾿ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέγεσθαι καὶ τὸ Α. καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως·
因此,在三个词项的情况下,很明显,“A对B所被述定的全部对象而被述定”的意思是:B对多少对象被述定,A也对所有这些对象而被述定。
εἰ δὲ μὴ κατὰ παντός, οὐκ ἀνάγκη τὸ Α κατὰ παντός.
如果B对全部而被述定,A也如此;但如果B不对全部而被述定,A也不必然对全部而被述定。
Οὐ δεῖ δʼ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν ἄτοπον· οὐδὲν γὰρ προσχρώμεθα τῷ τόδε τι εἶναι, ἀλλʼ ὥσπερ ὁ γεωμέτρης τὴν ποδιαίαν καὶ εὐθεῖαν τήνδε καὶ ἀπλατῆ εἶναι λέγει οὐκ οὔσας, ἀλλʼ οὐχ οὕτως χρῆται ὡς ἐκ τούτων συλλογιζόμενος.
此外,不应当认为通过展示(例示)词项会产生什么荒谬的结果;因为我们根本没有利用“此物为某个特定事物”这一点,而正如几何学家说这条线是一尺长、是直线且没有宽度,虽然它们并不是这样,但他使用它们时并不是要以此来进行推论。
ὅλως γὰρ ὃ μὴ ἔστιν ὡς ὅλον πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ οὐδενὸς τῶν τοιούτων δείκνυσιν ὁ δεικνύων, ὥστε οὐδὲ γίνεται συλλογισμός.
因为一般而言,若没有一个作为整体对部分的关系,以及另一个对此作为部分对整体的关系,论证者就无法从任何这类事物中进行证明,从而甚至连三段论也无法形成。
τῷ δʼ ἐκτίθεσθαι οὕτω χρώμεθα ὥσπερ καὶ τῷ αἰσθάνεσθαι, τὸν μανθάνοντʼ ἀλέγοντες· οὐ γὰρ οὕτως ὡς ἄνευ τούτων οὐχ οἷόν τʼ ἀποδειχθῆναι, ὥσπερ ἐξ ὧν ὁ συλλογισμός.
我们使用展示,就像使用感觉一样,是为了向学习者进行说明;因为我们并不是在没有这些就无法证明的意义上使用它的,就像利用三段论的前提那样。
§1.1.42Μὴ λανθανέτω δʼ ἡμᾶς ὅτι ἐν τῷ αὐτῷ συλλογισμῶ οὐχ ἅπαντα τὰ συμπεράσματα διʼ ἑνὸς σχήματός ἐστιν, ἀλλὰ τὸ μὲν διὰ τούτου τὸ δὲ διʼ ἄλλου.
同时我们不应忽略,在同一个三段论中并非所有的结论都是通过一个格得到的,而是有的通过这个格,有的通过另一个格。
δῆλον οὖν ὅτι καὶ τὰς ἀναλύσεις οὕτω ποιητέον.
因此很明显,还原也必须这样进行。
ἐπεὶ δʼ οὐ πᾶν πρόβλημα ἐν ἅπόντι σχήματι ἀλλʼ ἐν ἑκάστῳ τεταγμένα, φανερὸν ἐκ τοῦ συμπεράσματος ἐν ᾧ σχήματι ζητητέον.
既然并非每一个课题都能在每一个格中得到证明,而是各配属于特定的格,那么从结论中就可以很明显地看出应当在哪个格中去寻找。
§1.1.43Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρὸς ὃ διείλεκται θετέον ὅρον, καὶ οὐ τὸν ἅπαντα λόγον·
对于有关定义性的论证,凡是只对定义中包含的某一个要素进行论证的,就应该把被论证的那个要素设定为词项,而不是整个定义;因为这样由于长度减少,就比较不容易产生混乱。
ἧττον γὰρ συμβήσεται ταράττεσθαι διὰ τὸ μῆκος, οἷον εἰ τὸ ὕδωρ ἔδειξεν ὅτι ὑγρὸν ποτόν, τὸ ποτὸν καὶ τὸ ὕδωρ ὅρους θετέον.
例如,如果证明了水是 “液态的饮料”,就应当把“饮料”和“水”设定为词项。
§1.1.44Ἔτι δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέο ἀνάγειν·
再者,不应企图对基于假设的三段论进行还原;因为无法从已有的前提来进行还原。
οὐ γὰρ ἔστιν ἐκ τῶν κειμένων ἀνάγειν. οὐ γὰρ διὰ συλλογισμοῦ δεδειγμένοι εἰσίν, ἀλλὰ διὰ συνθήκης ὡμολογημένοι πάντες.
因为它们不是通过三段论被证明的,而是全部通过协议而被承认的。
οἷον εἰ ὑποθέμενος, ἂν δύναμίς τις μία μὴ ᾖ τῶν ἐναντίων, μηδʼ ἐπιστήμην μίαν εἶναι, εἶτα διαλεχθείη ὅτι οὐκ ἔστι πᾶσα δύναμις τῶν ἐναντίων, οἱονεὶ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· ἅμα γὰρ ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες.
例如,如果假设“若相反者没有单一的能力,则也没有单一的知识”,然后论证并不是所有能力都针对相反者,比如针对健康和疾病;因为否则同一事物将同时是健康的和有病的。
ὅτι μὲν οὖν οὐκ ἔστι μία πάντων τῶν ἐναντίων δύναμις, ἐπιδέδεικται, ὅτι δʼ ἐπιστήμη οὐκ ἔστιν, οὐ δέδεικται.
既然相反者并不都有单一的能力这一点已经被证明,而没有单一的知识这一点却未被证明。
καίτοι ὁμολογεῖν ἀναγκαῖον· ἀλλʼ οὐκ ἐκ συλλογισμοῦ, ἀλλʼ ἐξ ὑποθέσεως.
然而承认它是必然的;但这不是来自三段论,而是来自假设。
τοῦτον μὲν οὖν οὐκ ἔστιν ἀναγαγεῖν, ὅτι δʼ οὐ μία δύναμις, ἔστιν· οὗτος γὰρ ἴσως καὶ ἦν συλλογισμός, ἐκεῖνο δʼ ὑπόθεσις.
因此,这一部分是无法还原的,而关于没有单一能力的那部分则是可以还原的;因为后者也许实际上是一个三段论,而前者则是一个假设。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν διὰ τοῦ ἀδυνάτου περαινομένων· οὐδὲ γὰρ τούτους οὐκ ἔστιν ἀναλύειν, ἀλλὰ τὴν μὲν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν ἔστι (συλλογισμῷ γὰρ δείκνυται), θάτερον δʼ οὐκ ἔστιν· ἐξ ὑποθέσεως γὰρ περαίνεται.
对于通过不可能(归谬法)来得出结论的那些也是一样;因为这些我们同样无法直接分析,但向不可能的归谬本身是可以分析的(因为它是通过三段论被证明的),而另一部分则无法分析;因为它是根据假设而得出结论的。
διαφέρουσι δὲ τῶν προειρημένων ὅτι ἐν ἐκείνοις μὲν δεῖ προδιομολογήσασθαι, εἰ μέλλει συμφήσειν, οἷον ἂν δειχθῇ μία δύναμις τῶν ἐναντίων, καὶ ἐπιστήμην εἶναι τὴν αὐτήν· ἐνταῦθα δὲ καὶ μὴ προδιομολογησάμενοι συγχωροῦσι διὰ τὸ φανερόν εἶναι τὸ ψεῦδος, οἷον τεθείσης τῆς διαμέτρου συμμέτρου τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις.
它们与前述的假设三段论不同:在那些三段论中,如果想要对方赞同,就必须预先达成一致,例如“若证明了相反者有单一的能力,其知识也相同”;而在不可能性论证中,即使没有预先一致,人们也会因为虚谬的显而易见而予以承认,例如如果假设对角线是可通约的,则奇数将等于偶数。
Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς ἐπισκέψασθαι δεῖ καὶ διασημῆναι καθαρῶς.
此外还有许多其他论证也是根据假设得出结论的,对此我们必须进行考察并清晰地予以标示。
τίνες μὲν οὖν αἱ διαφοραὶ τούτων, καὶ ποσαχῶς γίνεται τὸ ἐξ ὑποθέσεως, ὕστερον ἐροῦμεν· νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω φανερόν, ὅτι οὐκ ἔστιν ἀναλύειν εἰς τὰ σχήματα τοὺς τοιούτους συλλογισμούς.
这些区别是什么,以及根据假设进行的情况有多少种,我们将在以后讨论;但现在只要我们明白这一点就足够了:即无法将此类三段论分析到诸格之中。
καὶ διʼ ἣν αἰτίαν, εἰρήκαμεν.
至于其原因,我们已经阐明了。

词汇与语法注释

  1. 1.1.41τὸ ὑπάρχει — 语境中省略了主语 A(τὸ Α)。应当补全理解为“A属于[此物]”。
  2. 1.1.41παρὰ τὸ ἐκτίθεσθαί τι — 这指的是“展示”(ekthesis, ἔκθεσις),即设定具体实例来解释论点的方法。亚里士多德解释说,这并不是证明的逻辑前提,而只是像几何学的假设一样,是方便学习者理解的直观辅助。
  3. 1.1.44τοὺς ἐξ ὑποθέσεως συλλογισμούς — 基于假设的三段论。尽管辅助性的推论本身(例如“相反者的能力不是单一的”)可以还原为标准格,但最终结论依赖于先前的协议(假设)而非演绎的必然性,因此整个论证无法被还原为标准的三段论。

引用这一段

亚里士多德, 前分析篇 §1.1.41-1.1.44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.41-1.1.44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。