§1.1.33Πολλάκις μὲν οὖν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλλογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρητας πρότερον, ἐνίοτεδὲ παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· ὅπερ οὐ χρὴ λανθάνειν ἡμᾶς.
因此,正如前面所说的,在三段论中我们常常因必然性而受骗,但有时也会因词项位置的相似性而受骗;这一点我们不应当忽略。
οἷον εἰ τὸ Α κατὰ τοῦ Β λέγεται καὶ τὸ Β κατὰ τοῦ δόξειε γὰρ ἂν οὕτως ἐχόντων τῶν ὅρων εἶναι συλλογισμός, οὐ γίνεται δʼ οὔτʼ ἀναγκαῖον οὐδὲν οὔτε συλλογισμός.
例如,若A被表述于B,而B被表述于C。 因为在词项如此排列的情况下,似乎会产生三段论,但实际上既没有产生任何必然的结果,也没有形成三段论。
ἔστω γὰρ ἐφʼ ᾧ Α τὸ ἀεὶ εἶναι, ἐφʼ ᾧ δὲ Β διανοητὸς Ἀριστομένης, τὸ δʼ ἐφ᾿ ᾧ Γ Ἀριστομένης.
例如,设A为“始终存在”,B为“被思考的阿里斯托墨涅斯”,C为“阿里斯托墨涅斯”。
ἀληθὲς δὴ τὸ. τῷ Β ὑπάρχειν· ἀεὶ γάρ ἐστι διανοητὸς Ἀριστομένης.
那么,B属于C是真实的,因为阿里斯托墨涅斯就是被思考的阿里斯托墨涅斯。
ἀλλὰ καὶ τὸ Β τῷ Γ ὁ γὰρ Ἀριστομένης ἐστὶ διανοητός Ἀριστομένης.
但是,A属于B也是真实的,因为被思考的阿里斯托墨涅斯始终存在。
τὸ δʼ τῷ Γ οὐχ ὑπάρχει· φθαρτὸς γάρ ἐστιν ὁ Ἀριστομένης.
然而,A并不属于C,因为阿里斯托墨涅斯是会消灭的。
οὐ γὰρ ἐγίνετο συλλογισμὸς οὕτως ἐχόντων τῶν ὅρων, ἀλλʼ ἔδει καθόλου τὴν Α Β ληφθῆναι πρότασιν.
因为在词项如此排列时,并没有形成三段论,而应当将AB前提作为全称前提来采用。
τοῦτο δὲ ψεῦδος, τὸ ἀξιοῦν πάντα τὸν διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι, φθαρτοῦ ὄντος Ἀριστομένους.
但这却是虚假的,即认为每一个被思考的阿里斯托墨涅斯都始终存在,因为阿里斯托墨涅斯是会消灭的。
πάλιν ἔστω τὸ μὲν ἐφʼ ᾧ Γ Μίκκαλος τὸ δʼ ἐφʼ ᾧ Β μουσικὸς Μίκκαλος, ἐφʼ ᾧ δὲ τὸ Α τὸ φθείρεσθαι αὔριον.
再次,设C为“米卡洛斯”,B为“音乐的米卡洛斯”,A为“明日消灭”。
ἀληθές δὴ τὸ τοῦ Γ κατηγορεῖν· ὁ γὰρ Μίκκαλός ἐστι μουσικὸς Μίκκαλος ἀλλὰ καὶ τὸ Α τοῦ Β· φθείροιτο γὰρ ἂν αὔριον μουσικὸς Μίκκαλος.
那么,将B述定于C是真实的,因为米卡洛斯就是音乐的米卡洛斯。 但是,将A述定于B也是真实的,因为音乐的米卡洛斯可能在明日消灭。
τὸ δέ γε Α τοῦ Γ ψεῦδος.
然而,将A述定于C则是虚假的。
τοῦτο δὴ ταὐτόν ἐστι τῷ πρότερον· οὐ γὰρ ἀληθὲς καθόλου, Μίκκαλος μουσικὸς ὅτι φθείρεται αὔριον· τούτου δὲ μὴ ληφθέντος οὐκ ἦν συλλογισμός.
这实际上与前一个情况相同;因为“音乐的米卡洛斯明日消灭”在全称上并不真实,而如果不采用这一点,三段论就不能成立。
Αὕτη μὲν οὖν ἡ ἀπάτη γίνεται ἐν τῷ παρὰ μικρόν· ὡς γὰρ οὐδὲν διαφέρον εἰπεῖν τόδε τῷδε ὑπάρχειν ἢ τόδε §1.1.34τῷδε παντὶ ὑπάρχειν, συγχωροῦμεν.
这种蒙蔽产生于细微的差别;因为我们予以首肯,仿佛说此物属于彼物与此物属于彼物之全体毫无区别。
πολλάκις δὲ διαψεύδεσθαι συμπεσεῖται παρὰ τὸ μὴ καλῶς ἐκτίθεσθαι τοὺς κατὰ τὴν πρότασιν ὅρους, οἷον εἰ τὸ μὲν εἴη ὑγίεια, τὸ δʼ ἐφʼ ᾧ Β νόσος, ἐφʼ δὲ Γ ἄνθρωπος.
然而,常常会由于没有很好地设定前提中的词项而发生误判,例如,若以A为“健康”,B为“疾病”,C为“人”。
ἀληθὲς γὰρ εἰπεῖν ὅτι τὸ οὐδενὶ τῷ ἐνδέχεται ὑπάρχειν (οὐδεμιᾷ γὰρ νόσῳ ὑγίεια ὑπάρχει), καὶ πάλιν ὅτι τὸ Β παντὶ τῷ Γ ὑπάρχει (πᾶς γὰρ ἄνθρωπος δεκτικὸς νόσου).
因为说A不可能属于任何B是真实的(因为健康不属于任何疾病),再次,说B属于一切 C也是真实的(因为每个人都易染疾病)。
δόξειεν ἂν οὖν συμβαίνειν μηδενὶ ἀνθρώπῳ ἐνδέχεσθαι ὑγίειαν ὑπάρχειν.
因此,似乎可以得出结论说,健康不可能属于任何人。
τούτου δʼ αἴτιον τὸ μὴ καλῶς ἐκκεῖσθαι τοὺς ὅρους κατὰ τὴν λέξιν, ἐπεὶ μεταληφθέντων τῶν κατὰ τὰς ἕξεις οὐκ ἔσται συλλογισμός, οἷον ἀντὶ μὲν τῆς ὑγιείας εἰ τεθείη τὸ ὑγιαῖνον, ἀντὶ δὲ τῆς νόσου τὸ νοσοῦν.
但这其中的原因在于,在词形表述上没有很好地设定词项,因为如果将表示状态的词项替换为与之相应的有态者,三段论便无法成立。 例如,如果用 “健康的”来代替健康,用“有病的”来代替疾病。
οὐ γὰρ ἀληθὲς εἰπεῖν ὡς οὐκ ἐνδέχεται τῷ νοσοῦντι τὸ ὑγιαίνειν ὑπάρξαι.
因为说有病的人不可能拥有健康,这并不真实。
τούτου δὲ μὴ ληφθέντος οὐ γίνεται συλλογισμός, εἰ μὴ τοῦ ἐνδέχεσθαι· τοῦτο δʼ οὐκ ἀδύνατον· ἐνδέχεται γὰρ μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ὑγίειαν.
而如果不采纳这一点,就无法产生三段论,除非是关于可能性的三段论;而这并非不可能,因为健康确实可能不属于任何人。
πάλιν ἐπὶ τοῦ μέσου σχήματος ὁμοίως ἔσται τὸ ψεῦδος· τὴν γὰρ ὑγίειαν νόσῳ μὲν οὐδεμιᾷ ἀνθρώπῳ δὲ παντὶ ἐνδέχεται ὑπάρχειν, ὥστʼ οὐδενὶ ἀνθρώπῳ νόσον.
再次,在中格(第二格)中也会以同样的方式产生虚假;因为健康可能不属于任何疾病,但可能属于所有人,从而得出疾病不属于任何人。
ἐν δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι συμβαίνει τὸ ψεῦδος, καὶ γὰρ ὑγίειαν καὶ νόσον καὶ ἐπιστήνην καὶ ἄγνοιαν καὶ ὅλως τὰ ἐναντία τῷ αὐτῷ ἐνδέχεται ὑπάρχειν, ἀλλήλοις δʼ ἀδύνατον.
而在第三格中,虚假是关于可能性而产生的;因为健康与疾病、知识与无知,以及一切相反的东西,都可能属于同一个事物,但它们彼此之间是不可能共存的。
τοῦτο δʼ ἀνομολογούμενον τοῖς προειρημένοις· ὅτε γὰρ τῷ αὐτῷ πλείω ἐνεδέχετο ὑπάρχειν, ἐνεδέχετο καὶ ἀλλήλοις.
然而,这与此前所同意的观点相违背;因为当多个东西可能属于同一个事物时,它们彼此之间也可能是兼容的。
Φανερὸν οὖν ὅτι ἐν ἅπασι τούτοις ἡ ἀπάτη γίνεται παρὰ τὴν τῶν ὅρων ἔκθεσιν· μεταληφθέντων γὰρ τῶν κατὰ τὰς ἕξεις οὐδὲν γίνεται ψεῦδος.
因此显而易见,在所有这些情况下,受骗都是因为词项的设定方式;因为如果替换为与状态相应的有态者,就不会产生任何虚假。
δῆλον οὖν ὅτι κατὰ τὰς τοιαύτας προτάσεις ἀεὶ τὸ κατὰ τὴν ἕξιν ἀντὶ τῆς ἕξεως μεταληπτέον καὶ θετέον ὅρον.
所以很明显,在此类前提中,必须始终用与状态相应的有态者来代替状态,并将其设定为词项。