§1.1.27πῶς δʼ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον·
针对不断提出的命题,我们自己如何才能源源不断地获得三段论,以及通过何种途径才能获得关于每个主题的原理,现在必须予以说明。
οὐ γὰρ μόνον ἴσως δεῖ τὴν γένεσιν θεωρεῖν τῶν συλλογισμῶν, ἀλλὰ καὶ τὴν δύναμιν ἔχειν τοῦ ποιεῖν.
因为,或许我们不仅需要考察三段论的产生,还需要拥有制造它们的能力。
Ἁπάντων δὴ τῶν ὄντων τὰ μέν ἐστι τοιαῦτα ὥστε κατὰ μηδενὸς ἄλλου κατηγορεῖσθαι ἀληθῶς καθόλου (οἷον Κλέων καὶ Καλλίας καὶ τὸ καθʼ ἕκαστον καὶ αἰσθητόν), κατὰ δὲ τούτων ἄλλα (καὶ γὰρ ἄνθρωπος καὶ ζῷον ἑκάτερος τούτων ἐστί)· τὰ δʼ αὐτὰ μὲν κατʼ ἄλλων κατηγορεῖται, κατὰ δὲ τούτων ἄλλα πρότερον οὐ κατηγορεῖται· τὰ δὲ καὶ αὐτὰ ἄλλων καὶ αὐτῶν· ἕτερα, οἷον ἄνθρωπος Καλλίου καὶ ἀνθρώπου ζῷον.
在所有存在的事物中,有些事物是这样的,以至于它们不能对任何其他事物作真实的全称述说(例如克里昂、卡里亚斯,以及个别的事物和可感觉的事物),而其他事物则可以对它们进行述说(因为他们每一个人既是人也是动物);另一些事物则是它们自身可以对其他事物进行述说,但其他在先的事物不能对它们进行述说;还有些事物则是它们自身既可以对其他事物进行述说,也有其他事物可以对它们进行述说,例如“人”被用来述说卡里亚斯,“动物”被用来述说“人”。
ὅτι μὲν οὖν ἔνια τῶν ὄντων κατʼ οὐδενὸς πέφυκε λέγεσθαι, δῆλον·
因此,显而易见,有些存在的事物在自然本性上不能用来述说任何其他事物。
τῶν γὰρ αἰσθητῶν σχεδὸν ἕκαστόν ἐστι τοιοῦτον ὥστε μὴ κατηγορεῖσθαι κατὰ μηδενός, πλὴν ὡς κατὰ συμβεβηκός· φαμὲν γάρ ποτε τὸ λευκὸν ἐκεῖνο Σωκράτην εἶναι καὶ τὸ προσιὸν Καλλίαν.
因为在可感觉的事物中,几乎每一个都是如此,以至于不能对任何事物进行述说,除非是偶然的述说;因为我们有时会说,那个白色的东西是苏格拉底,或者那个走过来的人是卡里亚斯。
ὅτι δὲ καὶ ἐπὶ τὸ ἄνω πορευομένοις ἵσταταί ποτε, πάλιν ἐροῦμεν· νῦν δʼ ἔστω τοῦτο κείμενον.
而当我们向上追溯时,这一过程在某个地方也会终止,对此我们稍后将再次说明;现在且让这一论点被假定。
κατὰ μὲν οὖν τούτων οὐκ ἔστιν ἀποδεῖξαι κατηγορούμενον ἕτερον, πλὴν εἰ μὴ κατὰ δόξαν, ἀλλὰ ταῦτα κατʼ ἄλλων· οὐδὲ τὰ καθʼ ἕκαστα κατʼ ἄλλων, ἀλλʼ ἕτερα κατʼ ἐκείνων.
因此,对于前者,除了根据意见之外,无法证明有其他事物可以对它们进行述说,但它们却可以对其他事物进行述说;而个别事物也不能对其他事物进行述说,只有其他事物可以对它们进行述说。
τὰ δὲ μεταξὺ δῆλον ὡς ἀμφοτέρως ἐνδέχεται (καὶ γὰρ αὐτὰ κατʼ ἄλλων καὶ ἄλλα κατὰ τούτων λεχθήσεται)· καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις εἰσὶ μάλιστα περὶ τούτων.
而对于处于中间的事物,显而易见,这两种方式都是可能的(因为它们自身会被用来述说其他事物,而其他事物也会被用来述说它们);几乎所有的论证和考察都主要是关于这些中间事物的。
Δεῖ δὴ τὰς προτάσεις περὶ ἕκαστον οὕτως ἐκλαμβάνειν, ὑποθέμενον αὐτό πρῶτον καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ἴδια τοῦ πράγματός ἐστιν, εἶτα μετὰ τοῦτο ὅσα ἕπεται τῷ πράγματι, καὶ πάλιν οἷς τὸ πρᾶγμα ἀκολουθεῖ, καὶ ὅσα μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν.
因此,必须按照下列方式来选取关于每个主题的前提:首先假定该事物本身、它的定义以及属于该事物的所有特有属性;然后在此之后,假定所有伴随着该事物的事物,以及该事物所随伴的那些事物,还有所有不能属于该事物的事物。
οἷς δʼ αὐτὸ μὴ ἐνδέχεται, οὐκ ἐκληπτέον διὰ τὸ ἀντιστρέφειν τὸ στερητικόν.
但是,对于该事物本身不能属于的那些事物,则不需要选取,因为否定命题是可换位的。
διαιρετέον δὲ καὶ τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι καὶ ὅσα ἴδια καὶ ὅσα ὡς συμβεβηκότα κατηγορεῖται, καὶ τούτων ποῖα δοξαστικῶς καὶ ποῖα κατ᾿ ἀλήθειαν·
此外,在那些伴随的事物中,还必须区分哪些属于本质(在“是什么”中)、哪些是特有属性、以及哪些是作为偶然属性而被述说的,并在这些事物中区分哪些是根据意见的,哪些是根据真理的。
ὅσῳ μὲν γὰρ ἂν πλειόνων τοιούτων εὐπορῇ τις, θᾶττον ἐντεύξεται συμπεράσματι, ὅσῳ δʼ ἂν ἀληθεστέρων, μᾶλλον ἀποδείξει.
因为一个人对这些事物占有的越丰富,他就越快能获得结论;而占有的越真实,他就越能进行证明。
Δεῖ δʼ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλʼ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται, οἷον μὴ τί τινὶ ἀνθρώπῳ ἀλλὰ τί παντὶ ἀνθρώπῳ ἕπεται· διὰ γὰρ τῶν καθόλου προτάσεων ὁ συλλογισμός.
而且,我们必须选取的不是伴随着某一个体的事物,而是伴随着整个事物的事物,例如,不是伴随着某个特定的人,而是伴随着每一个人的事物;因为三段论是通过全称前提来进行的。
ἀδιορίστου μὲν οὖν ὄντος ἄδηλον εἰ καθόλου ἡ πρότασις, διωρισμένου δὲ φανερόν.
因此,如果前提是不定命题,前提是否全称就是不清楚的;但如果是有定限定的,那就是显而易见的。
ὁμοίως δʼ ἐκλεκτέον καὶ οἷς αὐτὸ ἕπεται ὅλοις, διὰ τὴν εἰρημένην αἰτίαν.
同样地,由于上述的原因,我们也必须选取该事物本身作为整体所随伴的那些事物。
αὐτὸ δὲ τὸ ἑπόμενον οὐ ληπτέον ὅλον ἕπεσθαι, λέγω δʼ οἷον ἀνθρώπῳ πᾶν ζῷον ἢ μουσικῇ πᾶσαν ἐπιστήμην, ἀλλὰ μόνον ἁπλῶς ἀκολουθεῖν, καθάπερ καὶ προτεινόμεθα· καὶ γὰρ ἄχρηστον θάτερον καὶ ἀδύνατον, οἷον πάντα ἄνθρωπον εἶναι πᾶν ζῷον ἢ δικαιοσύνην ἅπαν ἀγαθόν.
但是,不能把伴随者本身当作整体来接受,我的意思是,例如,不能认为“每一个动物”都伴随人,或者“每一门科学”都伴随音乐,而只能认为它只是简单地随伴,正如我们提出前提时那样;因为另一种做法既无用也不可能,例如“每一个人类都是每一个动物”,或者“正义是所有善”。
ἀλλʼ ᾧ ἕπεται, ἐπʼ ἐκείνου τὸ παντὶ λέγεται.
相反,正是在伴随者所伴随的对象上,才说“每一个”。
ὅταν δʼ ὑπό τινος περιέχηται τὸ ὑποκείμενον ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν, τὰ μὲν τῷ καθόλου ἑπόμενα ἢ μὴ ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις (εἴληπται γὰρ ἐν ἐκείνοις· ὅσα γὰρ ζῴῳ, καὶ ἀνθρώπῳ ἕπεται, καὶ ὅσα μὴ ὑπάρχει, ὡσαύτως), τὰ δὲ περὶ ἕκαστον ἴδια ληπτέον· ἔστι γὰρ ἄττα τῷ εἴδει ἴδια παρὰ τὸ γένος· ἀνάγκη γὰρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν.
而当必须为其获取伴随者的主项被包容在某物之下时,在这些情况中,不应选取那些伴随或不伴随那个全称项的事物(因为它们已经包括在后者中了;因为凡是伴随“动物”的,也伴随“人”,凡是不属于前者的,也同样不属于后者),而是应当选取关于每个个体的特有属性;因为在类之外,还存在某些属于种的特有属性;因为其他不同的种必然也拥有某些特有的属性。
οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον οἷς ἕπεται τὸ περιεχόμενον, οἷον ζῴῳ οἷς ἕπεται ἄνθρωπος· ἀνάγκη γάρ, εἰ. ἀνθρώπῳ ἀκολουθεῖ τὸ ζῷον, καὶ τούτοις ἅπασιν ἀκολουθεῖν, οἰκειότερα δὲ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς.
同样地,对于全称项,也不应当选取那个被包容项所随伴的事物,例如,对于“动物”,不应选取“人”所随伴的事物;因为如果“动物”伴随“人”,那么它必然也伴随所有这些事物,但这些事物对于“人”的选择而言更为合适。
ληπτέον δὲ καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενα καὶ οἷς ἕπεται· τῶν γὰρ ὡς ἐπὶ τὸ πολὺ προβλημάτων καὶ ὁ συλλογισμὸς ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων, ἢ πασῶν ἢ τινῶν· ὅμοιον γὰρ ἑκάστου τὸ συμπέρασμα ταῖς ἀρχαῖς.
我们还必须选取那些在大多数情况下伴随的事物,以及这些事物所随伴的事物;因为对于大多数情况下的问题,三段论也是由大多数情况下的前提构成的,或者是全部前提,或者是部分前提;因为每个三段论的结论与其原理具有相似的性质。
ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· οὐ γὰρ ἔσται συλλογισμὸς ἐξ αὐτῶν.
此外,我们不应当选取那些伴随所有事物的事物;因为从它们中无法产生三段论。
διʼ ἣν δʼ αἰτίαν, ἐν τοῖς ἑπομένοις ἔσται δῆλον.
至于其原因何在,在后续的讨论中将会显明。