Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.26

命题确立与推翻的难易程度比较

第 31 段,共 123 段 · 希腊语

内容简介

亚里士多德根据各个格和前提组合方式的多寡,对比了全称和特称、肯定和否定命题在确立(证明)与推翻(反驳)上的难易程度,指出推翻通常比确立更为容易。

§1.1.26Ἐπεὶ δʼ ἔχομεν περὶ ὧν οἱ συλλογισμοί, καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς δείκνυται, φανερόν ἡμῖν ἐστὶ καὶ ποῖον πρόβλημα χαλεπὸν καὶ ποῖον εὐεπιχείρητον·
既然我们已经掌握了三段论是关于什么对象的,以及在每个格中能证明何种命题、以多少种方式证明,那么对我们来说,何种问题是困难的,何种问题是容易入手的,也就是显而易见的了。
τὸ μὲν γὰρ ἐν πλείοσι σχήμασι καὶ διὰ πλειόνων πτώσεων περαινόμενον ῥᾷον, τὸ δʼ ἐν ἐλάττοσι καὶ διʼ ἐλαττόνων δυσεπιχειρητότερον.
因为,在较多格中且通过较多前提组合被证明的命题较为容易,而在较少格中且通过较少前提组合被证明的命题则较难入手。
τὸ μὲν οὖν καταφατικὸν τὸ καθόλου διὰ τοῦ πρώτου σχήματος δείκνυται μόνου, καὶ διὰ τούτου μοναχῶς·
因此,全称肯定命题仅通过第一格证明,且通过此格只有一种方式。
τὸ δὲ στερητικὸν διά τε τοῦ πρώτου καὶ διὰ τοῦ μέσου, καὶ διὰ μὲν τοῦ πρώτου μοναχῶς, διὰ δὲ τοῦ μέσου διχῶς·
全称否定命题则通过第一格和中格证明,且通过第一格有一种方式,通过中格有两种方式。
τὸ. δʼ ἐν μέρει καταφατικὸν διὰ τοῦ πρώτου καὶ διὰ τοῦ ἐσχάτου, μοναχῶς μὲν διὰ τοῦ πρώτου, τριχῶς δὲ διὰ τοῦ ἐσχάτου.
特称肯定命题通过第一格和后格证明,通过第一格有一种方式,通过后格有三种方式。
τὸ δὲ στερητικόν τὸ κατὰ μέρος ἐν ἅπασι τοῖς σχήμασι δείκνυται, πλὴν ἐν μὲν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ μέσῳ καὶ τῷ ἐσχάτῳ ἐν τῷ μὲν διχῶς ἐν τῷ δὲ τριχῶς.
特称否定命题在所有的格中都能被证明,只是在第一格中只有一种方式,而在中格和后格中,一者有两种方式,另一者有三种方式。
φανερὸν οὖν ὅτι τὸ καθόλου κατηγορικόν κατασκευάσαι μὲν χαλεπώτατον, ἀνασκευάσαι δὲ ῥᾷστον.
因此,显而易见确立一个全称肯定命题是最困难的,而推翻它则是最容易的。
ὅλως δʼ ἐστὶν ἀναιροῦντι μὲν τὰ καθόλου τῶν ἐν μέρει ῥᾴω·
总体而言,对于进行推翻的人来说,全称命题比特称命题更容易推翻。
καὶ γὰρ ἢν μηδενὶ καὶ ἢν τινὶ μὴ ὑπάρχῃ, ἀνῄρηται·
因为无论是不属于任何一个,还是不属于某一些,全称肯定命题都会被推翻。
τούτων δὲ τὸ μὲν τινὶ μὴ ἐν ἅπασι τοῖς σχήμασι δείκνυται, τὸ δὲ μηδενὶ ἐν τοῖς δυσίν.
而在这些情况中,“不属于某一些”在所有格中都能被证明,而“不属于任何一个”在两个格中被证明。
τὸν αὐτὸν δὲ τρόπον κἀπὶ τῶν στερητικῶν· καὶ γὰρ εἰ παντὶ καὶ εἰ τινί, ἀνήρηται τὸ ἐξ ἀρχῆς·
同样的方法也适用于全称否定命题;因为无论是属于每一个,还是属于某一些,最初的全称否定命题都会被推翻。
τοῦτο δʼ ἦν ἐν δύο σχήμασιν.
而这是在两个格中发生的。
ἐπὶ δὲ τῶν ἐν μέρει μοναχῶς, ἢ παντὶ ἢ μηδενὶ δείξαντα ὑπάρχειν.
但是对于特称命题,推翻只有一种方式,即证明其属于每一个,或者不属于任何一个。
κατασκευάζοντι δὲ ῥᾴω τὰ ἐν μέρει· καὶ γάρ ἐν πλείοσι σχήμασι καὶ διὰ πλειόνων τρόπων.
而对于进行确立的人来说,特称命题更容易确立;因为它们在较多格中且通过较多方式被确立。
ὅλως τε οὐ δεῖ λανθάνειν ὅτι ἀνασκευάσαι μὲν διʼ ἀλλήλων ἔστι καὶ τὰ καθόλου διὰ τῶν ἐν μέρει καὶ ταῦτα διὰ τῶν καθόλου, κατασκευάσαι δʼ οὐκ ἔστι διὰ τῶν κατὰ μέρος τὰ καθόλου, διʼ ἐκείνων δὲ ταῦτʼ ἔστιν.
总之,我们不能忽视这一点:推翻是可以相互进行的,既可以通过特称推翻全称,也可以通过全称推翻特称;但是不能通过特称确立全称,尽管可以通过全称确立特称。
ἅμα δὲ δῆλον ὅτι καὶ τὸ ἀνασκευάζειν ἐστὶ τοῦ κατασκευάζειν ῥᾷον.
同时,显而易见,推翻比确立更为容易。
Πῶς μὲν οὖν γίνεται πᾶς συλλογισμὸς καὶ διὰ πόσων ὅρων καὶ προτάσεων, καὶ πῶς ἐχουσῶν πρὸς ἀλλήλας, ἔτι δὲ ποῖον πρόβλημα ἐν ἑκάστῳ σχήματι καὶ ποῖον ἐν πλείοσι καὶ ποῖον ἐν ἐλάττοσι δείκνυται, δῆλον ἐκ τῶν εἰρημένων.
因此,每一个三段论是如何产生的,通过多少个项和前提,以及它们之间如何相互关联,此外,在每一个格中能证明何种问题,在较多或较少格中能证明何种问题,从上述所言中已然清晰。

词汇与语法注释

  1. ¦30¦πτώσεων — πτῶσις(格、屈折)的复数属格形式。此处并非指语法上的“格”(如主格、宾格),而是指词项联结的形式,即三段论中“前提的组合方式(式/mood)”。
  2. ¦40¦ἐν τῷ μὲν διχῶς ἐν τῷ δὲ τριχῶς — 指代前文“中格(第二格)与后格(第三格)”(ἐν δὲ τῷ μέσῳ καὶ τῷ ἐσχάτῳ)的代词性结构。通过 μὲν 和 δὲ 的呼应,表明在第二格中有两种方式(διχῶς),而在第三格中有三种方式(τριχῶς)得到证明。
  3. ¦43a¦ἀναιροῦντι μὲν τὰ καθόλου τῶν ἐν μέρει ῥᾴω — 与格分词 ἀναιροῦντι 是表示关系或视角的与格(“对于进行推翻的人来说”)。比较级形容词 ῥᾴω(ῥᾴδια 的缩约形式,中性复数主格)的主语是 τὰ καθόλου(全称命题),后面的 τῶν ἐν μέρει(特称命题)是比较属格。全句意为:“对于推翻者而言,全称命题比特称命题更容易[被推翻]”。
  4. ¦p.47¦δείξαντα ὑπάρχειν — 宾格分词 δείξαντα 在无人称不定式结构中,与省略的泛指行为主体(如 τινά “某人”)相一致,用作不定式 ὑπάρχειν 的逻辑主语,意为“通过表明……存在/属于”。

引用这一段

亚里士多德, 前分析篇 §1.1.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。