§1.1.28#1Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου τοῦ μὲν κατασκευαζομένου βλεπτέον εἰς τὰ ὑποκείμενα καθʼ ὧν αὐτὸ τυγχάνει λεγόμενον, οὗ δὲ δεῖ κατηγορεῖσθαι, ὅσα τούτῳ ἕπεται·
因此,对于那些希望在某个整体上肯定地立证某物的人来说,关于被立证的项目,应当着眼于它实际被陈述其上的那些主项,而关于应当对其进行陈述的项目,应当着眼于所有伴随着它的项目。
ἂν γάρ τι τούτων ᾖ ταὐτόν, ἀνάγκη θάτερον θατέρῳ ὑπάρχειν.
因为如果这些项目中有任何一个是相同的,那么一者必然属于另一者。
ἢν δὲ μὴ ὅτι παντὶ ἀλλʼ ὅτι τινί, οἷς ἕπεται ἑκάτερον· εἰ γάρ τι τούτων ταὐτόν, ἀνάγκη τινὶ ὕπάρχειν.
但如果不是全称地而是特称地立证,则应当着眼于两者各自随伴的项目;因为如果这些项目中有任何一个是相同的,那么一者必然属于另一者的一部分。
ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ᾧ μὲν οὐ δεῖ ὑπάρχειν, εἰς τὰ ἑπόμενα, ὃ δὲ δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι·
而当一者不应当属于另一者的任何部分时,对于不应当被属于的项目,应当着眼于其伴随者;对于不应当属于的项目,应当着眼于不能存在于其内的项目。
ἢ ἀνάπαλιν, ᾧ μὲν δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ὃ δὲ μὴ ὑπάρχειν, εἰς τὰ ἑπόμενα.
或者相反,对于不应当被属于的项目,应当着眼于不能存在于其内的项目;对于不应当属于的项目,应当着眼于其伴随者。
τούτων γὰρ ὄντων τῶν αὐτῶν ὁποτερωνοῦν, οὐδενὶ ἐνδέχεται θατέρῳ θάτερον ὑπάρχειν· γίνεται γὰρ ὁτὲ μὲν ὁ ἐν τῷ πρώτῳ σχήματι συλλογισμός, ὁτὲ δʼ ὁ ἐν τῷ μέσῳ.
因为在这些项目中,无论哪一组是相同的,一者都不可能属于另一者;因为这样有时会产生第一格的三段论,有时会产生中格(第二格)的三段论。
ἐὰν δὲ τινὶ μὴ ὑπάρχειν, ᾧ μὲν δεῖ μὴ ὑπάρχειν, οἷς ἕπεται, ὃ δὲ μὴ ὑπάρχειν, ἃ μὴ δυνατὸν αὐτῷ ὑπάρχειν·
如果是一者不属于另一者的一部分,那么对于不应当被属于的项目,应当着眼于它所随伴的项目;对于不应当属于的项目,应当着眼于不能属于它的项目。
εἰ γάρ τι τούτων εἴη ταὐτόν, ἀνάγκη τινὶ μὴ ὑπάρχειν.
因为如果这些项目中有任何一个是相同的,一者必然不属于另一者的一部分。
Μᾶλλον δʼ ἴσως ὧδ᾿ ἔσται τῶν λεγομένων ἕκαστον φανερόν.
不过,通过以下方式,所说的每一项或许会变得更加清楚。
ἔστω γὰρ τὰ μὲν ἑπόμενα τῷ ἐφʼ ὧν Β, οἷς δʼ αὐτὸ ἕπεται, ἐφʼ ᾧν Γ, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφʼ ὧν Δ· πάλιν δὲ τῷ Ε τὰ μὲν ὑπάρχοντα, ἐφʼ οἷς Ζ, οἷς δʼ αὐτὸ ἕπεται, ἐφʼ οἷς Η, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφʼ οἷς Θ. εἰ μὲν οὖν ταὐτό τί ἐστι τῶν Γ τινὶ τῶν Ζ, ἀνάγκη τὸ παντὶ τῷ Ε ὑπάρχειν·
设伴随 A 的项目为 B,A 自身所随伴的项目为 Γ,不能属于 A 的项目为 Δ;另外,对于 E,设属于(伴随)它的项目为 Z,E 自身所随伴的项目为 H,不能属于它的项目为 Θ。
τὸ μὲν γὰρ Ζ παντὶ τῷ Ε, τῷ δὲ Γ παντὶ τὸ Α, ὥστε παντὶ τῷ Ε τὸ Α. εἰ δὲ τὸ Γ καὶ τὸ Η ταὐτόν, ἀνάγκη τινὶ τῷ τὸ Α ὑπάρχειν·
那么,如果 Γ 中的某一个与 Z 中的某一个是相同的, A 必然属于每一个 E;因为 Z 属于每一个 E,而 A 属于每一个 Γ,所以 A 属于每一个 E。
τῷ μὲν γὰρ Γ τὸ Α, τῷ δὲ Η τὸ παντὶ ἀκολουθεῖ.
但如果 Γ 与 H 是相同的,A 必然属于某一个 E;因为 A 随伴 Γ,而 E 随伴每一个 H。
εἰ δὲ τὸ Ζ καὶ τὸ Δ ταὐτόν, οὐδενὶ τῶν Ε τὸ Α ὑπάρξει ἐκ προσυλλογισμοῦ· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικὸν καὶ τὸ Ζ τῷ Δ ταὐτόν, οὐδενὶ τῶν Ζ ὑπάρξει τὸ Α, τὸ δὲ Ζ παντὶ τῷ Ε. πάλιν εἰ τὸ Β καὶ τὸ Θ ταὐτόν, οὐδενὶ τῶν Ε τὸ Α ὑπάρξει·
但如果 Z 与 Δ 是相同的,根据前置三段论(辅助三段论),A 将不属于任何 E;因为否定命题是可换位的,且 Z 与 Δ 相同,所以 A 将不属于任何 Z,而 Z 属于每一个 E。
τὸ γὰρ Β τῷ μὲν Α παντί, τῷ δʼ ἐφʼ ᾧ τὸ Ε οὐδενὶ ὑπάρξει· ταὐτὸ γὰρ ἦν τῷ Θ, τὸ δὲ Θ οὐδενὶ τῶν Ε ὑπῆρχεν.
再者,如果 B 与 Θ 是相同的,A 将不属于任何 E;因为 B 属于每一个 A,但不属于任何由 E 所代表的项目;因为 B 与 Θ 相同,而 Θ 不属于任何 E。
εἰ δὲ τὸ Δ καὶ τὸ ταὐτόν, τὸ τινὶ τῷ Ε οὐχ ὑπάρξει· τῷ γὰρ Η οὐχ ὑπάρξει, ὅτι οὐδὲ τῷ Δ· τὸ δὲ Η ἐστὶν ὑπὸ τὸ Ε, ὥστε τινὶ τῶν οὐχ ὑπάρξει.
但如果 Δ 与 H 是相同的,A 将不属于某一个 E;因为 A 不属于 H(因为它也不属于 Δ);而 H 是在 E 之下,所以 A 将不属于某一个 E。
εἰ δὲ τῷ Η τὸ Β ταὐτόν, ἀντεστραμμένος ἔσται συλλογισμός· τὸ μὲν γὰρ Ε τῷ Α ὑπάρξει παντί–τὸ γὰρ Β τῷ Α, τὸ δὲ Ε τῷ Β (ταὐτὸ γὰρ ἦν τῷ Η)—τὸ δὲ τῷ Ε παντὶ μὲν οὐκ ἀνάγκη ὑπάρχειν, τινὶ δʼ ἀνάγκη διὰ τὸ ἀντιστρέφειν τὴν καθόλου κατηγορίαν τῇ κατὰ μέρος.
如果 B 与 H 是相同的,将会产生一个换位的三段论;因为 E 将属于每一个 A——因为 B 属于 A,且 E 属于 B(因为 B 与 H 相同)——然而 A 并不必然属于每一个 E,但必然属于某一个 E,因为全称肯定命题与特称肯定命题是可换位的。
Φανερὸν οὖν ὅτι εἰς τὰ προειρημένα βλεπτέον ἑκατέρου καθʼ ἕκαστον πρόβλημα· διὰ τούτων γὰρ ἅπαντες οἱ συλλογισμοί.
因此,显而易见,对于每一个问题,都应当从两方面着眼于上述项目;因为所有的三段论都是通过这些项目构成的。
δεῖ δὲ καὶ τῶν ἑπομένων, καὶ οἷς ἕπεται ἕκαστον, εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν, οἷον τοῦ μὲν Ε μᾶλλον εἰς τὸ Κ Ζ ἢ εἰς τὸ Ζ μόνον, τοῦ δὲ Α εἰς τὸ Κ Γ ἢ εἰς τὸ Γ μόνον.
但是,无论对于伴随者,还是对于每个项目所随伴的项目,都必须特别着眼于最初的、最具全称性的项目,例如,对于 E,应当着眼于 K 和 Z 而不仅是 Z,对于 A,应当着眼于 K 和 Γ 而不仅是 Γ。
εἰ μὲν γὰρ τῷ Ζ ὑπάρχει τὸ Α, καὶ τῷ Ζ καὶ τῷ Ε ὑπάρχει· εἰ δὲ τούτῳ μὴ ἕπεται, ἐγχωρεῖ τῷ Ζ ἕπεσθαι.
因为如果 A 属于 Z,它既属于 Z 也属于 E;但如果它不随伴这个(更全称的项目),它仍有可能随伴 Z。
ὁμοίως δὲ καὶ ἐφʼ ὧν αὐτὸ ἀκολουθεῖ σκεπτέον· εἰ μὲν γὰρ τοῖς πρώτοις, καὶ τοῖς ὑπʼ ἐκεῖνα ἕπεται, εἰ δὲ μὴ τούτοις, ἀλλὰ τοῖς ὑπὸ ταῦτα ἐγχωρεῖ.
同样地,对于它本身所随伴的项目,也必须以同样的方式进行考察;因为如果它随伴最初的项目,它也会随伴那些在它们之下的项目,但如果它不随伴这些,它仍有可能随伴那些在它们之下的项目。