§1.1.12Φανερὸν οὖν ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἰ προτάσεις ἐν τῷ ὑπάρχειν, τοῦ. δʼ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης.
因此,显然,除非两个前提都处于事实的归属中,否则不会有关于事实归属的三段论;但关于必然归属的三段论,即使只有其中一个前提是必然的也是可能的。
ἐν ἀμφοτέροις δέ, καὶ καταφατικῶν καὶ στερητικῶν ὄντων τῶν συλλογισμῶν, ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι.
然而,在这两种情况下,无论三段论是肯定的还是否定的,其中一个前提都必须与结论相似。
λέγω δὲ τὸ ὁμοίαν, εἰ μὲν ὑπάρχον, ὑπάρχουσαν, εἰ δʼ ἀναγκαῖον, ἀναγκαίαν.
我所说的“相似”是指,如果结论是事实的归属,前提也是事实的归属;如果结论是必然的,前提也是必然的。
ὥστε καὶ τοῦτο δῆλον, ὅτι οὐκ ἔσται τὸ συμπέρασμα οὔτʼ ἀναγκαῖον οὔθʼ ὑπάρχον εἶναι μὴ ληφθείσης ἀναγκαίας ἢ ὑπαρχούσης προτάσεως.
因此,这一点也很明显:若不采用必然的或事实归属的前提,结论将既不是必然的,也不是事实的归属。
Περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίγνεται καὶ τίνα διαφορὰν §1.1.13ἔχει πρὸς τὸ ὑπάρχον, εἴρηται σχεδὸν ἱκανῶς· περὶ δὲ τοῦ ἐνδεχομένου μετὰ ταῦτα λέγωμεν πότε καὶ πῶς καὶ διὰ τίνων ἔσται συλλογισμός.
关于必然,它是如何产生的,以及它与事实归属有什么区别,已经说得差不多足够了;接下来我们谈谈可能的——何时、如何以及通过什么会有三段论。
λέγω δʼ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον, οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δʼ ὑπάρχειν, οὐδὲν ἔσται διὰ τοῦτʼ ἀδύνατον· τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν.
我所说的“可能”和“可能的事物”,是指它虽然不是必然的,但如果假设它事实存在,并不会因此产生任何不可能的结果;因为我们是以同音异义的方式将必然之物也称为“可能”。
συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδέχεσθαι προτάσεις ἀντιστρέφειν ἀλλήλαις.
并且,所有关于可能性的前提都可以相互换位。
λέγω δὲ οὐ τὰς καταφατικὰς ταῖς ἀποφατικαῖς, ἀλλʼ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν, οἷον τὸ ἐνδέχεσθαι ὑπάρχειν τῷ ἐνδέχεσθαι μὴ ὑπάρχειν, καὶ τὸ παντὶ ἐνδέχεσθαι τῷ ἐνδέχεσθαι μηδενὶ καὶ μὴ παντί, καὶ τὸ τινὶ τῷ μὴ τινί.
但我并不是指肯定前提与否定前提换位,而是指在对立中具有肯定形式的前提相互换位,例如“可能属于”与“可能不属于”、“可能属于所有”与“可能不属于任何”及“不属于所有”、“可能属于某些”与“可能不属于某些”。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
对于其他情况也是如此。
ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὐκ ἔστιν ἀναγκαῖον, τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ μὴ ὑπάρχειν, φανερὸν ὅτι, εἰ ἐνδέχεται τὸ Α τῷ Β ὑπάρχειν, ἐνδέχεται καὶ μὴ ὑπάρχειν· καὶ εἰ παντὶ ἐνδέχεται ὑπάρχειν, καὶ παντὶ ἐνδέχεται μὴ ὑπάρχειν.
因为既然可能的事物不是必然的,而并非必然的事物可以不属于,那么显然,如果A可能属于B,它也可能不属于;如果它可能属于所有,它也可能不属于所有。
ὁμοίως δὲ κἀπὶ τῶν ἐν μέρει καταφάσεων· ἡ γὰρ αὐτὴ ἀπόδειξις.
特称肯定也是如此;因为证明是相同的。
εἰσὶ δʼ αἱ τοιαῦται προτάσεις κατηγορικαὶ καὶ οὐ στερητικαί· τὸ γὰρ ἐνδέχεσθαι τῷ εἶναι ὁμοίως τάττεται, καθάπερ ἐλέχθη πρότερον.
而且此类前提是肯定的,而不是否定的;因为“可能”与“存在”同样地被配置,正如先前所说的那样。
Διωρισμένων δὲ τούτων πάλιν λέγωμεν ὅτι τὸ ἐνδέχεσθαι κατὰ δύο λέγεται τρόπους, ἕνα μὲν τὸ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι καὶ διαλείπειν τὸ ἀναγκαῖον, οἷον τὸ πολιοῦσθαι ἄνθρωπον ἢ τὸ αὐξάνεσθαι ἢ φθίνειν, ἢ ὅλως τὸ πεφυκὸς ὑπάρχειν (τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ ἐστιν), ἄλλον δὲ τὸ ἀόριστον, ὃ καὶ οὕτως καὶ μὴ οὕτως δυνατόν, οἷον τὸ βαδίζειν ζῷον ἢ βαδίζοντος γενέσθαι σεισμόν, ἢ ὅλως τὸ ἀπὸ τύχης γινόμενον· οὐδὲν γὰρ μᾶλλον οὕτως πέφυκεν ἢ ἐναντίως.
在规定了这些之后,我们再次说明,“可能” 有两种说法:一种是大部分情况下发生、但在必然性上有所欠缺的事物,例如人变白发、成长或衰退,或一般而言,在自然本性上属于的事物(因为这并不具有连续的必然性,因为人并不总是存在,但在人存在时,它要么必然,要么在大部分情况下发生);另一种是不定的,它可能这样,也可能不这样,例如动物行走,或者在行走时发生地震,或一般而言,由偶然发生的事物;因为这并没有比相反情况更具有自然本性。
ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μὴν τὸν αὐτόν γε τρόπον, ἀλλὰ τὸ μὲν πεφυκὸς εἶναι τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν (οὕτω γὰρ ἐνδέχεται μὴ πολιοῦσθαι ἄνθρωπον), τὸ δʼ ἀόριστον τῷ μηδὲν μᾶλλον οὕτως ἢ ἐκείνως.
因此,每种可能事物也都按照对立的前提进行换位,然而并不是以同样的方式,而是自然本性的事物与“并非必然属于”换位(因为以这种方式,人可能不变白发),而不定的事物则与“没有任何更多是这样而不是那样”换位。
ἐπιστήμη δὲ καὶ συλλογισμός ἀποδεικτικὸς τῶν μὲν ἀορίστων οὐκ ἔστι διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον, τῶν δὲ πεφυκότων ἔστι, καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις γίνονται περὶ τῶν οὕτως ἐνδεχομένων· ἐκείνων δʼ ἐγχωρεῖ μὲν γενέσθαι συλλογισμόν, οὐ μὴν εἴωθέ γε ζητεῖσθαι.
关于不定的事物,由于中项是无序的,所以没有科学或论证性的三段论,但关于自然本性的事物则是有的,而且几乎所有的讨论和研究都是关于这类可能事物的;对于前者(不定的事物),虽然也可以产生三段论,但通常不予探讨。
Ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις· νῦν δὲ λέγωμεν πότε καὶ πῶς καὶ τίς ἔσται συλλογισμὸς ἐκ τῶν ἐνδεχομένων προτάσεων.
这些事情将在后续内容中得到更充分的规定;现在我们来说说明,何时、如何以及会有什么样的三段论从可能的前提中产生。
ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν διχῶς ἔστιν ἐκλαβεῖν· ἢ γὰρ ᾧ ὑπάρχει τόδε ἢ ᾧ ἐνδέχεται αὐτὸ ὑπάρχειν—τὸ γάρ, καθʼ οὗ τὸ Β, τὸ Α ἐνδέγεσθαι τούτων σημαίνει θάτερον, ἢ καθʼ οὗ λέγεται τὸ Β ἢ καθʼ οὗ ἐνδέχεται λέγεσθαι τὸ δέ, καθʼ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἢ παντὶ τῷ τὸ Α ἐγχωρεῖν οὐδὲν διαφέρειφανερὸν ὅτι διχῶς ἂν λέγοιτο τὸ Α τῷ Β παντὶ ἐνδέχεσθαι ὑπάρχειν.
既然“这可能属于这”可以从两种方式来理解:或者对于这现已属于的事物,或者对于它可能属于的事物——因为“B所属的东西,A可能属于它”意味着其中之一:要么是现已称作B的东西,要么是可能称作B的东西;而“B所属的东西,A 可能属于它”与“A可能属于的所有事物”没有任何不同——显然,“A可能属于所有的B”是以两种方式来说的。
πρῶτον οὖν εἴπωμεν, εἰ καθʼ οὗ τὸ Γ τὸ Β ἐνδέχεται, καὶ καθʼ οὗ τὸ Β τὸ Α, τίς ἔσται καὶ ποῖος συλλογισμός· οὕτω γὰρ αἱ προτάσεις ἀμφότεραι λαμβάνονται κατὰ τὸ ἐνδέχεσθαι, ὅταν δὲ καθʼ οὗ τὸ Β ὑπάρχει τὸ ἐνδέχηται, ἡ μὲν ὑπάρχουσα ἡ δʼ ἐνδεχομένη.
因此,我们首先说明,如果B可能属于Γ所属的东西,而A可能属于B所属的东西,那将会有什么样的、以及何种性质的三段论;因为这样两个前提就都是按照可能性被采用的,但当它可能属于B现已属于的东西时,一个前提是事实的归属,而另一个是可能的。
ὥστʼ ἀπὸ τῶν ὁμοιοσχημόνων ἀρκτέον, καθάπερ καὶ ἐν τοῖς ἄλλοις.
因此,我们必须从相同形式的开始,就像在其他情况中一样。