Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §724-840

幼狮的比喻与阿伽门农的归来

第 8 段,共 17 段 · 希腊语

内容简介

歌队通过在温室中抚养幼狮而引来灾难的寓言,歌颂了海伦给伊利翁带来的毁灭,并阐述了傲慢必将催生进一步毁灭的命运法则。随后,歌队用坦率的话语迎接归来的阿伽门农,阿伽门农则以向神明致谢以及反思人际虚伪的演说作为回应。

§724νεοτρόφου τέκνου δίκαν, §725φαιδρωπὸς ποτὶ χεῖρα σαί- §726νων τε γαστρὸς ἀνάγκαις.
如同一个新抚养的孩子,对着主人的手摇曳着欢快的眼光,因肚子饥饿的逼迫而摇尾乞怜。
§727χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦ- §728θος τὸ πρὸς τοκέων: χάριν
但随着时间流逝,他显露出了来自父母的本性。
§729γὰρ τροφεῦσιν ἀμείβων §730μηλοφόνοισι σὺν ἄταις §731δαῖτ᾽ ἀκέλευστος ἔτευξεν: §732αἵματι δ᾽ οἶκος ἐφύρθη, §733ἄμαχον ἄλγος οἰκέταις §734μέγα σίνος πολύκτονον.
因为为了报答抚养之恩,伴随着屠杀羊群的灾难,他擅自准备了宴席;宅子被鲜血染红,给仆人们带来无可抗拒的痛苦,一场死伤惨重的大灾难。
§735ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ- §736τας δόμοις προσεθρέφθη.
依神之旨意,一个毁灭的祭司在府邸中被抚养长大。
§737πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν §738λέγοιμ᾽ ἂν φρόνημα μὲν §740νηνέμου γαλάνας, §741ἀκασκαῖον <δ᾽> ἄγαλμα πλούτου, §742μαλθακὸν ὀμμάτων βέλος, §743δηξίθυμον ἔρωτος ἄνθος.
同样,我会说最初来到伊利翁城邦的,是一种心境,即无风的晴朗之气,财富的温柔妆饰,眼波的柔和之箭,刺痛心灵的爱之花。
§744παρακλίνασ᾽ ἐπέκρανεν §745δὲ γάμου πικρὰς τελευτάς, §746δύσεδρος καὶ δυσόμιλος §747συμένα Πριαμίδαισιν, §748πομπᾷ Διὸς ξενίου, §749νυμφόκλαυτος Ἐρινύς.
然而,她偏离了方向,带来了婚姻的痛苦结局,成为带来灾祸的同伴和不祥的主客,冲向普里阿摩斯的子嗣,在客宴之神宙斯的引领下,成了令新妇哀泣的厄里倪厄斯。
§750παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος §751τέτυκται, μέγαν τελε- §752σθέντα φωτὸς ὄλβον §753τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν, §755ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει §756βλαστάνειν ἀκόρεστον οἰζύν.
凡人之中流传着一句古老的谚语,即一个人的巨额财富在达到极致时,会繁衍后代,不至于无子而终,且从好运中会为家族萌生无穷无尽的痛苦。
§757δίχα δ᾽ ἄλλων μονόφρων εἰ- §758μί.
然而,我却有着与众不同的独特看法。
τὸ δυσσεβὲς γὰρ ἔργον §759μετὰ μὲν πλείονα τίκτει, §760σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ.
因为不虔敬的恶行其后会繁衍出更多的恶行,并与它们自己的族类相似。
§761οἴκων δ᾽ ἄρ᾽ εὐθυδίκων §762καλλίπαις πότμος ἀεί.
然而,对于公正无私的家庭,其命运始终伴随着美好的后代。
§763φιλεῖ δὲ τίκτειν ὕβρις §764μὲν παλαιὰ νεά- §765ζουσαν ἐν κακοῖς βροτῶν §766ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε τὸ κύριον μόλῃ §767φάος τόκου, §768δαίμονά τε τὰν ἄμαχον, ἀπόλεμον, §769ἀνίερον θράσος, μελαί- §770νας μελάθροισιν Ἄτας, §771εἰδομένας τοκεῦσιν.
古老的傲慢往往会产生在凡人的罪恶中繁衍出崭新的傲慢,或早或晚,每当那注定的诞生之日降临,以及那无法抗拒、无法战胜的恶灵,那不圣洁的狂妄,即黑色的破灭,降临在府邸之上,它们都与父母如出一辙。
§772Δίκα δὲ λάμπει μὲν ἐν §773δυσκάπνοις δώμασιν, §775τὸν δ᾽ ἐναίσιμον τίει [βίον].
然而,正义却在烟尘满布的草屋中闪耀,并尊崇公正合宜的人生。
§776τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν §777παλιντρόποις §778ὄμμασι λιποῦσ᾽, ὅσια προσέμολε §779δύναμιν οὐ σέβουσα πλού- §780του παράσημον αἴνῳ: §781πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
但对于双手不洁、黄金装饰的宫殿,她转过眼去,毅然离开,奔向神圣洁净之地,绝不尊崇那用赞美伪造的财富力量;她将万物导向终局。
§782ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽, §783Ἀτρέως γένεθλον, §785πῶς σε προσείπω;
来吧,君王,特洛伊的毁灭者,阿特柔斯的后代,我该如何称呼您?
πῶς σε σεβίζω §786μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας §787καιρὸν χάριτος;
该如何敬奉您,既不过度张扬,亦不有所亏欠,把握住恰如其分的感恩?
§788πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι §789προτίουσι δίκην παραβάντες.
凡人之中,有许多人宁愿追求表象,从而逾越了正义。
§790τῷ δυσπραγουντι δ᾽ ἐπιστενάχειν §791πᾶς τις ἕτοιμος: δῆγμα δὲ λύπης §792οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται:
对于遭遇不幸的人,叹息同情人人皆有准备;但那悲伤的刺痛根本不曾触及心灵深处。
§793καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς §794ἀγέλαστα πρόσωπα βιαζόμενοι.
他们强颜欢笑,假意同乐,逼着自己露出毫无笑意的面容。
§795ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων, §796οὐκ ἔστι λαθεῖν ὄμματα φωτός, §797τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας §798ὑδαρεῖ σαίνειν φιλότητι.
然而,凡是善于鉴别羊群的牧者,凡人的眼睛便无法欺瞒他,那些看似出自友好之心的目光,其实只是在以掺水的温情摇尾乞怜。
§799σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν §800Ἑλένης ἕνεκ᾽, οὐ γάρ <σ᾽> ἐπικεύσω, §801κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος, §802οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων §803†θράσος ἑκούσιον† §804ἀνδράσι θνῄσκουσι κομίζων.
至于您,当时为了海伦而派遣军队时—— 因为我不会对您隐瞒—— 在我的笔下显得极不理智,未能驾驭好心灵的舵,试图为那些即将死去的士兵带去一时的虚妄之勇。
§805νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως §806εὔφρων πόλις εὖ τελέσασιν.
然而如今,绝非出于肤浅之意,亦非心存不友,城邦对成功建功立业者满怀欣喜。
§807γνώσει δὲ χρόνῳ διαπευθόμενος §808τόν τε δικαίως καὶ τὸν ἀκαίρως §809πόλιν οἰκουροῦντα πολιτῶν.
随着时间推移,通过多方探问,您终会知晓,在城邦守御的公民中,谁是尽忠职守,谁又是玩忽职守。
§810πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους §811δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους §812νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν §813Πριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ §814κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς §815εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως §816ψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτει §817ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
首先,理当向阿耳戈斯 and 本地的诸神致敬,他们与我共同促成了我的归来,以及我对普里阿摩斯城邦所施加的正义;因为诸神并非仅听凭口舌之辩,便毫无争议地将摧毁伊利翁、杀死男子的选票投进了血红的瓮中;而在相反的瓮里,唯有虚无的手带着期冀靠近,却始终未被填满。
§818καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.
那座被攻占的城邦,至今仍在烟雾中清晰可辨。
§819ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ §820σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
毁灭的风暴依然肆虐;而渐熄的余烬散发出财富消逝的浓烈气息。
§821τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν §822τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους §823ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα §824πόλιν διημάθυνεν Ἀργεῖον δάκος, §825ἵππου νεοσσός, ἀσπιδοστρόφος λεώς, §826πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν:
为此,我们必须向诸神致以深切铭记的谢意,因为我们不仅布下了狂怒的天罗地网,而且为了一个女人,阿耳戈斯的巨兽已将城邦化为齑粉,那木马的后代、操盾的军旅,在七姊妹星(昴星团)陨落之时,一跃而起。
§827ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων §828ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
那头吞食生肉的雄狮跃过城墙,饱尝了王室的鲜血。
§829θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε:
至此,我已向神明表达了这一序奏。
§830τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, §831καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις.
至于您的想法,我记得曾听人提及,我的看法与您一致,且您有我作为支持者。
§832παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, §833φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.
因为在凡人中,这几乎是不成文的天性,去敬重一个飞黄腾达的朋友而毫无嫉妒之心。
§834δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος §835ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, §836τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται §837καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
因为盘踞在心头的恶毒之液,会给身染此病的人带来双重的重担;他既因自己遭遇的不幸而心情沉重,又在目睹他人的荣华时发出叹息。
§838εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι, §839ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς, §840δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
我凭着亲身经历来说,因我深知所谓的社交之镜、虚无的幻影,正是那些曾经表现得对我极为友善的人。

词汇与语法注释

  1. 737ἐλθεῖν ἐς Ἰλίου πόλιν λέγοιμ᾽ ἂν φρόνημα μὲν... — 由 λέγοιμ᾽ ἂν(我会说)引导的带宾格的不定式结构。中性名词 φρόνημα(心境)、ἄγαλμα(装饰)、βέλος(箭)和 ἄνθος(花)充当不定式 ἐλθεῖν(来到)的逻辑主语,这些词隐喻了海伦最初抵达伊利翁时的形象。
  2. 763φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεάζουσαν... — 动词 φιλεῖ(往往、喜欢)支配不定式 τίκτειν(生产),其主语是 ὕβρις παλαιά(古老的傲慢)。而 τίκτειν 的直接宾语是 νεάζουσαν ὕβριν(年轻的傲慢)。这一复杂结构中嵌套了时间状语从句 ὅτε τὸ κύ音 μόλῃ...(每当注定的诞生之日降临),并并列了第二个宾格宾语 δαίμονά τε... Ἄτας(以及破灭的恶灵)。
  3. 801κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος — 被动语态完成时 ἦσθα γεγραμμένος(你曾被描绘)意为“在我的心中被画成(一个缺乏智慧的人)”或“在画像中呈现”。分词 νέμων(驾驶)和 κομίζων(带来)修饰主语(阿伽门农),表达了歌队对他在过去出征时轻率决定的回顾与批评。
  4. 813δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες... — 短语 οὐκ ἀπὸ γλώσσης(非凭口舌,即“不依赖口头辩白,而是基于事实”)强调神明未被人类的修辞所蒙蔽,而是直接对伊利翁的不义做出了公正的判决。此处借用了雅典司法体系中向两个瓮(τεῦχος 和 κύτει)投放投票石的隐喻。

引用这一段

埃斯库罗斯, 阿伽门农 §724-840. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:724-840

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。