Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §619-723

归途风暴的报告与歌队对海伦的怨歌

第 7 段,共 17 段 · 希腊语

内容简介

使者在被问及墨涅拉俄斯的安危时,叙述了归途中袭击舰队的惨烈风暴以及墨涅拉俄斯的失踪。使者离去后,歌队歌唱了海伦名字中所预示的毁灭性不祥之兆,以及她给特洛伊带来的灾难。

§619ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
这片土地所热爱的君主,他会和你们一起回来吗?
§620οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ §621ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
我没有办法为了让朋友们在漫长的时光中享受,而把虚假的事说得天花乱坠。
§622πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
那么,你怎能既说出真实的情况,又恰好是好消息呢?
§623σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.
当这两者被割裂时,它们是无法轻易隐瞒的。
§624ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, §625αὐτός τε καὶ τὸ πλοῖον.
那个人从阿开亚人的军队中失踪了,他自己以及他的船只。
οὐ ψευδῆ λέγω.
我所说的并非谎言。
§626πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, §627ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
他是公然从伊利翁出航后消失的,还是风暴这全军的共同灾难将他从队伍中夺走的?
§628ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ: §629μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
你像神射手一样击中了靶心;你用简短的话语道出了漫长的苦难。
§630πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος §631φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
那么,关于他是生是死,其他水手之间有什么传闻?
§632οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς, §633πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
谁也无法确切地报告,除了那滋养大地万物的太阳。
§634πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ §635ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;
那么,你是说风暴袭击了舰队,并在神明的愤怒中结束了吗?
§636εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ §637γλώσσῃ μιαίνειν: χωρὶς ἡ τιμὴ θεῶν.
祥和的日子不该用报忧的舌头去玷污;神明所受的尊崇是彼此分开的。
§638ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει §639στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, §640πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, §641πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων §642ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, §643δίλογχον ἄτην, φοινίαν ξυνωρίδα:
但是,当使者带着阴郁的面容,向城邦带来军队覆灭的令人避之不及的灾难时,对城邦而言,是承受了一处公共的创伤,许多人从许多家庭中被驱逐,被阿雷斯所喜爱的双重鞭笞所驱赶,那双头的毁灭,血腥的一对。
§644τοιῶνδε μέντοι πημάτων σεσαγμένον §645πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων.
然而,一个满载着这般灾难的使者,理应唱起这首复仇女神的哀歌。
§646σωτηρίων δὲ πραγμάτων εὐάγγελον §647ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, §648πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων §649χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
但作为一个带来得救喜讯的使者,来到正在昌盛中欢乐的城邦,我又怎能把好消息与坏消息混杂在一起,去讲述那并非没有神明愤怒而降临在阿开亚人身上的风暴呢?
§650ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, §651πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην §652φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
因为,先前最为敌对的火与海结成了同盟,它们通过毁灭不幸的阿耳戈斯军队,展现了它们彼此的忠诚。
§653ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά.
在夜间,狂暴的海上灾难发生了。
§654ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ §655ἤρεικον: αἱ δὲ κεροτυπούμεναι βίᾳ §656χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ, §657ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.
色雷斯的狂风将船只互相撞击;而它们在风暴、飓风和雨水敲打的怒涛的猛烈撞击下,在恶劣牧人的旋风中消失得无影无踪。
§658ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, §659ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς §660ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις.
当明亮的太阳光芒升起时,我们看到爱琴海里漂浮着阿开亚士兵的尸体和船只的残骸,宛如花朵盛开。
§661ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος §662ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξῃτήσατο §663θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
至于我们和我们那完好无损的船身,或者是某个神明将我们偷走,或者是为我们求情,是一位神明,而非人类,掌控着舵柄。
§664τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ἐφέζετο, §665ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν §666μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
救主幸运女神自愿坐镇我们的船上,使我们既不至于在停泊处承受波涛的剧烈颠簸,也不至于在怪石嶙峋的岸边搁浅。
§667ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες, §668λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ, §669ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, §670στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
随后,我们逃离了海洋的冥府,在白昼的光芒下,我们无法相信自己的幸运,在心中反刍着这崭新的痛苦,悼念那疲惫不堪、惨遭摧残的军队。
§671καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, §672λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν;
如今,如果他们中还有人活着,他们一定会认为我们已经死了,怎么会不这样呢?
§673ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ἔχειν δοξάζομεν.
而我们也同样认为他们遭受了相同的命运。
§674γένοιτο δ᾽ ὡς ἄριστα.
愿一切都有最好的结果。
Μενέλεων γὰρ οὖν §675πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν.
至于墨涅拉俄斯,请首先且最殷切地期待他的归来。
§676εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ §677καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός, §678οὔπω θέλοντος ἐξαναλῶσαι γένος, §679ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
如果确实有某缕阳光知道他还活着并看着光明,通过宙斯的权能,他还不想彻底毁灭这个家族,那么他重返家园就仍有希望。
§680τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
听到了这些,你要知道你听到的就是真理。
§681τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽ §682ἐς τὸ πᾶν ἐτητύμωσ— §683μή τις ὅντιν᾽ οὐχ ὁρῶ- §684μεν προνοίαισι τοῦ πεπρωμένου §685γλῶσσαν ἐν τύχᾳ νέμων;
究竟是谁如此完全真实地予以命名—— 是不是某个我们看不见的、凭着命运的预见、在机缘中引导其舌头的人?
§686τὰν δορίγαμβρον ἀμφινει- §687κῆ θ᾽ Ἑλέναν;
—— 将这位因枪而娶、充满争端的 Helen?
ἐπεὶ πρεπόντως §688ἑλένας, ἕλανδρος, ἑλέπτολις, §690ἐκ τῶν ἁβροτίυων §691προκαλυμμάτων ἔπλευσε §692ζεφύρου γίγαντος αὔρᾳ,
因为名副其实地,她成了毁船者、毁人者、毁城者,从那精致华贵的帷帐中她乘船而出,顺着巨人般的西风的吹拂。
§693πολύανδροί τε φεράσπιδες §695κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν ἄφαντον §696κελσάντων Σιμόεντος §697ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους §698δι᾽ ἔριν αἱματόεσσαν.
许多手持盾牌的猎人们沿着不见踪影的桨迹追踪,直到他们停泊在西摩伊斯河树木繁茂的岸边,为了那场血腥的争端。
§699Ἰλίῳ δὲ κῆδος ὀρθ- §700ώνυμον τελεσσίφρων §701μῆνις ἤλασεν, τραπέ- §702ζας ἀτίμωσιν ὑστέρῳ χρόνῳ §703καὶ ξυνεστίου Διὸς §704πρασσομένα τὸ νυμφότι- §706μον μέλος ἐκφάτως τίοντας, §707ὑμέναιον, ὃς τότ᾽ ἐπέρρεπεν §708γαμβροῖσιν ἀείδειν.
目的必达的忿怒给伊利翁带去了名副其实的“联姻与悲哀”,在后来的日子里惩罚了对餐桌的侮辱以及对同炉共食的宙斯的亵渎,向那些大声歌唱迎亲之歌的人们追讨,即当时落在新郎亲族身上去吟唱的婚礼之歌。
§709μεταμανθάνουσα δ᾽ ὕμνον §710Πριάμου πόλις γεραιὰ §711πολύθρηνον μέγα που στένει §712κικλήσκουσα Πάριν τὸν αἰνόλεκτρον, §713παμπορθῆ πολύθρηνον §715αἰῶνα διαὶ πολιτᾶν §716μέλεον αἷμ᾽ ἀνατλᾶσα.
可是,重新学习了歌谣的普里阿摩斯的古老城邦如今发出了巨大的悲叹,称呼帕リス为“带来灾难的婚姻者”,忍受着彻底毁灭的、充满哀恸的岁月,为了市民们那惨痛流洒的鲜血。
§717ἔθρεψεν δὲ λέοντος ἶ- §718νιν δόμοις ἀγάλακτον οὕ- §719τως ἀνὴρ φιλόμαστον, §720ἐν βιότου προτελείοις §721ἅμερον, εὐφιλόπαιδα §722καὶ γεραροῖς ἐπίχαρτον.
就像这样,一个人在家里抚养了一只失去母乳的、依然眷恋乳房的幼狮,在它生命之初,温顺可爱,招孩子们喜欢,也给老人们带来欢乐。
§723πολέα δ᾽ ἔσκ᾽ ἐν ἀγκάλαις
它常常被抱在怀里,

词汇与语法注释

  1. 620οὐκ ἔσθ᾽ ὅπως λέξαιμι — οὐκ ἔσθ' ὅπως(没有办法……)后接祈愿语气 λέξαιμι,表示带有可能性或审慎意味的强烈否定。虽然此类句式中更常用虚拟语气,但此处使用祈愿语气强调了委婉或绝对的不可能性。
  2. 640τυχεῖν — 在由 ὅ坦 引导的状语从句(§638)中,不定式 τυχεῖν 和随后的宾格分词 ἐξαγισθέντας 作为说明性同位语,具体解释了使者带来的灾难(物)的内容。它们分别具体指明了城邦公共的伤痛(πόλει μὲν ἕλκος...)和个人的丧失。
  3. 651ἐδειξάτην — 双数形式的动词 ἐδειξάτην 以及分词 φθείροντε(§652)强调了主语“火与海”(πῦρ καὶ θάλασσα)作为一对盟友紧密配合的行动。这突显了两个原本最为敌对的自然元素,为了毁灭希腊舰队而结成的具有讽刺意味的亲密同盟。
  4. 687ἑλένας, ἕλανδρος, ἑλέπτολις — 针对海伦(Ἑλένη)的名字与动词 αἱρέω(意为“夺取”、“毁灭”,不定过去时词干为 ἑλ-)所作的著名双关语。各词的后缀分别对应“船”(ναῦς)、“男人”(ἀνήρ)和“城邦”(πόλις),暗示她的名字本身就是她将带来的毁灭性命运的预兆。
  5. 699κῆδος ὀρθώνυμον — 名词 κῆδος 具有双重含义:“联姻”与“悲哀/丧事”。歌队利用这一双关,称这段联姻为“名副其实”(ὀρθώνυμον)的“悲哀”,因为这段婚姻给特洛伊带来了字面意义上的深重灾难。

引用这一段

埃斯库罗斯, 阿伽门农 §619-723. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:619-723

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。