Humanitext Reader

埃斯库罗斯 · 阿伽门农 §536-618

使者追忆战时艰辛与克吕泰涅斯特拉表白忠贞

第 6 段,共 17 段 · 希腊语

内容简介

使者与歌队分享归国的喜悦,并回忆起远征时的艰难困苦。随后克吕泰涅斯特拉登场,表白自己始终如一的忠贞,并迫切准备迎接丈夫阿伽门农的归来。

§536αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
他将土生土长的、祖先的家园彻底剪除。
§537διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια.
普里阿摩斯的子嗣们已经为他们的罪过付出了双倍的代价。
§538κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
阿开亚人的使者,来自军队之人,祝你平安。
§539χαίρω <γε>: τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.
我很高兴;即使现在死去,我也绝不再向神明抱怨。
§540ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.
是对这片祖先土地的眷恋折磨(锻炼)了你吗?
§541ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
以至于我因喜悦而眼中含泪。
§542τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.
那么,你们当时是染上了这种令人愉悦的疾病。
§543πῶς δή;
这是何意?
διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
请指教,我便能掌握这话的意思。
§544τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
被对那些同样眷恋你们之人的眷恋所击中。
§545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.
你是说,军队渴望着这片渴望着他们的土地。
§546ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> ἀναστένειν.
以至于我常常从阴暗的心中发出叹息。
§547πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν;
这种令人忧郁的内心恐惧究竟从何而来?
§548πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
很久以来,保持沉默就是我防范伤害的良药。
§549καὶ πῶς;
怎么会这样?
ἀπόντων κοιράνων ἔτρεις τινάς;
在君王们不在的时候,你害怕什么人吗?
§550ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
正如你现在所说,确实,即使死去也是极大的恩赐。
§551εὖ γὰρ πέπρακται.
因为事情已经圆满成功。
ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ §552τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν, §553τὰ δ᾽ αὖτε κἀπίμομφα.
在这漫长的时光中,有些事情人们或许会说进行得很顺利,有些事情却又令人抱怨。
τίς δὲ πλὴν θεῶν §554ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
但是,除了神明,谁能在其一生中完全免于痛苦?
§555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, §556σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ §557στένοντες, †οὐ λαχόντεσ† ἤματος μέρος;
因为如果我要讲述那些劳苦和艰苦的宿营,狭窄且铺设粗劣的船上铺位,我们在一天中有哪一部分时间不是在叹息,没有分得应得的份额?
§558τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος: §559εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν.
随后在陆地上,又增加了更大的痛苦;因为我们的睡处就在敌人的城墙近旁。
§560ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι §561δρόσοι κατεψάκαζον, †ἔμπεδον σίνος §562ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.
从天空中,也从大地上,草地的露水不断滴落,给衣物造成持续的损害,使毛发变得像野兽的毛一样。
§563χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον, §564οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών, §565ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς §566κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών— §567τί ταῦτα πενθεῖν δεῖ;
如果有人要讲述那冻死飞鸟的严冬,就像伊达山的积雪所带来的那般难以忍受,或者是酷热,当大海在正午的睡椅上,无波无风,躺下入睡时—— 为什么还要为这些悲伤?
παροίχεται πόνος: §568παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν §569τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
劳苦已经过去;它已经过去,对于死者而言,再也不必指望重新站起来。
§570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, §571τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
为什么要一一计算并讲述那些逝去的人,而让活着的人为逆转的厄运感到痛苦?
§572καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
我认为应当对这些灾祸道一声长长的珍重。
§573ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ §574νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει: §575ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει §576ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις: §577“Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος §578θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα §579δόμων ἐπασσάλευσαν ἀρχαῖων γάνος.
对于我们这些阿耳戈斯军队的幸存者来说,利益占了上风,痛苦无法与之抗衡;因此,面对这掠过海洋和陆地的太阳光芒,我们理应这样夸耀: “曾经攻克特洛伊的阿耳戈斯远征军,将这些战利品钉在全希腊的神殿里,作为古老殿堂的永恒荣耀。
§580τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν §581καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται §582Διὸς τόδ᾽ ἐκπράξασα.
” 听到这些,人们应当赞美这座城邦以及将军们;而促成此事的宙斯的神恩也将受到尊崇。
πάντ᾽ ἔχεις λόγον.
你已经听到了全部的叙述。
§583νικώμενος λόγοισιν οὐκ ἀναίνομαι: §584ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
我被你的话语说服,并不予以否认;因为对于老人来说,乐于学习永远是年轻的标志。
§585δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν §586εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
但这些事情最应当关乎宫殿和克吕泰涅斯特拉,同时也使我感到富有。
§587ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, §588ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, §589φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
我早在很久以前就因喜悦而发出欢呼,当第一个夜间的火光使者到来,宣告伊利翁的攻陷与毁灭之时。
§590καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία §591πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
于是有人责备我说:“因信了烽火台的信号,你便以为特洛伊现在被攻占了吗?
§592ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.
像女人那样让心飞扬,真是极其幼稚。
§593λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.
” 在这样的话语中,我显得像是迷失了心智。
§594ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ §595ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν §596ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις §597θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
然而我依然献祭,并且按照女人的习俗,人们在城邦的各处发出欢呼,在神明的座前怀着敬畏欢呼,熄灭了那吞食祭品、香气四溢的火焰。
§598καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
那么现在,你何必再向我讲述更冗长的细节?
§599ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
我将从国王本人那里得知全部的经过。
§600ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν §601σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ §602γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, §603ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ §604πύλας ἀνοῖξαι;
为了能以最完美的方式迎接我那令人尊敬的丈夫归来,我必须抓紧时间——因为对于一个妻子来说,有什么光芒比这更甜蜜:当神明将丈夫从战场上救回,她为他打开大门?
—ταῦτ᾽ ἀπάγγειλον πόσει: §605ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει: §606γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν §607οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα §608ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, §609καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον §610οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
——请将这些话转告我的丈夫:让他尽快归来,他是城邦所热爱的;愿他归来时在宫殿中发现一位忠实的妻子,正如他离开时那样,是宫殿的看门犬,对他忠诚,对敌对者如仇,在其他所有事情上也都一如既往,在漫长的时光中未曾损坏过任何印章。
§611οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν §612ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
我既不知道来自其他男人的欢愉,也不知道应受指责的传闻,正如我不知道青铜的染色一般。
§613τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων §614οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
这样的夸耀充满了真理,对于一个高贵的妇人来说,说出来并不丢脸。
§615αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι §616τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
面对渴望了解情况的你,她就是这样用对明晰的解释者而言得体的话语发表了这番说辞。
§617σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι, §618εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
但是请告诉我,使者,我向你打听墨涅拉俄斯,他是否正在踏上归途,并且平安无事地回来了?

词汇与语法注释

  1. 540ἐγύμνασεν — 原意为“锻炼”或“训练”,此处比喻性地表示爱国之情或渴望对人造成的“折磨”与“痛苦”。
  2. 544τῶν ἀντερώντων — 现在分词 `ἀντερῶν`(同样眷恋)的复数属格作名词性用法。作为宾格性属格修饰 `ἱμέρῳ`(渴望),意为“对那些同样怀有眷恋之人的渴望”。
  3. 546ὡς — 引导结果从句的连词,后接不定式 `ἀναστένειν`(叹息),表示“以至于(叹息)”的结果关系。
  4. 561τιθέντες — 阳性复数分词。在语法上指向阴性复数名词 `δρόσοι`(露水),但在性上受其所表达的意义主体影响而采用阳性,属于“按意义一致(constructio ad sensum)”的构文。
  5. 606εὕροι — 紧接在主句 `ἥκειν`(表示命令的夺格不定式)之后的祈愿语气(optative),表达了克吕泰涅斯特拉强烈的愿望:“愿(他归来时)在宫中发现一位忠贞的妻子”。
  6. 612χαλκοῦ βαφάς — 字面意为“青铜的染色”或“青铜的淬火”。在古代被认为是技术上不可能发生、或非妇人能知晓的事,用作“不可能之事(adynaton)”的隐喻,以强烈否认与其他男子的私通。

引用这一段

埃斯库罗斯, 阿伽门农 §536-618. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg005.humanitext-grc1:536-618

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。