Humanitext Reader

埃斯库罗斯 · 波斯人 §226-322

使者到来与萨拉米斯战败的消息

第 3 段,共 10 段 · 希腊语

内容简介

在阿托萨和歌队交谈关于雅典的状况后,一名使者从战场赶来,报告了波斯军队在萨拉米斯战役中全军覆没的惨状,并列举了战死的将领名单。

§226ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς §227παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
[阿托萨] 然而,确实,作为这些梦境的第一位解释者,出于对我儿子和我们家室的好意,你证实了这一神示。
§228ἐκτελοῖτο δὴ τὰ χρηστά: ταῦτα δ᾽, ὡς ἐφίεσαι, §229πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις, §230εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν.
愿美好的事物得以实现;正如你所嘱托的那样,当我们回到宫中时,我们将把这一切献给神明以及地底下的亲爱之人(逝者)。
κεῖνο δ᾽ ἐκμαθεῖν θέλω, §231ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
但是,朋友们,我想知道:人们说雅典究竟位于这片大地的什么地方?
§232τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
[歌队] 远在西方,在主宰太阳西沉的地方。
§233ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
[阿托萨] 但是,我的儿子真的渴望攻占这座城市吗?
§234πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
[歌队] 是的,因为那时整个希腊都将臣服于国王。
§235ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
[阿托萨] 她们的军队中,真的有如此众多的人马吗?
§236καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
[歌队] 是的,正是这样一支军队,曾给米底亚人带来过无数的灾难。
§237καὶ τί πρὸς τούτοισιν ἄλλο;
[阿托萨] 除此之外,还有什么呢?
πλοῦτος ἐξαρκὴς δόμοις;
她们的家中有足够的财富吗?
§238ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
[歌队] 她们有一口银之泉,是大地的宝藏。
§239πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χερῶν αὐτοῖς πρέπει;
[阿托萨] 那么,在她们手中闪耀的,是拉满弓的利箭吗?
§240οὐδαμῶς: ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
[歌队] 绝非如此,而是近战的长枪和配有盾牌的武具。
§241τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
[阿托萨] 那么,有谁作为牧人在军队之上进行统治和主宰呢?
§242οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.
[歌队] 她们不被称为任何人的奴隶或臣民。
§243πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
[阿托萨] 那么,她们怎能抵挡入侵的敌军呢?
§244ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
[歌队] 足以摧毁大流士那庞大而精锐的军队。
§245δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι.
[阿托萨] 对于出征者的父母来说,你所说的话真是令人细思极恐。
§246ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσει πάντα ναμερτῆ λόγον.
[歌队] 但依我看,你很快就会知道全部真实的真相。
§247τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, §248καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
因为那个跑过来的男人的跑姿显然是波斯式的,他一定会带来明确的的消息,无论是吉是凶。
§249ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
[使者] 哦,整个亚洲之地的城市啊!
§250ὦ Περσὶς αἶα καὶ μέγας πλούτου λιμήν,
哦,波斯的大地,以及财富的巨大港湾!
§251ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς §252ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
一击之下,如此巨大的繁荣毁于一旦,波斯的精华已凋零逝去。
§253ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά:
唉,最先报告坏消息的人是多么不幸。
§254ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, §255Πέρσαι: στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
然而,波斯人啊,必须揭示这所有的痛苦,异邦人的全军已经覆灭。
§256ἄνι᾽ ἄνια κακὰ §257νεόκοτα καὶ δάι᾽.
[歌队] 哦,痛苦,难以忍受的,离奇而悲惨的灾难。
αἰαῖ, §258διαίνεσθε, Πέρσαι, §259τόδ᾽ ἄχος κλύοντες.
唉,波斯人啊,流泪痛哭吧,听到了这极度的悲哀。
§260ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα: §261αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.
[使者] 是清,那边的所有一切都已彻底毁灭;而我自己,竟然出乎意料地,看到了生还的光明。
§262ἦ μακροβίοτος §263ὅδε γέ τις αἰὼν ἐφάνθη §264γεραιοῖς, ἀκούειν §265τόδε πῆμ᾽ ἄελπτον.
[歌队] 我们这残存的生命确实显得太过长久了,竟然让年迈的我们,听到了这意想不到的劫难。
§266καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων, §267Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.
[使者] 既然我亲自在场,而非听取他人的传闻,波斯人啊,我便可以讲述发生了何等灾难。
§268ὀτοτοτοῖ, μάταν
[歌队] 哦,悲乎!
§269τὰ πολέα βέλεα παμμιγῆ §270γᾶσδ᾽ ἀπ᾽ Ἀσίδος ἦλθεν αἴας §271δᾴαν Ἑλλάδα χώραν.
徒劳地,各种各样的无数兵器,从这亚洲的大地出发,走向敌对的希腊国土。
§272πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων §273Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
[使者] 因悲惨的命运而毁灭的尸骸,已经填满了萨拉米斯的海岸以及周围所有的土地。
§274ὀτοτοτοῖ, φίλων
[歌队] 哦,悲乎!
§275ἁλίδονα μέλεα πολυβαφῆ §276κατθανόντα λέγεις φέρεσθαι §277†πλαγκτοῖς ἐν διπλάκεσσιν.
亲爱的朋友们,被海水卷走、被血浸透的尸首,你是说他们已经死去,并漂流在 †波浪中漂浮的斗篷里吗†。
§278οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο §279στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς
[使者] 弓箭毫无用处,整支军队都因战船的冲撞而屈服、覆灭。
§280ἴυζ᾽ ἄποτμον Πέρσαις §281δυσαιανῆ βοὰν §282δᾴος, ὡς πάντα παγκάκως §283ἤνυσαν, αἰαῖ, στρατοῦ φθαρέντος.
[歌队] 哭号吧,为波斯人,发出悲痛的哀鸣,为敌人,因为他们极其惨烈地结束了一切,哀哉,军队覆灭。
§284ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν:
[使者] 哦,萨拉米斯,这是听起来最令人痛恨的名字!
§285φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
唉,一想起雅典,我就不禁痛苦呻吟。
§286στυγναί γ᾽ Ἀθᾶναι δᾴοις:
[歌队] 的确,雅典是敌人的眼中钉。
§287μεμνῆσθαί τοι πάρα §288ὡς πολλὰς Περσίδων μάταν §289εὔνιδας ἔκτισσαν ἠδ᾽ ἀνάνδρους.
我们确实应当记住,她们使多少波斯妇女徒劳地丧失了子女,失去了丈夫。
§290σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη §291κακοῖς: ὑπερβάλλει γὰρ ἥδε συμφορά, §292τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.
[阿托萨] 我长久以来因灾难而痛苦得默不作声,因为这灾祸过于沉重,令人既无法言说,也无法询问苦难。
§293ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
然而,凡人必须承受神明所降下的灾厄。
§294θεῶν διδόντων: πᾶν δ᾽ ἀναπτύξας πάθος §295λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως,
请你揭示这所有的惨剧,镇定地叙说,即使你因灾祸而呻吟。
§296τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
谁没有死? 在领袖之中,我们应当为谁哀悼?
§297τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ §298ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.
谁被赋予了权杖,却因死亡而使他留下的队伍失去了首领而变得空虚?
§299Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
[使者] 薛西斯本人还活着,并且正看着光明。
§300ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα §301καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
[阿托萨] 对于我的宫殿来说,你带来了一束巨大的光芒,是从漆黑的夜晚中绽放出的白昼。
§302Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς §303στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
[使者] 但是,率领一万骑兵的阿尔滕巴雷斯,正被撞击在西勒尼亚人险峻的岩礁上。
§304χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς §305πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο:
千夫长达达克斯被长矛刺中,从船上轻轻一跃便坠入海中。
§306Τενάγων τ᾽ ἀριστεὺς Βακτρίων ἰθαγενὴς §307θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
纯正血统的巴克特里亚勇士特纳贡,正在埃阿斯的、波涛拍打的岛屿上游荡。
§308Λίλαιος, Ἀρσάμης τε κἀργήστης τρίτος, §309οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα §310δινούμενοι κύρισσον ἰσχυρὰν χθόνα:
莉莱乌斯、阿耳萨梅斯,以及第三个阿尔格斯泰斯,这些人环绕着那繁衍鸽子的岛屿,漂浮着,不断撞击着坚硬的岩石。
§311πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου §312Ἀρκτεύς, Ἀδεύης, καὶ Φερεσσάκης τρίτος, §313Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
住在埃及尼罗河源头附近的阿尔克特乌斯、阿德乌埃斯,以及第三个佩雷萨克斯,还有法尔努克斯,他们从同一艘船上跌落。
§314Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, §315ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, §316πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα §317ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.
率领一万军队的富有的马塔洛斯倒下了,他曾是三万黑骑兵的统帅,他那火红、浓密、浓荫般的胡须,浸透了鲜血,以紫色的染料改变了颜色。
§318καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, §319σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
阿拉伯人马古斯,以及巴克特里亚人阿尔塔贝斯,那荒凉土地的居住者,也死在彼处。
§320Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ §321νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι §322πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,
阿米斯特里斯,以及挥舞着带来无数辛劳的长枪的阿姆菲斯特雷乌斯,还有给萨尔迪斯带来哀痛的高贵的阿里奥马尔杜斯,以及米西亚人塞萨梅斯,

词汇与语法注释

  1. §231χθονός — 与表示地点的副词 `ποῦ`(在哪里)连用,作部分属格(partitive genitive),意为“在这片大地的什么地方”。
  2. §244ὥστε — 由 `ὥστε` +不定式(`φθεῖραι`)构成,表示结果,意为“以至于摧毁了”。
  3. §245κιόντων — 动词 `κίω`(前去、出发)的现在分词复数属格,在此作名词性用法,指代“出征的人们”,修饰 `τοῖς τεκοῦσι`(父母)。
  4. §277πλαγκτοῖς ἐν διπλάκεσσιν — 此处标有短剑符(†),表示手稿传承中存在混乱。`διπλάκεσσιν` 通常意为“双层斗篷(或外套)”,但在具体解释上存在分歧,一说指溺死士兵的遗体“包裹在漂浮的衣物中”,另一说指其在“双重礁石的缝隙间”漂流。
  5. §298ἄνανδρον τάξιν — 此处使用了具有多重含义的形容词 `ἄνανδρος`(无男子的、无丈夫的、无首领的),在这里指由于将领战死,其率领的部队陷入了“失去首领(指挥官)的状态”。

引用这一段

埃斯库罗斯, 波斯人 §226-322. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg002.humanitext-grc1:226-322

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。