Humanitext Reader

埃斯库罗斯 · 波斯人 §323-412

两军舰队对比与萨拉米斯海战爆发

第 4 段,共 10 段 · 希腊语

内容简介

传令官在列举了更多波斯战死将领后,应阿托萨之问对比了两军战船数量,并详细叙述了萨拉米斯战役的爆发。他描绘了波斯军夜间戒备、希腊军黎明奇袭以及战船激烈相撞的交战过程。

§323Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν §324ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, §325κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς:
[传令] 还有塔吕比斯,他是两百五十艘战船的指挥官,原籍利尔奈亚,容貌俊美的男子,如今已悲惨地战死,落得极不走运的下场。
§326Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, §327Κιλίκων ἔπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον §328ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
还有在英勇上冠绝一时的吉利基亚人的总督叙恩内西斯,他单枪匹马给敌人制造了最多的麻烦,也已光荣地牺牲。
§329τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
目前我能记起的将领就是这些。
§330πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά.
虽有万般灾祸,我所禀报的不过是其中一小部分。
§331αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε, §332αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
[阿托萨] 哀哉,我听到的真乃最沉重的灾难,既是波斯人的奇耻大辱,也是凄厉的恸哭。
§333ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν: §334πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, §335ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι §336μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
不过,请你转过头来,再次向我说明这件事:希腊人的战船究竟有多少,以至于他们敢于与波斯大军进行战船冲撞的交锋?
§337πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον §338ναυσὶν κρατῆσαι.
[传令] 要是只论数量,你且确信,蛮族本可以在船只上占上风。
καὶ γὰρ Ἕλλησιν μὲν ἦν §339ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα §340ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος:
因为对希腊人而言,总数不过是三十个十战船,另外还有十艘精选出来的战船。
§341Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν §342ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι τάχει §343ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽: ὧδ᾽ ἔχει λόγος.
而对薛西斯而言——因为我确实知道——有一千艘是他所统领的舰队,而其中速度绝伦的则有两百零七艘;事实正是如此。
§344μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
在这一战中,难道您认为我们是在这方面落后了吗?
§345ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν, §346τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
不,而是有某种神灵以此方式摧毁了军队,用不平衡的运气压沉了天平的托盘。
§347θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
神明护佑着帕拉斯女神的城市。
§348ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;
[阿托萨] 那么,雅典城难道至今仍未被攻破吗?
§349ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
[传令] 因为只要人在,那就是最稳固的堡垒。
§350ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον:
[阿托萨] 那么,海上交锋的开头又是怎样的?
§351τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, §352ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
请告诉我:是谁发起了战斗,是希腊人,还是我的儿子,因战船众多而心生骄矜?
§353ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ §354φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
[传令] 开启这所有灾祸的,王后殿下,是不知从何处显现的一个复仇之灵或恶神。
§355ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ §356ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, §357ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, §358Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν §359ναῶν ἐπενθορόντες ἄλλος ἄλλοσε §360δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
因为一名来自雅典军队的希腊人前来,向您的儿子薛西斯禀报了以下内容:说是如果黑夜的阴霾降临,希腊人将不再驻留,而是会跃上战船的甲板,四散逃窜,以此秘密潜逃的方式来保全性命。
§361ὁ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον §362Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, §363πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον, §364εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα §365λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, §366τάξαι νεῶν μὲν στῖφος ἐν στοίχοις τρισὶν §367ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, §368ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ:
而他一听此言,既不明白那希腊男子的诡计,也不懂得神明的忌惮,便向所有的船长们宣告了这番敕令:说是待到烈日余晖退去,夜色笼罩天空的圣殿时,应将舰队分为三队,严守出海口与波涛汹涌的海峡,另派其余战船环绕埃阿斯之岛的外围。
§369ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν, §370ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, §371πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
其意在于,倘若希腊人企图逃脱悲惨的宿命,私下乘船寻得某种逃遁之法,那么所有人将被处以斩首之刑。
§372τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός: §373οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
他怀着十分高昂的心情说出了这些话,因为他根本不知晓神明所降临的未来。
§374οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ §375δεῖπνόν <τ᾽> ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ §376τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.
而他们并无杂乱,而是怀着顺从之心备办晚餐,水兵们也将船桨牢牢系在运转自如的桨栓上。
§377ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο §378καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ §379ἐς ναῦν ἐχώρει πᾶς θ᾽ ὅπλων ἐπιστάτης:
待到日光逝去,黑夜降临之时,每个掌桨之人以及每个执兵器的武士都登上了战船。
§380τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς:
长船的纵队向另一纵队大声召唤。
§381πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος, §382καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν §383ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
他们按照各自的部署扬帆起航,战船的指挥官们彻夜命令所有的水兵在海峡间巡航。
§384καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς §385κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο:
黑夜渐渐过去,但希腊人的军队绝无在任何地方开始秘密潜逃的迹象。
§386ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα §387πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, §388πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα §389μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ᾽ ἅμα §390ἀντηλάλαξε νησιώτιδος πέτρας
然而,当乘着白马、光芒耀眼的白昼普照大地,显得无比明丽,最先从希腊人那里传来一阵如歌唱般的响亮呼喊,伴随着洪亮的声音,海岛岩壁的回音也随之齐声回应。
§391ἠχώ: φόβος δὲ πᾶσι βαρβάροις παρῆν §392γνώμης ἀποσφαλεῖσιν: οὐ γὰρ ὡς φυγῇ §393παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, §394ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει:
恐惧随之降临在所有蛮族心中,因为他们大失所望;希腊人当时歌唱那庄严的赞歌并不是为了逃跑,而是怀着英勇的胆魄冲向战场。
§395σάλπιγξ δ᾽ ἀυτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
战号的鸣响将那方的一切点燃。
§396εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ §397ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, §398θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
刹那间,随着号令下桨击起的水浪,他们整齐地拍打着深邃的咸水,转瞬间所有人便清晰地展现在眼前。
§399τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας §400ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος §401ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν §402πολλὴν βοήν, “ὦ παῖδες Ἑλλήνων ἴτε, §403ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ §404παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη, §405θήκας τε προγόνων: νῦν ὑπὲρ πάντων ἀγών. ”
起初,右翼纵队秩序井然地在前方领航,随后整个舰队也随之跟进,当时便能听到一阵宏大的呼喊:“去吧,希腊的子孙,解放你们的祖国,解放你们的孩子、妻子,和你们父辈神明的圣所,以及祖先们的陵墓;如今是为了一切而战!
§406καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος §407ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
” 而的确,从我们这边也发出了波斯语的嘈杂回应,再没有迟延的余地。
§408εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον §409ἔπαισεν: ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ §410ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς §411κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
刹那间,战船与战船以青铜包被的船头相互猛撞;率先发起冲撞的是一艘希腊战船,它彻底撞碎了腓尼基战船的所有船首饰,而每个人也把矛头对准了别的船只。
§412τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
起初,波斯军队的汹涌洪流

词汇与语法注释

  1. 323πεντήκοντα πεντάκις — 表示“五十的五倍”(即250艘船)的乘法表达方式,体现了希腊悲剧诗歌中表达大数的一种特殊修辞手法。
  2. 337ἂν... κρατῆσαι — 语气小词 ἂν 与不定式 κρατῆσαι 连用,表示过去的反事实虚拟(“本可以占上风”)。这是间接引语中将原本的主句直陈式过去时加 ἂν(ἂν ἐκράτησαν)转换而来的结构。
  3. 360ἐκσωσοίατο — 爱奥尼亚及诗歌体中的第三人称复数中动体祈愿特有词尾(以 -οιατο 代替 -οιντο)。由于主句动词 ἔλεξε 为历史时制,因此间接引语中的直陈式将来时(ἐκσώ善ται)在此转换为了将来祈愿式。
  4. 369φευξοίαθ᾽ — 将来祈愿式 φευξοίατο(即 φευξοίαντο)的元音省音形。此处同样是在历史呈现时动词(προφωνεῖ)所引导的间接引语中,原本的直陈式将来时(φεύξονται)转化为祈愿式的表现。

引用这一段

埃斯库罗斯, 波斯人 §323-412. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0085.tlg002.humanitext-grc1:323-412

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。