Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.10.1-9.10.6

弗拉沃莱乌斯的誓言与罗马军出征

第 679 段,共 962 段 · 希腊语

内容简介

在执政官的鼓舞下,士兵们士气高涨。首席百人队长马尔库斯·弗拉沃莱乌斯宣誓不胜不归,全军和执政官纷纷效仿,随后整军出击。

§9.10.1ἔτι δʼ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατʼ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων.
当他还在说着引导人们走向高尚的话语并且在话语之间流下许多泪水时,他指名召唤每一个他所知道在战斗中展现过辉煌功绩的大队官、百人队长和其他士兵,并承诺根据功绩的大小向在战斗中表现最杰出的人授予许多重大的恩赏——名誉、财富以及其他协助,这时,所有人中爆发出了欢呼声,他们不仅鼓励他,还要求他率领他们投入战斗。
§9.10.2ἐπειδὴ δʼ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δι’ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ διʼ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος.
当他结束发言后,一个名叫马尔库斯·弗拉沃莱乌斯的人从群众中走了出来。 他是个平民和自耕农,但绝非卑微之人,而是因美德而备受赞誉、在战争中十分英勇的男子;由于这两个原因,他被授予了其中一个军团中最显赫的职位,法律规定六十个百人队必须服从该职位,并执行其下达的命令。
τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν.
罗马人用他们的母语称这些指挥官为首席百人队长。
§9.10.3οὗτος ὁ ἀνήρ — ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν — στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτʼ, ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὸ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι· καὶ ὑμεῖς δʼ, ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις,
这个人——除了其他品质外,他身躯高大、仪表堂堂——站在一个所有人都能看清他的地方,说道:“执政官们,既然你们担心这一点,害怕我们的行动与我们的言语不相符,那么我将首先以最大的信义,代表我自己向你们提供我承诺的保证;而你们,公民们以及同甘共苦的伙伴们,所有决心使行动与言语一致的人,如果做和我一样的事,绝非错误。
§9.10.4οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί. ταῦτʼ εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δʼ οὔ.
”说完这些并举起剑,他以罗马人特有的且最强有力的誓言——他自己高尚的信义——起誓:他将在击败敌人后回到城里,否则绝不回来。
τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο· καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ λοχαγοί, τελευτῶσα §9.10.5δʼ ἡ πληθύς.
当弗拉沃莱乌斯立下这个誓言时,所有人中爆发出了极大的赞誉;随即,两位执政官也做了同样的事,那些担任较低指挥职务的军政官和百人队长们也是如此,最后群众也同样做了。
ἐπεὶ δὲ τοῦτʼ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τʼ αὖ καὶ μένος· καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον· καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν ἀγῶνα ἡ στρατιά.
这件事情发生后,极大的喜悦降临在所有人身上,彼此之间产生了深厚的友谊,同时也激起了勇气和斗志;他们离开集会后,有的给马套上缰绳,有的磨砺剑和矛,有的擦拭武器的护套;不一会儿,全军都做好了战斗的准备。
§9.10.6οἱ δʼ ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν.
执政官们用祈祷、祭祀和恳求向神明呼求,祈求神明指引他们出击,并以整齐且有纪律的队列将军队带出营垒。
καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει.
而伊特鲁里亚人看到他们从防御工事上下来,十分震惊,并以全军之力迎击。

词汇与语法注释

  1. 9.10.1ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ — 动词 συνῄδει 的主语为第三人称单数的执政官(说话者),与格关系代词 ᾧ 的先行词是宾格的 ἕκαστον。与格分词 ἀποδειξαμένῳ 在性、数、格上与 ᾧ 一致。因此,该句被解释为“每一个执政官共同知道(即记得)其在战斗中展现过辉煌功绩的人”。虽然也可以将 συνῄδει 的主语理解为 ἕκαστος 自身(即“每一个在心中确知自己立过功的人”),但结合后文“指名召唤(κατʼ ὄνομα ἀνακαλοῦντος)”的分词短语,执政官因熟知并指出每个人的过去功绩而发出召唤的语境更为自然。
  2. 9.10.2ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε — 关系代词 ᾗ(阴性单数与格)的先行词是表示显赫职位的 ἀρχῇ。在关系子句中,它构成了依附于主句动词 κελεύει 及其主语 ὁ νόμος 的“宾格加不定式”结构(accusative with infinitive),其中 τὰς ἑξήκοντα ἑκατονταρχίας(宾格)充当不定式 ἕπεσθαι(服从)和 ὑπηρετεῖν(服务)的逻辑主语。
  3. 9.10.4τελευτῶσα δʼ ἡ πληθύς — 现在 active 分词阴性单数主格的 τελευτῶσα 虽然在语法上与主语 ἡ πληθύς(群众)一致,但在此处作为副词使用,表示“最后、终于(finally)”。此外,该分句省略了谓语动词,需要从前文补出 ταὐτὸν ἔδρων(做了同样的事)或 ὤμοσεν(起誓)来理解。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.10.1-9.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.10.1-9.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。