§9.8.1βουλόμενοι δὴ τὸ στασιάζον ἐκ τῆς στρατιᾶς ἐξελεῖν εἰς τέλος καὶ καταστῆσαι πάλιν εἰς τὴν ἐξ ἀρχῆς ὁμόνοιαν ἅπαν τὸ πλῆθος, καὶ εἰς ἓν τοῦτο πᾶσαν εἰσφερόμενοι βουλήν τε καὶ πρόνοιαν, ἐπειδὴ οὔτε κολάσει μέρους τινὸς σωφρονέστερον ἀποδοῦναι τὸ λοιπὸν ἦν, πολὺ καὶ αὔθαδες ὑπάρχον καὶ τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχον, οὔτε πειθοῖ προσαγαγέσθαι λόγων τοὺς οὐδὲ πεισθῆναι βουλομένους, δύο ταύτας ὑπέλαβον ἔσεσθαι τῶν στασιαζόντων αἰτίας τῆς διαλλαγῆς, τοῖς μὲν ἐπιεικεστέρας μετειληφόσι φύσεως — ἐνῆν γάρ τι καὶ τοιοῦτον ἐν τῷ πολλῷ — τὴν ἐπὶ τοῖς ὀνειδισμοῖς τῶν πολεμίων αἰσχύνην, τοῖς δὲ δυσαγώγοις ἐπὶ τὸ καλόν, §9.8.2ἣν ἅπασα δέδοικεν ἀνθρώπου φύσις ἀνάγκην.
由于他们确实渴望将军队中的叛乱因素彻底消除,并使全体民众重新恢复最初的和睦,而且将一切谋略与远见都倾注于这唯一的目标上,因为他们既不可能通过惩罚一部分人来使其余的人变得更理智——因为其余的人人数众多且傲慢,并且手里握着武器——也不可能用言语的劝说来争取那些甚至不愿被说服的人,因此他们认为使叛乱者达成和解的因素将有以下两点:对于那些秉性较为温和的人(因为在民众中确实也有这样一些人),是对敌人的侮辱感到羞耻;而对于那些难以引导向善的人,则是一切人类天性所害怕的强制。
ἵνα δὴ ταῦτα γένοιτο ἀμφότερα, ἐφῆκαν τοῖς πολεμίοις λόγῳ τʼ αἰσχύνειν κακίζοντας σφῶν ὡς ἄνανδρον τὴν ἡσυχίαν, καὶ ἔργοις ὑπεροψίας τε καὶ καταφρονήσεως πολλῆς γινομένοις ἀναγκάζειν ἀγαθοὺς γενέσθαι τοὺς ἑκουσίως εἶναι μὴ βουλομένους.
为了使这两点都能实现,他们听任敌人用言语羞辱他们,将他们的静默斥为懦弱,并以极度傲慢和蔑视的行为,强迫那些不愿自愿勇敢的人变得勇敢起来。
γινομένων γὰρ τούτων πολλὰς ἐλπίδας εἶχον ἥξειν ἐπὶ τὸ στρατήγιον ἅπαντας ἀγανακτοῦντας καὶ καταβοῶντας καὶ κελεύοντας ἡγεῖσθαι σφῶν ἐπὶ τοὺς πολεμίους· ὅπερ καὶ συνέβη.
因为他们抱有很大希望,认为一旦发生这些情况,所有人都会愤怒地高声控诉着涌向司令部,要求率领他们去对抗敌人;而这确实发生了。
§9.8.3ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατʼ ὀλίγους, ἔπειτʼ ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι.
因为当敌人开始在营墙的出口处挖沟并筑起栅栏时,罗马人对此举难以忍受,起初是少数人,随后是成群结队地奔向执政官的营帐,大声叫喊并指责他们背叛,并说如果没有人率领他们出击,他们自己将拿起武器,在没有执政官的情况下自行去迎击敌人。
§9.8.4ὡς δʼ ἐξ ἁπάντων ἐγίνετο τοῦτο, παρεῖναι τὸν χρόνον, ὃν περιέμενον, οἱ στρατηγοὶ νομίσαντες ἐκέλευον τοῖς ὑπηρέταις συγκαλεῖν τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ προελθὼν Φάβιος τοιάδε εἶπε·
当所有人都表现出这种态度时,将领们认为他们所等待的时机已经到来,便命令部下召集民众举行集会;法比乌斯走上前去,发表了如下演说: