§9.71.1ἀφικόμενοί τε μέχρι Τύσκλου πόλεως, μαθόντες τὸν περίβολον τῆς Ῥώμης ὅλον πληθύοντα ὅπλων, καὶ πρὸ τῶν πυλῶν τέτταρας ἐξεστρατευμένας σπείρας, ἀνδρῶν ἑξακοσίων ἑκάστην, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀπετράποντο, τὴν δʼ ὑπὸ τῇ πόλει χώραν, ἣν ἐν τῇ προτέρᾳ παρέλιπον εἰσβολῇ, ἐγκαθεζόμενοι ἐδῄουν.
他们到达托斯库鲁姆城,获悉罗马的整个城墙防线都塞满了武器,并且在城门前有四个各由六百人组成的步兵大队列阵出击。 于是他们便从通往罗马的道路上折回,在城下的一片区域驻扎下来,并在那里进行掠夺,那是他们在前一次入侵时留下来未曾触及的地方。
§9.71.2ἐπιφανέντος δʼ αὐτοῖς θατέρου τῶν ὑπάτων Λευκίου Λοκρητίου καὶ θεμένου τὴν παρεμβολὴν οὐ πρόσω καλὸν ὑπολαβόντες εἶναι καιρόν, πρὶν ἐλθεῖν τῷ Λοκρητίῳ τὴν ἑτέραν Ῥωμαίων δύναμιν σύμμαχον, ἧς Οὐετούριος ἡγεῖτο, συνάψαι μάχην, θέμενοι τὰς ἀποσκευὰς ἐπὶ λόφου τινὸς καὶ δύο σπείρας ἐπʼ αὐταῖς καταλιπόντες, οἱ λοιποὶ προῆλθον εἰς τὸ πεδίον·
然而,当执政官之一的卢基乌斯·卢克雷提乌斯出现在他们面前,并在离他们不远的地方安营扎寨时,他们认为在维图里乌斯统领的另一支罗马援军前来支援卢克雷提乌斯之前交战,是一个大好时机。 于是,他们把行李安置在某座山丘上,并留下两个步兵大队守卫,其余的人则前进到了平原上。
καὶ συμβαλόντες τοῖς Ῥωμαίοις ἄνδρες ἀγαθοὶ κατὰ §9.71.3τὸν ἀγῶνα ἐγίνοντο μέχρι πολλοῦ.
他们与罗马人交锋,在战斗中表现得十分勇敢,并坚持了很长时间。
μαθόντες δʼ ἐκ τῶν κατὰ νώτου φρουρῶν τινες καταβαίνουσαν ὑπὲρ ὄχθου στρατιὰν ὑπέλαβον ἥκειν τὸν ἕτερον τῶν ὑπάτων ἄγοντα τὴν σὺν αὐτῷ δύναμιν, καὶ δείσαντες, μὴ κυκλωθεῖεν ὑπʼ ἀμφοῖν, οὐκέτι διέμειναν, ἀλλʼ εἰς φυγὴν τρέπονται.
但其中有些人从后方的守卫那里得知有一支军队正从山丘上走下来,便以为是另一位执政官率领着自己的军队赶到了;他们害怕被两面夹击,便不再坚守,而是开始溃逃。
ἐν τούτῳ τῷ ἀγῶνι οἵ θʼ ἡγεμόνες αὐτῶν ἀμφότεροι γενναίων ἀνδρῶν ἔργα ἀποδειξάμενοι πίπτουσι, καὶ ἄλλοι πολλοὶ μαχόμενοι περὶ αὐτοὺς ἀγαθοί·
在这场战斗中,他们的两位将领在展现了勇士的作为后双双阵亡,在他们周围战斗的其他许多勇士也战死了。
οἱ δὲ φυγόντες ἐκ τῆς μάχης εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας σκεδασθέντες ἀνεχώρησαν.
那些从战斗中逃脱的人则各自分散,退回了自己的家园。
§9.71.4ἐκ δὲ τούτου πολλὴν ἄδειαν λαβὼν ὁ Λοκρήτιος ἔφθειρε τὴν Αἰκανῶν γῆν, καὶ Οὐετούριος τὴν Οὐολούσκων, ἕως ὁ τῶν ἀρχαιρεσίων ἐπέστη καιρός.
此后,卢克雷提乌斯获得了极大的安全保障,开始蹂躏埃魁人的土地,而维图里乌斯则蹂躏沃尔斯奇人的土地,直到政务官选举的时刻到来。
τότε δʼ ἀναστήσαντες τὰς δυνάμεις ἀπῆγον ἐπʼ οἴκου καὶ κατήγαγον ἀμφότεροι τοὺς ἐπινικίους θριάμβους·
那时,他们撤走军队,带回国内,两人都举行了胜利的凯旋仪式。
Λοκρήτιος μέν, ἐπὶ τοῦ τεθρίππου παρεμβεβηκώς, Οὐετούριος δὲ πεζὸς εἰσελαύνων.
卢克雷提乌斯乘坐着四马战车进城,而维图里乌斯则是步行进城。
δύο γὰρ οὗτοι θρίαμβοι δίδονται τοῖς ἡγεμόσιν ὑπὸ τῆς βουλῆς, ὥσπερ ἔφην, τὰ μὲν ἄλλα ἔχοντες ἴσα, τῷ δὲ τὸν μὲν ἱππικὸν εἶναι, τὸν δὲ πεζικόν, διαφέροντες.
因为正如我所说,元老院会将这两种凯旋式授予指挥官,它们在其他方面都一样,但不同之处在于,一种是乘马的,另一种是步行的。