Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.70.1-9.70.4

沃尔斯奇新兵溃败与敌军进逼罗马

第 739 段,共 962 段 · 希腊语

内容简介

驻扎在维图里乌斯附近的沃尔斯奇新兵在罗马人的首次进攻中便陷入恐慌并溃败。得知此事的野外敌军将领们决定火速进军罗马,企图趁虚攻占罗马或迫使执政官退兵救援。

§9.70.1Οὐολοῦσκοι δʼ ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν.
另一方面,沃尔斯奇人受放肆与傲慢的驱使,并轻视罗马军队,认为就人数而言对方根本无法与自己抗衡,于是为了保卫领地而出兵战斗,并在维图里乌斯附近驻扎下来。
οἷα δὲ φιλεῖ πάσχειν στραιὰ νεοσύλλεκτος ἔκ τε πολιτικοῦ καὶ γεωργικοῦ πρὸς καιρὸν συνελθόντος ὄχλου συναχθεῖσα, ἐν ᾗ πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδʼ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐθάρσησεν· §9.70.2ἀλλʼ ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτʼ ἀλαλαγμὸν οὔθʼ ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη· ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων.
但是,正如由临时聚集起来的市民和农民组成的、在其中包含了许多无武装且毫无战斗经验者的、新召募的军队通常所遭遇的那样,他们甚至不敢与敌人交手;相反,在罗马人发起第一次进攻的同时,他们中的大多数人就陷入了混乱,既受不了战吼,也忍不住宅兵器的撞击声,纷纷向城墙方向狼行窜;结果,许多人在狭窄的街道上被追上并杀死,更多的人则在骑兵的追击下,在城门处推搡拥挤时丧生。
§9.70.3Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο.
遭受此番惨败的沃尔斯奇人,开始为自己的愚蠢而自责,此后便不再企图进行任何冒险。
οἱ δὲ τὰς ἐν ὑπαίθρῳ στρατιὰς Οὐολούσκων τε καὶ Αἰκανῶν ἔχοντες ἡγεμόνες, πυνθανόμενοι τὰ οἰκεῖα πολεμούμενα γενναῖόν τι καὶ οὗτοι δρᾶν ἐβουλεύσαντο, ἀναστάντες ἐκ τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς εἶχον ὀργῆς τε καὶ τάχους, τὸν στρατόν, κατὰ τοιάνδε τινὰ καὶ αὐτοὶ δόξαν, ὅτι δυεῖν ἔργων καλῶν θάτερον αὐτοῖς κατορθῶσαι ὑπάρξει, ἢ τὴν Ῥώμην ἀφύλακτον οὖσαν ἑλεῖν, ἢ τοὺς πολεμίους ἐκ τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων πολεμουμένῃ §9.70.4τῇ πατρίδι βοηθεῖν.
另一方面,统领着沃尔斯奇人和埃魁人在野外的军队的将领们,在获悉自己的家园正遭受攻击时,决定他们也要采取一些英勇的行动。 于是,他们从赫尔尼奇人和拉丁人的领地撤营,以最大限度的愤怒和速度,亲率大军直奔罗马而去。 因为他们自己也有着类似的设想,即他们将得以成功实现两个辉煌目标之一:要么攻占处于无防备状态的罗马,要么将敌人从他们自己的领土上驱逐出去,因为在祖国遭受攻击时,执政官们必然会被迫前来救援。
ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵνʼ ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται.
他们怀着这样的打算,催促军队急行军,以便能出其不意地抵达该城并立即开始行动。

词汇与语法注释

  1. 9.70.1οἷα δὲ φιλεῖ πάσχειν στρατιὰ νεοσύλλεκτος — οἷα 是中性复数宾格关系代词,包含先行词并起副词性作用,意为“正如……之类的事”。动词 φιλεῖ 在此表示“通常”、“往往”。此关系从句插在主语 στρατιὰ νεοσύλλεκτος 与主句动词 ἐθάρσησεν 之间,用以解释新兵组成的军队往往会遭遇的状况,带有解释原因或境遇的语气。
  2. 9.70.3ὡς εἶχον ὀργῆς τε καὶ τάχους — 这是 ἔχω + 副词 + 属格的习惯用法,表示“在某方面处于某种状态”。此处关系副词 ὡς 代替了普通副词,字面意思是“处于他们所具有的愤怒与速度的状态中”,即“极其愤怒且全速地”。属格 ὀργῆς 与 τάχους 属于限定 ἔχω 所指状态之“范围或性质”的属格。
  3. 9.70.3ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων — 这是由主观/预期原因接续词 ὡς 与将来被动分词 ἀναγκασθησομένων 构成的属格独立结构,表示“预计/以为执政官们将被迫……”。ὡς 结合将来分词,强调了行为者(敌军将领)主观上的预判或意图。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.70.1-9.70.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.70.1-9.70.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。