§10.1.1μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους· ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος.
继这些人之后,是第八十届奥林匹克运动会,当时阿特恩斯的执政官是弗拉西克勒斯,色萨利人托林巴斯获得了短跑比赛的冠军;而在罗马,普布利乌斯·沃卢姆尼乌斯和塞尔维乌斯·苏尔皮基乌斯·卡梅里努斯被任命为执政官。
οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶς τε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθʼ ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες· τῶν δʼ ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν ὁ δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται.
这些人没有率领任何军队出征,既不是为了向那些伤害他们自己及盟友的人进行报复,也不是为了通过防守来保卫自己的领土;相反,他们对城墙内忧做好了预防,免得平民联合起来反对元老院,做出什么可怕的事情。
§10.1.2ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν ἡ ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τά τε ἰδιωτικὰ καὶ τὰ δημόσια.
因为平民再次受到护民官的教唆而动荡不安,护民官告诉他们,对于自由人来说,言论平等是最好的政体,并要求无论私事还是公事都应当按照法律来管理。
οὔπω γὰρ τότε ἦν οὔτʼ ἰσονομία παρὰ Ῥωμαίοις οὔτʼ ἰσηγορία, οὐδʼ ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα· ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ §10.1.3τὸ δικαιωθὲν ὑπʼ ἐκείνων τοῦτο νόμος ἦν.
因为当时在罗马人中既没有法律面前的平等,也没有言论平等,而且所有的权利也并未用文字固定下来;相反,在古代,他们的国王为有需要的人裁决诉讼,并且由国王们判定为合理的事情,这就是法律。
ὡς δʼ ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατʼ ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τά τε ἄλλα τῶν βασιλέων ἔργα καὶ ἡ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν.
然而,当他们不再处于君主统治下时,国王的其他职责以及司法裁决权便移交给了每年任职的执政官,他们就是为那些在任何事情上彼此争执不休的人裁决权利的人。
§10.1.4τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν· κομιδῇ δʼ ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, ἃ νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοί τε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν.
而在这些裁决中,大部分都取决于根据贵族出身而被任命为这些官职的执政官的品性;但也有极少数保存在神圣书籍中的条文具有法律效力,由于居住在城里,只有贵族才掌握这些法律知识,而大多数平民则从事贸易和耕作,隔了许多天才会为了集市而下到城里,因此他们对法律依然一无所知。
§10.1.5τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦ τε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως ὁ τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος.
前一年担任护民官的盖乌斯·泰伦提乌斯是第一个试图引入这一政制的人,但由于平民在军营中,且执政官故意在敌国领土上留住军队,直到他们的任期结束,他被迫将其留作未竟之功。