§9.69.1Ῥωμαῖοι δὲ τοὺς καλουμένους ἀντιβασιλεῖς ἑλόμενοι τῶν ἀρχαιρεσίων ἕνεκα, ὃ ποιεῖν εἰώθασιν, ὅταν ἀναρχία κατάσχῃ τὴν πόλιν, ὑπάτους ἀπέδειξαν Λεύκιον Λοκρήτιον καὶ Τῖτον Οὐετούριον Γέμινον.
罗马人在选出所谓的临时执政官以举行选举后——这是他们在城市陷入无政府状态时惯常的做法——指定卢基乌斯·鲁克雷提乌斯和提图斯·维图里乌斯·杰米努斯为执政官。
ἐπὶ τῆς τούτων ἀρχῆς ἥ τε νόσος ἐπαύσατο καὶ τὰ πολιτικὰ ἐγκλήματα ἀναβολῆς ἔτυχε, τά τʼ ἴδια καὶ τὰ κοινά, πειραθέντος μὲν αὖθις τὸ περὶ τῆς κληρουχίας πολίτευμα κινεῖν ἑνὸς τῶν δημάρχων Σέξτου Τιτίου, κωλύσαντος δὲ τοῦ δήμου καὶ εἰς ἐπιτηδειοτέρους ὑπερθεμένου καιρούς.
在他们的任期内,疫病停息了,政治指控(无论私人的还是公共的)也都被推迟了;因为尽管护民官之一塞克斯图斯·提提乌斯再次企图推动关于土地分配的法案,但民众阻止了此事,并将其推迟到更合适的时机。
§9.69.2προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας τῇ πόλει κατὰ τὸν τῆς νόσου καιρόν·
所有人心中都升起了强烈的热忱,誓要惩罚那些在疫病期间对城市发动战争的人。
καὶ αὐτίκα τῆς βουλῆς ψηφισαμένης καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντος κατεγράφοντο τὰς δυνάμεις, οὐδενὸς τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδʼ, εἴ τινα ὁ νόμος ἀπέλυεν, ἀξιοῦντος ἐκείνης ἀπολειφθῆναι τῆς στρατείας·
元老院随即通过决议,民众批准了战争,他们开始招募军队,凡在服役年龄之内的人,甚至即使法律予以免除,也没有人愿意在这场征伐中被落下。
νεμηθείσης δὲ τριχῇ τῆς δυνάμεως μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧς ἡγεῖτο Κόιντος Φούριος ἀνὴρ ὑπατικός· αἱ δὲ δύο σὺν τοῖς ὑπάτοις ἐξῆλθον ἐπί τʼ §9.69.3Αἰκανοὺς καὶ Οὐολούσκους.
军队被分成三部分,一部分留在后面防守城市,由具有前执政官身份的昆图斯·富里乌斯指挥;另外两部分则随同执政官出征,去攻打埃魁人和沃尔斯奇人。
τὸ δʼ αὐτὸ τοῦτο καὶ ὑπὸ τῶν πολεμίων ἔτυχεν ἤδη γεγονός.
而这完全相同的事情,敌方其实也已经做好了准备。
ἡ μὲν γὰρ κρατίστη δύναμις ἀφʼ ἑκατέρου τῶν ἐθνῶν συνελθοῦσα ὑπαίθριος ἦν ὑπὸ δυσὶν ἡγεμόσι, καὶ ἔμελλεν ἀπὸ τῆς Ἑρνίκων γῆς, ἐν ᾗ τότʼ ἦν, ἀρξαμένη πᾶσαν ἐπελεύσεσθαι τὴν Ῥωμαίων ὑπήκοον· ἡ δʼ ἧττον ἐκείνης χρησίμη τὰ οἰκεῖα πολίσματα ὑπελείφθη φυλάττειν, μή §9.69.4τις ἔφοδος αἰφνίδιος πολεμίων ἐπʼ αὐτὰ γένηται.
因为由两个部族的最强力量组成的联军,已在两名将领的带领下在野外驻扎,并准备从他们当时所在的赫尔尼奇人的土地开始,扫荡所有罗马属地;而战斗力较弱的部分军队则留在后方看守他们自己的城镇,以防敌人对这些城镇发起突然袭击。
πρὸς ταῦτα βουλευομένοις τοῖς Ῥωμαίων ὑπάτοις ἐδόκει κράτιστον εἶναι ταῖς πόλεσιν αὐτῶν πρῶτον ἐπιχειρεῖν, κατὰ τοιόνδε τινὰ λογισμόν, ὅτι διαλυθήσεται τὸ κοινὸν αὐτῶν στράτευμα, εἰ πύθοιντο ἕκαστοι τὰ οἰκεῖα ἐν τοῖς ἐσχάτοις ὄντα κινδύνοις, καὶ πολὺ κρεῖττον ἡγήσεται τὰ σφέτερα σώζειν, ἢ τὰ τῶν πολεμίων φθείρειν.
对此进行商议的罗马执政官们认为,最好的办法是首先进攻敌人的城市,其考量如下:如果每个人得知自己的家园处于极度危险之中,他们的联军就会瓦解,并且他们会认为拯救自己的财产远比摧毁敌人的财产重要得多。
Λοκρήτιος μὲν οὖν εἰς τὴν Αἰκανῶν ἐνέβαλεν, Οὐετούριος δʼ εἰς τὴν Οὐολούσκων.
于是,鲁克雷提乌斯入侵了埃魁人的领地,而维图里乌斯则入侵了沃尔斯奇人的领地。
Αἰκανοὶ μὲν οὖν τὰ ἔξω πάντα ἀπολλύμενα περιορῶντες τὴν πόλιν καὶ τὰ φρούρια εἶχον ἐν φυλακῇ.
于是,埃魁人眼睁睁看着城外的一切被毁灭,仅坚守着城市和堡垒。