Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.67.1-9.67.6

罗马大瘟疫与埃魁人沃尔斯奇人的入侵

第 736 段,共 962 段 · 希腊语

内容简介

罗马遭遇了极其严重的瘟疫,包括两位执政官在内的许多公民死亡。埃魁人和沃尔斯奇人乘机结盟入侵,袭击了罗马的盟友拉丁人和赫尔尼奇人。

§9.67.1τῷ δὲ κατόπιν ἔτει Λευκίου Αἰβουτίου καὶ Ποπλίου Σερουιλίου Πρίσκου παρειληφότων τὴν ἀρχὴν οὐδὲν οὔτε κατὰ πολέμους ἔργον ἀπεδείξαντο Ῥωμαῖοι λόγου ἄξιον οὔτε πολιτικόν, ὑπὸ νόσου κακωθέντες ὡς οὔπω πρότερον λοιμικῆς·
第二年,在卢基乌斯·埃布提乌斯和普布利乌斯·塞尔维乌斯·普里斯库斯接任执政官职位时,罗马人由于遭受前所未有的瘟疫侵袭,无论在战争还是在民事上,都没有展现出任何值得提及的功绩。
ἣ τὸ μὲν πρῶτον ἵππων τε φορβάδων καὶ βοῶν ἀγέλαις προσῆλθεν, ἀπὸ δὲ τούτων εἴς τʼ αἰπόλια καὶ ποίμνας κατέσκηψε, καὶ διέφθειρεν ὀλίγου δεῖν πάντα τὰ τετράποδα· ἔπειτα τῶν νομέων τε καὶ γεωργῶν ἥψατο, καὶ διελθοῦσα διὰ πάσης τῆς χώρας εἰς τὴν πόλιν ἐνέπεσε.
这场疾病起初袭击了放牧的马群和牛群,又从它们身上落到了山羊群和绵羊群中,几乎消灭了所有的四足动物;接着它又波及到牧人和农夫,并在传遍整个乡野之后,攻入了城市。
§9.67.2θεραπόντων μὲν οὖν καὶ θητῶν καὶ τοῦ πένητος ὄχλου πλῆθος ὅσον διέφθειρεν, οὐ ῥᾴδιον ἦν εὑρεῖν.
因此,它杀死了多少奴隶、雇工和贫民群众,是很难查明的。
κατʼ ἀρχὰς μὲν γὰρ ἐφʼ ἁμάξαις σωρηδὸν οἱ θνήσκοντες ἀπεκομίζοντο, τελευτῶντες δʼ, ὧν ἐλάχιστος ἦν ὁ λόγος, εἰς τὸ τοῦ παραρρέοντος ποταμοῦ ῥεῖθρον ὠθοῦντο.
因为起初,死者被成堆地用马车运走,但到最后,那些最不受重视的人,则被推入旁流的河水之中。
τῶν δʼ ἐκ τοῦ βουλευτικοῦ συνεδρίου τὸ τέταρτον μέρος συνελογίσθη διεφθαρμένον, ἐν οἷς ἦσαν οἵ θʼ ὕπατοι ἀμφότεροι καὶ τῶν δημάρχων οἱ πλείους.
据统计,元老院成员中有四分之一的人死去,其中两位执政官和大多数护民官都在其列。
§9.67.3ἤρξατο μὲν οὖν ἡ νόσος περὶ τὰς καλάνδας τοῦ Σεπτεμβρίου μηνός, διέμεινε δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὅλον, ἅπασαν ὁμοίως καταλαμβάνουσα καὶ διεργαζομένη φύσιν τε καὶ ἡλικίαν.
因此,这场疾病始于九月的第一天(卡兰代)左右,并持续了整整一年,同样地袭击并摧毁了各种体质和年龄的人。
γενομένης δὲ τοῖς πλησιοχώροις γνώσεως τῶν κατεχόντων τὴν Ῥώμην κακῶν, καλὸν ἡγησάμενοι καιρὸν εἶναι Αἰκανοί τε καὶ Οὐολοῦσκοι καταλῦσαι τὴν ἀρχὴν αὐτῆς, συνθήκας τε καὶ ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους περὶ συμμαχίας· καὶ παρασκευασάμενοι τὰ εἰς πολιορκίαν ἐπιτήδεια, ὡς εἶχον ἀμφότεροι τάχους, ἐξῆγον τὰς δυνάμεις.
当邻近的居民得知笼罩着罗马的灾难时,埃魁人和沃尔斯奇人认为这是摧毁其统治的好机会,便彼此缔结了关于同盟的条约并进行了宣誓;在准备好包围战所需的物资后,双方尽其所能地迅速率军出击。
§9.67.4ἵνα δὲ τὴν ἀπὸ τῶν συμμάχων ἀφέλοιντο τῆς Ῥώμης ἐπικουρίαν εἰς τὴν Λατίνων τε καὶ Ἑρνίκων γῆν πρῶτον ἐνέβαλον.
为了夺走同盟国对罗马的援助,他们首先侵入了拉丁人和赫尔尼奇人的土地。
ἀφικομένης δὲ πρεσβείας ἐπὶ τὴν βουλὴν ἀφʼ ἑκατέρου τῶν πολεμουμένων ἐθνῶν ἐπὶ συμμαχίας παράκλησιν ὁ μὲν ἕτερος τῶν ὑπάτων Λεύκιος Αἰβούτιος ἐκείνην ἔτυχε τὴν ἡμέραν τεθνηκώς, Πόπλιος δὲ Σερουίλιος ἐγγὺς ὢν τοῦ θανάτου· ὃς ἔτι ὀλίγον ἐμπνέων συνεκάλει §9.67.5τὴν βουλήν.
当被攻击的两国各自发出使节来到元老院请求援助时,其中一位执政官卢基乌斯·埃布提乌斯恰好在当天去世,而普布利乌斯·塞尔维乌斯也已濒临死亡;他仍然仅存微弱的呼吸,召集了元老院。
τῶν δʼ οἱ πλείους ἡμιθνῆτες ἐπὶ κλινιδίων κομισθέντες καὶ συνεδρεύσαντες ἀπεκρίναντο τοῖς παροῦσιν ἀγγέλλειν τοῖς σφετέροις, ὅτι διὰ τῆς ἑαυτῶν ἀρετῆς τοὺς πολεμίους ἀμύνεσθαι ἡ βουλὴ αὐτοῖς ἐπιτρέπει, μέχρις ἂν ὁ ὕπατος ῥαίσῃ, καὶ ἡ §9.67.6συναγωνιουμένη δύναμις αὐτοῖς συναχθῇ.
元老院议员中大多数人已经半死不活,被抬在小床上,他们召开了会议,并向在场的使者答复,让他们转告各自的国人:元老院允许他们凭借自己的英勇来抵御敌人,直到执政官痊愈,且将与他们并肩作战的军队集结完毕。
ταῦτα Ῥωμαίων ἀποκριναμένων Λατῖνοι μὲν ὅσα ἠδυνήθησαν ἐκ τῶν ἀγρῶν εἰς τὰς πόλεις ἀνασκευασάμενοι φυλακὴν ἐποιοῦντο τῶν τειχῶν, τὰ δʼ ἄλλα περιεώρων ἀπολλύμενα.
在罗马人给出这一答复后,拉丁人把能从田野里收拾的所有东西都搬进城市,进行城墙防守,而对其他东西任其毁灭。
Ἕρνικες δὲ δυσανασχετοῦντες ἐπὶ τῇ λύμῃ καὶ διαρπαγῇ τῶν ἀγρῶν, ἀναλαβόντες τὰ ὅπλα ἐξῆλθον.
但赫尔尼奇人因无法忍受田野遭到破坏和掠夺,拿起武器出击。
ἀγωνισάμενοι δὲ λαμπρῶς καὶ πολλοὺς μὲν ἀποβαλόντες τῶν σφετέρων, πολλῷ δʼ ἔτι πλείους ἀποκτείναντες τῶν πολεμίων, ἐκβιασθέντες εἰς τὰ τείχη κατέφυγον, καὶ οὐκέτι μάχης ἐπειρῶντο.
他们英勇作战,虽然失去了许多自己人,却杀死了多得多的敌人,但最终被迫退回城墙内,不再尝试战斗。

词汇与语法注释

  1. 9.67.1ὡς οὔπω πρότερον — 意为“如前所未有”。此表达用于强调形容词的程度,在此修饰形容词 λοιμικῆς(瘟疫的)。
  2. 9.67.2πλῆθος ὅσον — 带有间接疑问从句的语气,意为“多么大数量”,作为后续动词 διέφθειρεν(消灭)的宾语。
  3. 9.67.3ὡς εἶχον ... τάχους — ὡς + ἔχω + 属格的惯用句式,意为“尽其所能、尽可能”。在此处表示“尽其可能迅速地”。
  4. 9.67.4τῆς Ῥώμης — 与动词 ἀφέλοιντο(夺走)连用的分离属格(夺格性属格),意为“从罗马”。
  5. 9.67.4ἔτυχε ... τεθνηκώς — 动词 τυγχάνω + 分词的句式,意为“恰好”、“碰巧”。此处指“恰好在当天去世”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.67.1-9.67.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.67.1-9.67.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。