§9.65.1ἔπειτʼ Αἰκανῶν τε καὶ Οὐολούσκων ἑτέρα δύναμις καλὸν ὑπολαμβάνουσα καιρὸν ἔχειν προνομεῦσαι τὴν Ῥωμαίων γῆν, ἐξεστρατευμένης αὐτῶν τῆς κρατίστης δυνάμεως, ἐξῆλθε νυκτός·
此后,埃魁人和沃尔斯基人的另一支军队,认为由于罗马人最精壮的军队已出征在外,正是掠夺罗马土地的绝佳时机,便在夜间出发。
καὶ ἐμβαλοῦσα εἰς τὴν προσωτάτω χώραν, ἔνθα τοῖς γεωργοῖς δέος οὐδὲν εἶναι ἐδόκει, πολλῶν γίνονται χρημάτων καὶ §9.65.2σωμάτων ἐγκρατεῖς.
他们侵入了最偏远的地区,那里的农民本以为没有任何危险,结果敌人夺取了大量的财物和人口。
οὐ μὴν καλάς γʼ οὐδʼ εὐτυχεῖς τὰς ἐσχάτας ἔσχον ἐκεῖθεν ἀπαλλαγάς.
然而,他们并没能从那里体面或幸运地全身而退。
ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος ἄγων τὴν συναχθεῖσαν ἐπικουρίαν τοῖς ἐν τῷ χάρακι πολεμουμένοις, ὡς ἔμαθε τὰ γινόμενα ὑπὸ τῶν πολεμίων, ἐπιφαίνεται αὐτοῖς ἐκ τοῦ ἀνελπίστου.
因为两位执政官中的另一位波斯图米乌斯,正带领着为营垒中受围攻者集结的援军,一得知敌人的行动,便出其不意地出现在他们面前。
§9.65.3οἱ δʼ οὔτε κατεπλάγησαν οὔτʼ ἔδεισαν αὐτοῦ τὴν ἔφοδον, ἀλλʼ ἀποθέμενοι σχολῇ τὰς ἀποσκευὰς καὶ τὰ λάφυρα εἰς ἓν χωρίον ἐχυρὸν καὶ φυλακὴν τὴν ἀρκοῦσαν ἐπὶ τούτοις καταλιπόντες οἱ λοιποὶ συντεταγμένοι χωροῦσι τοῖς Ῥωμαίοις ὁμόσε·
但他们既没有惊慌失措,也没有惧怕他的袭击,而是从容地将行装和战利品安置在一个坚固的地方,并留下足够的守卫看管,其余的人则列好队形,向罗马人迎头冲去。
καὶ συμπεσόντες ἄξια λόγου ἔργα ἀπεδείκνυντʼ ὀλίγοι μὲν πρὸς πολλοὺς ἀγωνιζόμενοι — συνέρρεον γὰρ ἐκ τῶν ἀγρῶν ἐπʼ αὐτοὺς συχνοὶ ἤδη διεσκεδασμένοι — ψιλῇ ὁπλίσει πρὸς ἄνδρας ὅλα τὰ σώματα ἔχοντας ἐν φυλακῇ ἐποίησάν τε πολλοὺς τῶν Ῥωμαίων νεκροὺς καὶ μικροῦ ἐδέησαν ἐν ἀλλοτρίᾳ γῇ καταληφθέντες τρόπαια τῶν ἐλθόντων ἐπὶ σφᾶς αὐτοὺς ἀναστῆσαι.
双方交战后,他们展现了值得称道的英勇。 尽管以少敌多——因为许多先前分散开的罗马人已经从田野向他们聚集过来——他们凭借轻装装备对抗全身防护完备的对手,不仅杀伤了许多罗马人,而且尽管在异国土地上被截击,差一点就对那些前来袭击他们的人立起胜利纪念碑。
§9.65.4ἀλλʼ ὅ γʼ ὕπατος καὶ οἱ σὺν αὐτῷ Ῥωμαίων ἱππεῖς ἐπίλεκτοι, ἀχαλινώτοις ἐπελάσαντες τοῖς ἵπποις κατὰ τὸ καρτερώτατόν τε καὶ ἄριστα μαχόμενον αὐτῶν μέρος, διασπῶσι τὴν τάξιν καὶ καταβάλλουσι συχνούς.
然而,执政官和与他同行的罗马精锐骑兵,放缰策马冲向敌人最坚固、战斗力最强的部分,冲散了他们的阵型并击倒了许多人。
διαφθαρέντων δὲ τῶν προμάχων καὶ ἡ λοιπὴ δύναμις ἀποτραπεῖσα ἐνέκλινεν εἰς φυγήν, οἵ τε φυλάττοντες τὰς ἀποσκευὰς μεθέμενοι αὐτῶν ἀπιόντες ᾤχοντο ἀνὰ τὰ πλησίον ὄρη.
随着前锋阵亡,其余军队也转身溃逃,而负责看守行装的人也丢下行装,逃往附近的群山。
κατʼ αὐτὸν μὲν οὖν τὸν ἀγῶνα ὀλίγοι τινὲς αὐτῶν διεφθάρησαν, ἐν δὲ τῇ φυγῇ πάνυ πολλοί, χώρας τʼ ἄπειροι ὄντες καὶ ὑπὸ τῆς Ῥωμαίων ἵππου διωκόμενοι.
因此,在战斗本身中他们只有少数人阵亡,但在逃跑过程中死伤极多,因为他们对地形不熟悉,且受到罗马骑兵的追击。